Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταμόρφωσιν

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και σύνδεση με την εορτή της Γεννήσεως

Κατακλείδα του λόγου όπου η τιμή των αποστόλων συνδέεται με την εορτή της Γεννήσεως, συνοδευόμενη από τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Καίτοι τῶν ἀμετρίων κατατολμᾷ πᾶσα γλῶσσα, ἑνὸς τούτων τοὺς ἐπαίνους διεξιέναι πειρωμένη, καὶ ἰλιγγιᾷ ἡ διάνοια, θάλασσαν ἀρετῶν κοτύλῃ ἐκμετρεῖν βιαζομένη· ἀλλ᾽ ὅμως ἐπεχειρήσαμεν, τῆς εὐγνωμοσύνης ἐπιδεικνύμενοι τοῖς πατράσι τὸν καρπόν. Πρὸ δύο ἡμερῶν γενεθλιακὴ τοῦ παμβασιλέως Χριστοῦ πανήγυρις διηνύσθη· εἰκότως τοιγαροῦν οἱ λαμπροὶ ἀγῶνες οὗτοι εἰς τιμὴν τῆς Δεσποτικῆς γεννήσεως ὑπὸ τῶν πεντάθλων ἀγωνιστῶν ἐξετελέσθησαν. Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν συμβαίνειν εἴωθε· τὰς γὰρ βασιλικὰς γεννήσεις ἐν ταῖς πόλεσιν οἱ ἄρχοντες τιμῶσιν· ἀλλ᾽ ἐκεῖ μὲν ὁ νενικηκὼς, σκιᾶς καὶ προσκαίρου χαρᾶς ἐτρύγησεν ἡδονήν· ἐνταῦθα δὲ ἀθάνατα τοῖς στεφανίταις τὰ βραβεῖα, αἰωνίζοντες οἱ στέφανοι, ἡ μετ᾽ ἀγγέλων χαρὰ, ἡ μετὰ τῶν ἁγίων ἐν τῇ ἀναστάσει λαμπρότης. Ταῦτα τούτοις ἀπόκειται τοῖς ἀγωνίσμασι τὰ προνόμια· ὧν ταῖς πρεσβείαις καὶ ἡμεῖς διαφυλαχθείημεν, καὶ ὁ καλὸς οὗτος ποιμὴν εἰς πολλὰς δεκάδας ἡμῖν ἐνιαυτῶν χαρισθείη ἐν Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.