Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταβολὴν τῶν ὀνομάτων

Ἰωάννης ὁ Χρυσόστομος

Το όραμα της Δαμασκού, η κλήση του Σαύλου και το ανθρώπινο αυτεξούσιο

Αναλύονται οι λόγοι καθυστέρησης της μετονομασίας του Αποστόλου και το γεγονός της θεοφάνειας στη Δαμασκό, τονίζοντας ότι ο Θεός καλεί τον άνθρωπο στη σωτηρία σεβόμενος απολύτως την ελεύθερη βούλησή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 7

Καὶ μὴν ἐν ταῖς Ἐπιστολαῖς Παῦλος καλεῖται· τίνος οὖν ἕνεκεν αὐτοῦ τὴν προσηγορίαν μετέβαλε τὸ Πνεῦμα τὸ ἅγιον; Καθάπερ δεσπότης οἰκέτην πριάμενος, εἶτα βουλόμενος αὐτὸν διδάξαι τὴν δεσποτείαν, μετατίθησιν αὐτοῦ τὸ ὄνομα· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐποίησε τότε. Καὶ γὰρ ἐξ αἰχμαλωσίας τὸν Παῦλον ἔλαβε, καὶ προσφάτως ἦν τῇ δεσποτείᾳ ταύτῃ προσελθών.

Διὰ τοῦτο αὐτοῦ μετέβαλε τὴν προσηγορίαν, ἵνα μάθῃ κἀντεῦθεν τὴν δεσποτείαν ἐκεῖνος. Ὅτι γὰρ ὀνομάτων θέσις δεσποτείας ἐστὶ σύμβολον, μάλιστα μὲν καὶ ἐξ ὧν ποιοῦμεν δῆλον· γνωριμώτερον δὲ ἔσται ἐξ ὧν ἐπὶ τοῦ Ἀδὰμ ἐποίησεν ὁ Θεός. Βουλόμενος γὰρ αὐτὸν διδάξαι, ὅτι πάντων ἐστὶν ἄρχων καὶ δεσπότης, ἤγαγε πρὸς αὐτὸν πάντα τὰ θηρία, Ἰδεῖν τί καλέσει αὐτὰ, δεικνὺς ὅτι τῶν ὀνομάτων ἡ θέσις τὴν δεσποτείαν κυροῖ. Εἰ δὲ βούλοισθε καὶ ἐπ᾽ ἀνθρώπων ἰδεῖν τοῦτο γινόμενον, καὶ μαθεῖν, ὅτι ἔθος πολλάκις τοῖς ἀπὸ αἰχμαλωσίας λαμβάνουσι δούλους μετατιθεῖν αὐτῶν τὰ ὀνόματα, ἀκούσατε τί ἐποίησεν ὁ τῶν Βαβυλωνίων βασιλεύς. Λαβὼν γὰρ οὗτος ἐκ τῆς αἰχμαλωσίας τὸν Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαὴλ, οὐκ ἀφῆκεν ἐπὶ τῶν προτέρων ὀνομάτων, ἀλλὰ Σεδρὰκ, Μισὰκ, Ἀβδεναγὼ αὐτοὺς ἐκάλεσεν.

Ἀλλὰ τίνος ἕνεκεν οὐκ εὐθέως αὐτὸν μετωνόμασεν, ἀλλ᾽ ἀνέμεινε χρόνον γενέσθαι πολύν; Ὅτι εὐθέως εἰ αὐτὸν μετωνόμασε μεταστάντα, οὐκ ἂν ἐγένετο φανερὰ ἡ μεταβολὴ τοῦ Παύλου, καὶ ἡ πρὸς τὴν πίστιν μετάστασις. Ἀλλ᾽ ὅπερ ἐπὶ τῶν οἰκετῶν συμβαίνει, ὅταν φυγόντες εὐθέως ἀμείβωσιν αὐτῶν τὰ ὀνόματα, ἀφανεῖς γίνονται, τοῦτο καὶ ἐπὶ τοῦ Παύλου γέγονεν ἄν· εἰ εὐθέως ἀφεὶς τοὺς Ἰουδαίους καὶ πρὸς ἡμᾶς ἐλθὼν μετωνομάσθη, οὐδεὶς ἂν ἔγνω ὅτι ὁ διώκτης αὐτός ἐστιν ὁ εὐαγγελιστής. Τὸ δὲ σπουδαζόμενον τοῦτο ἦν, μαθεῖν ὅτι ὁ διώκτης αὐτός ἐστι, καὶ ἀπόστολος γέγονε. Τοῦτο γὰρ ἦν ὃ συνεῖχε τοὺς Ἰουδαίους, ὅτι τὸν διδάσκαλον τὸν ὑπὲρ αὐτῶν ἱστάμενον, ηὕρισκον κατ᾽ αὐτῶν ὄντα. Ἵνα οὖν μὴ ἡ τοῦ ὀνόματος ἀθρόα μεταβολὴ ἀποκρύψῃ τὴν μεταβολὴν τῆς προαιρέσεως, ἀφίησιν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν· ἵν᾽, ὅταν μάθωσι πάντες, ὅτι αὐτός ἐστιν ὁ διώξας τὴν Ἐκκλησίαν ἔμπροσθεν, τότε λοιπὸν γνωρίμου γενομένου πᾶσι, μεταθῇ καὶ τὴν προσηγορίαν. Καὶ ὅτι τοῦτο αἴτιον, ἄκουσον αὐτοῦ λέγοντος· Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας· ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Παλαιστίνῃ, φησίν. Εἰ δὲ ταῖς ἐν Παλαιστίνῃ ἠγνοεῖτο ἔνθα διέτριβε, πολλῷ μᾶλλον ταῖς ἀλλαχοῦ κειμέναις. Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ, φησὶν, οὐχὶ τῷ ὀνόματι. Διὰ τί Ἀγνοούμενος τῷ προσώπῳ;

Οὐδεὶς γὰρ οὐδὲ ἰδεῖν αὐτὸν ἐτόλμα τῶν πιστῶν, ἡνίκα ἡμῖν ἐπολέμει· τοσούτου φόνου, τοσαύτης ἔγεμε μανίας. Διὸ πάντες ἀπεπήδων, πάντες ἔφευγον, εἴ που παραγενόμενον εἶδον, καὶ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· οὕτως ἦν ἐκτεθηριωμένος κατὰ τῶν πιστῶν· μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει. Ἐπεὶ οὖν τῷ μὲν προσώπῳ αὐτὸν ἠγνόουν, μόνον δὲ ἀκούοντες ἦσαν, εἰ τὸ ὄνομα αὐτοῦ μετεβλήθη εὐθέως, οὐκ ἂν οὐδὲ οἱ ἀκούοντες ἔγνωσαν, ὅτι ὁ διώκων τὴν πίστιν, οὗτος εὐαγγελίζεται.

Ἐπειδὴ γὰρ τὸ πρότερον αὐτοῦ ὄνομα ᾔδεσαν, ὅτι Σαῦλος ἐλέγετο, εἰ μεταβληθεὶς εὐθέως Παῦλος ἐκλήθη, εἶτα ἀπήγγειλάν τινες αὐτοῖς, ὅτι Παῦλος εὐαγγελίζεται, ὁ διώκων τὴν Ἐκκλησίαν, οὐκ ἂν ἔγνωσαν ὅτι οὗτος ἐκεῖνος ἦν, διὰ τὸ μὴ Παῦλον αὐτὸν καλεῖσθαι, ἀλλὰ Σαῦλον. Διὰ τοῦτο ἀφῆκεν αὐτὸν μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν, ἵνα πᾶσι γνώριμος γένηται τοῖς πιστοῖς, καὶ τοῖς πόῤῥωθεν οὖσι καὶ οὐχ ἑωρακόσιν αὐτόν.

δʹ. Τίνος μὲν οὖν ἕνεκεν οὐκ εὐθέως μετεβλήθη αὐτοῦ τοὔνομα, ἱκανῶς ἀποδέδεικται. Ἀνάγκη λοιπὸν ἐπ᾽ αὐτὴν ἐλθεῖν τοῦ λόγου τὴν ἀρχήν. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Τί ἐστιν, Ἔτι; Τί γὰρ ἐποίησε πρὸ τούτου, ὅτι λέγει, Ἔτι; Τὸ γὰρ, Ἔτι, περὶ ἀνθρώπου πολλὰ κακὰ πεποιηκότος ἔμπροσθεν λέγεται. Τί οὖν ἐποίησε; Τί γὰρ οὐκ ἐποίησεν, εἰπέ μοι, κακόν;

Αἱμάτων ἐνέπλησε τὰ Ἱεροσόλυμα τοὺς πιστοὺς ἀναιρῶν, τὴν Ἐκκλησίαν ἐπόρθει, τοὺς ἀποστόλους ἐδίωκε, τὸν Στέφανον ἔσφαξεν, οὐκ ἀνδρῶν, οὐ γυναικῶν ἐφείδετο. Ἄκουσον γοῦν τοῦ μαθητοῦ αὐτοῦ λέγοντος· Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας. Οὐδὲ γὰρ ἤρκει αὐτῷ ἡ ἀγορὰ, ἀλλὰ καὶ εἰς τὰς οἰκίας ἐπεπήδα· Κατὰ τοὺς οἴκους γὰρ εἰσπορευόμενος, φησί. Καὶ οὐκ εἶπεν, ἄγων, οὐδὲ, ἕλκων ἄνδρας καὶ γυναῖκας, ἀλλὰ, Σύρων ἄνδρας καὶ γυναῖκας· καθάπερ περὶ θηρίου διαλεγόμενος, Σύρων ἄνδρας καὶ γυναῖκας· καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας. Οὐδὲ τὴν φύσιν ᾐδεῖτο, οὐδὲ τὸ γένος ἠλέει, οὐδὲ πρὸς τὴν ἀσθένειαν ἀπεκλᾶτο. Ζήλῳ γὰρ, οὐχὶ θυμῷ ταῦτα ἐποίει. Διὰ τοῦτο οἱ μὲν Ἰουδαῖοι τὰ αὐτὰ ποιοῦντες, ἄξιοι κατηγορίας· οὗτος δὲ τὰ αὐτὰ ποιῶν, ἄξιος συγγνώμης.

Καὶ γὰρ ἀπ᾽ αὐτῶν ὧν ἐποίουν δῆλοι ἦσαν, ὅτι ἐκεῖνοι μὲν τιμῆς ἕνεκεν καὶ δόξης τῆς παρὰ τῶν πολλῶν ταῦτα ἔπραττον· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ τῷ Θεῷ ζηλῶν, εἰ καὶ μὴ κατ᾽ ἐπίγνωσιν· διὰ τοῦτο ἐκεῖνοι τὰς μὲν γυναῖκας ἠφίεσαν, τοῖς δὲ ἀνδράσιν ἐπολέμουν, ἐπειδὴ εἰς ἐκείνους ἑώρων τὴν ἑαυτῶν περιελθοῦσαν τιμήν· οὗτος δὲ, ἅτε ζηλοτυπῶν, πρὸς ἅπαντας ἵστατο. Ταῦτ᾽ οὖν ἅπαντα ἐννοήσας ὁ Λουκᾶς, καὶ ὁρῶν αὐτὸν οὔπω κορεννύμενον, ἔλεγε· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Οὐκ ἐκόρεσεν αὐτὸν ὁ φόνος Στεφάνου, οὐκ ἐνέπλησεν αὐτοῦ τὴν ἐπιθυμίαν ἡ δίωξις τῆς Ἐκκλησίας, ἀλλὰ περαιτέρω προῄει, καὶ οὐδαμοῦ ἵστατο τῆς μανίας· ζῆλος γὰρ ἦν. Ἀλλ᾽ ἐπανελθὼν ἄρτι ἀπὸ τῆς σφαγῆς Στεφάνου, ἐδίωκε τοὺς ἀποστόλους· καὶ ταὐτὸν ἐποίει, ὥσπερ ἂν εἰ λύκος ἄγριος ἐπιπηδήσας ποίμνῃ προβάτων, καὶ ἀρνίον ἁρπάσας ἐκεῖθεν, καὶ τῷ οἰκείῳ σπαράξας στόματι, θρασύτερος ὑπὸ τῆς ἁρπαγῆς ἐγένετο. Οὕτω καὶ Σαῦλος ἐπεπήδησε τῷ χορῷ τῶν ἀποστόλων, ἥρπασεν ἐκεῖθεν τὸ ἀρνίον τοῦ Χριστοῦ, τὸν Στέφανον διεσπάραξεν, ἐγένετο λοιπὸν ὑπὸ τῆς σφαγῆς ταύτης θρασύτερος. Διὰ τοῦτό φησιν, Ἔτι. Καίτοι τίνα οὐκ ἂν ἐνέπλησεν ὁ φόνος ἐκεῖνος; τίνα οὐκ ἂν κατῄδεσεν ἡ ἐπιείκεια τοῦ σφαττομένου, τὰ ῥήματα ἅπερ λιθαζόμενος ὑπὲρ τῶν λιθαζόντων ηὔχετο, Κύριε, λέγων, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην;

Διὰ τοῦτο ὁ διώκτης εὐαγγελιστὴς γέγονεν. Εὐθέως γὰρ μετὰ τὸν φόνον οὗτος μετεβάλλετο, ἐκείνου τῆς φωνῆς ἤκουσεν ὁ Θεός. Καὶ γὰρ ἄξιος ἦν ἀκούεσθαι Στέφανος καὶ διὰ τὴν ἀρετὴν Παύλου τὴν ἐσομένην, καὶ διὰ οἰκείαν ὁμολογίαν, Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ἀκουέτωσαν ὅσοι ἐχθροὺς ἔχουσιν, ὅσοι πλεονεκτοῦνται. Κἂν γὰρ μυρία πάθῃς δεινὰ, οὐδέπω ἐλιθάσθης, καθάπερ ὁ Στέφανος. Καὶ ὅρα τί γίνεται. Ἐνεφράττετο μία πηγὴ ἡ τοῦ Στεφάνου, καὶ ἠνοίγετο ἑτέρα μυρίους ἀφιεῖσα ποταμούς. Ἐπειδὴ γὰρ ἐσίγησε τὸ στόμα Στεφάνου, ἤχησεν εὐθέως ἡ σάλπιγξ τοῦ Παύλου.

Οὕτως οὐδέποτε ὁ Θεὸς εἰς τέλος ἐγκαταλιμπάνει τοὺς αὐτῷ προστρέχοντας, ἀλλὰ μείζονα ὧν ἀποστεροῦσιν οἱ ἐχθροὶ δίδωσιν αὐτὸς τὰ δῶρα. Οὐ γὰρ τοιοῦτον ἐξέβαλον ἀπὸ τῆς φάλαγγος στρατιώτην ἐκεῖνοι, οἷον ἀντεισήγαγεν ὁ Χριστός. Σαῦλος δὲ ἔτι. Καὶ ἄλλο τι δηλοῖ τὸ, Ἔτι, τοῦτο· οἷον, ὅτι ἔτι μαινόμενον, ἔτι ἀγριαίνοντα, ἔτι ἐν ἀκμῇ τοῦ θυμοῦ ὄντα, ἔτι τῷ φόνῳ ζέοντα ἐπεσπάσατο ὁ Χριστός. Οὐδὲ γὰρ ἀνέμεινε λῆξαι τὸ νόσημα, καὶ σβεσθῆναι τὸ πάθος, καὶ πραότερον γενέσθαι τὸν ἄγριον, καὶ οὕτως εἵλκυσεν· ἀλλ᾽ ἐν αὐτῇ τῇ ἀκμῇ τῆς μανίας αὐτὸν ἐχειρώσατο, ἵνα δείξῃ τὴν ἑαυτοῦ δύναμιν, ὅτι ἐν μέσῃ τῇ βακχείᾳ τότε ἐκείνῃ ζέοντος ἔτι τοῦ θυμοῦ κρατεῖ καὶ περιγίνεται τοῦ διώκτου.

Καὶ γὰρ ἰατρὸν τότε θαυμάζομεν μάλιστα, ὅταν δυνηθῇ τὸν πυρετὸν αἰρόμενον καὶ τὴν φλόγα τοῦ νοσήματος οὖσαν ἐν ἄκρᾳ σφοδρότητι κατασβέσαι καὶ παντελῶς ἀφανίσαι· ὃ καὶ ἐπὶ τοῦ Παύλου γέγονεν. Ἐν ἀκμῇ γὰρ αὐτὸν ὄντα τῆς φλογὸς, ὥσπερ τις δρόσος ἄνωθεν κατενεχθεῖσα, ἡ φωνὴ τοῦ Κυρίου τοῦ νοσήματος ἀπήλλαξε παντελῶς. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, ἀφῆκε τὸ πλῆθος, καὶ τοῖς ἄρχουσι λοιπὸν ἐπεπήδα. Ὥσπερ γὰρ ὁ δένδρον βουλόμενος ἐκτεμεῖν, τοὺς κλάδους ἀφεὶς, κάτωθεν ἐκκόπτει τὴν ῥίζαν, οὕτω δὴ καὶ οὗτος ἐπὶ τοὺς μαθητὰς ἦλθε, τὴν ῥίζαν τοῦ κηρύγματος βουλόμενος ἀνελεῖν.

Ἀλλὰ οὐκ ἦσαν ῥίζαι τοῦ κηρύγματος οἱ μαθηταὶ, ἀλλ᾽ ὁ τῶν μαθητῶν Δεσπότης. Διὰ τοῦτο καὶ ἔλεγεν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ἐκείνη δὲ ἀκαταγώνιστος ἡ ῥίζα. Διὰ τοῦτο ὅσῳ πλείονα ἐξέτεμνον κλήματα, τοσούτῳ καὶ πλείονα καὶ μείζονα πάλιν ἐβλάστανεν. Ἐξετμήθη γοῦν Στέφανος, καὶ ἀνεβλάστησε Παῦλος καὶ οἱ διὰ Παύλου πιστεύσαντες.

Ἐγένετο δὲ, φησὶν, ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Δαμασκῷ, ἐξαίφνης περιήστραψεν αὐτὸν φῶς ἐκ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαῦλε, Σαῦλε, τί με διώκεις; Τίνος ἕνεκεν οὐχὶ πρῶτον ἡ φωνὴ ἠνέχθη, ἀλλὰ πρότερον φῶς αὐτὸν περιήστραψεν;

Ἵνα μεθ᾽ ἡσυχίας ἀκούσῃ τῆς φωνῆς. Ἐπειδὴ γὰρ ὁ πρός τι πρᾶγμα τεταμένος καὶ θυμοῦ πλήρης ὢν, κἂν μυρίοι καλῶσιν, οὐκ ἐπιστρέφεται, ὅλος τῆς προκειμένης ὑποθέσεως ὤν· ἵνα μὴ καὶ ἐπὶ Παύλου τοῦτο γένηται, καὶ μεθύων τῇ μανίᾳ τῶν γεγενημένων παραπέμψηται τὴν φωνὴν, ἢ μηδὲ ἀκούσῃ τὴν ἀρχὴν, τὴν διάνοιαν ἅπασαν πρὸς τὴν λεηλασίαν ἐκείνην ἔχων, πρότερον διὰ τοῦ φωτὸς πηρώσας αὐτοῦ τοὺς ὀφθαλμοὺς, καὶ τὸν θυμὸν καταστείλας, καὶ σβέσας ἅπαντα τῆς ψυχῆς τὸν θόρυβον, καὶ πολλὴν ἐν τῇ διανοίᾳ γαλήνην ποιήσας, οὕτω τὴν φωνὴν ἀφῆκεν, ἵνα κατενεχθείσης τῆς ἀλαζονείας σώφρονι τῷ λογισμῷ προσέχῃ τοῖς λεγομένοις λοιπόν. Σαῦλε, Σαῦλε, τί με διώκεις; Οὐ τοσοῦτον ἐγκαλοῦντός ἐστιν, ὅσον ἀπολογουμένου. Τί με διώκεις; Τί μικρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων ἐμοί; τί παρ᾽ ἐμοῦ ἠδικημένος; ὅτι τοὺς νεκροὺς ὑμῶν ἀνέστησα; ὅτι τοὺς λεπροὺς ἐκάθηρα; ὅτι τοὺς δαίμονας ἀπήλασα; Ἀλλὰ διὰ ταῦτα προσκυνεῖσθαί με, οὐχὶ διώκεσθαι ἔδει.

Καὶ ἵνα μάθῃς, ὅτι τὸ, Τί με διώκεις; ἀπολογουμένου μᾶλλόν ἐστιν, ἄκουσον πῶς καὶ ὁ Πατὴρ αὐτοῦ πρὸς τοὺς Ἰουδαίους τούτῳ κέχρηται τῷ ῥήματι. Ὥσπερ γὰρ οὗτος λέγει, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτω κἀκεῖνος πρὸς τοὺς Ἰουδαίους φησί· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; Σαῦλε, Σαῦλε, τί με διώκεις; Ἰδοὺ κεῖσαι πρηνὴς, ἰδοὺ δέδεσαι χωρὶς ἁλύσεως. Ὥσπερ οὖν ὅταν δεσπότης οἰκέτην πολλὰ περιφεύγοντα καὶ μυρία ἐργαζόμενον δεινὰ λαβὼν ὑπὸ χεῖρας, καὶ δήσας λέγοι πρὸς αὐτὸν δεδεμένον, Τί σοι βούλει ποιήσω νῦν; ἰδοὺ γέγονας ὑποχείριος· οὕτω καὶ ὁ Χριστὸς τὸν Παῦλον λαβὼν, ῥίψας πρηνῆ, καὶ ὁρῶν τρέμοντα καὶ δεδοικότα καὶ οὐδὲν ἐργάζεσθαι δυνάμενον, φησί· Σαῦλε, Σαῦλε, τί με διώκεις;

Ποῦ οὖν ὁ θυμὸς ἐκεῖνος οἴχεται; ποῦ δὲ ἡ μανία; ποῦ δὲ ὁ ζῆλος ὁ ἄκαιρος; ποῦ τὰ δεσμὰ καὶ αἱ περιδρομαί; ποῦ δὲ ἡ ἀγριότης ἐκείνη; Ἀκίνητος μὲν ἔσῃ νῦν, καὶ οὐδὲ ἰδεῖν τὸν διωκόμενον δύνασαι· καὶ ὁ σπεύδων καὶ πανταχοῦ περιτρέχων, χειραγωγοῦ χρείαν ἔχεις νῦν. Διὰ γὰρ τοῦτο καὶ νῦν φησιν αὐτῷ, Τί με διώκεις; ἵνα μάθῃ ὅτι καὶ ἐν τῷ πρὸ τούτου χρόνῳ ἑκὼν αὐτῷ συνεχώρει· ὅτι οὔτε ἐκεῖνα ἀσθενείας ἦν, οὔτε ταῦτα ὠμότητος, ἀλλὰ καὶ ἐκεῖνα φιλανθρωπίας, καὶ ταῦτα κηδεμονίας. Τί οὖν ὁ Παῦλος, Τίς εἶ, Κύριε; Ἐπέγνω τὴν δεσποτείαν ἀπὸ τῆς συγχωρήσεως, ἔμαθε τὴν δύναμιν ἀπὸ τῆς τότε πηρώσεως, ὁμολογεῖ λοιπὸν τὴν ἐξουσίαν. Τίς εἶ, Κύριε;

Εἶδες ψυχὴν εὐγνώμονα; εἶδες διάνοιαν ἐλευθερίας γέμουσαν; εἶδες συνειδὸς ἀδέκαστον; Οὐκ ἀντέτεινεν, οὐκ ἐφιλονείκησεν, ἀλλ᾽ ἔγνω τὸν Δεσπότην εὐθέως. Οὐ καθάπερ Ἰουδαῖοι νεκροὺς ὁρῶντες ἀνισταμένους, πηροὺς ἀναβλέποντας, λεπροὺς καθαιρομένους, οὐ μόνον οὐ προσέτρεχον τῷ ταῦτα ποιοῦντι, ἀλλὰ καὶ πλάνον αὐτὸν ἐκάλουν, καὶ πάντα τρόπον ἐπιβουλῆς ἐκίνουν· ἀλλ᾽ οὐχ ὁ Παῦλος οὕτως, ἀλλ᾽ εὐθέως μετετίθετο. Τί οὖν ὁ Χριστός; Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Καὶ διὰ τί μὴ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὁ ἀναστὰς, ἐγώ εἰμι Ἰησοῦς ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, ἀλλ᾽, Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις; Ἵνα πλήξῃ αὐτοῦ τὴν διάνοιαν, ἵνα κατανύξῃ αὐτοῦ τὴν ψυχήν. Ἄκουσον γοῦν Παύλου μετὰ πολλοὺς τοὺς χρόνους καὶ μυρία κατορθώματα τοῦτο θρηνοῦντος· Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ἐλάχιστος πάντων τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν. Εἰ δὲ μετὰ μυρία κατορθώματα καὶ τοσούτους χρόνους τοῦτο ἐπένθει, τί εἰκὸς ἦν αὐτὸν παθεῖν κατὰ τὸν καιρὸν ἐκεῖνον, κατόρθωμα μὲν οὐδέπω οὐδὲν ἔχοντα, τὴν δὲ δίωξιν ἑαυτῷ συνειδότα, καὶ τῆς φωνῆς ἐκείνης ἀκούοντα;

εʹ. Ἀλλ᾽ ἐπιφύονται ἡμῖν ἐνταῦθα· ὑμεῖς δὲ μὴ ἀποκάμητε, κἂν ἑσπέρα καταλάβοι· ὑπὲρ γὰρ τοῦ Παύλου πᾶς ἡμῖν ὁ λόγος, Παύλου τοῦ τριετίαν νύκτα καὶ ἡμέραν τοὺς μαθητὰς διδάσκοντος. Ἐπιφύονται τοίνυν τινὲς ἐνταῦθα, καὶ λέγουσι· Καὶ τί μέγα, ὅτι Παῦλος προσῆλθε; καὶ γὰρ μονονουχὶ ὥσπερ σχοῖνον περιβαλὼν αὐτοῦ τῷ τραχήλῳ ὁ Θεὸς τὴν φωνὴν ἐκείνην, οὕτως αὐτὸν εἵλκυσε πρὸς ἑαυτόν. Προσέχετε μετὰ ἀκριβείας. Καὶ γὰρ καὶ πρὸς Ἕλληνας κοινὸς ἡμῖν οὗτος ὁ λόγος, καὶ πρὸς Ἰουδαίους, οἳ τῆς οἰκείας ἀπιστίας προκάλυμμα νομίζουσιν εἶναι τὸ τοῦ δικαίου κατηγορεῖν, οὐκ εἰδότες ὅτι διπλῆν ἁμαρτάνουσιν ἁμαρτίαν, τήν τε οἰκείαν οὐκ ἀποτιθέμενοι πλάνην, καὶ τὸν ἅγιον τοῦ Θεοῦ τοιαύταις αἰτίαις ὑποβάλλειν ἐπιχειροῦντες. Ἀλλ᾽ ἡμεῖς ὑπὲρ αὐτοῦ τὴν ἀπολογίαν τῇ τοῦ Θεοῦ χάριτι ποιησόμεθα.

Τίς οὖν ἐστιν ἡ κατηγορία; Ἀνάγκῃ, φησὶν, αὐτὸν ἐπεσπάσατο ὁ Θεός. Ποίᾳ ἀνάγκῃ, ἄνθρωπε; Ἐκάλεσεν αὐτὸν ἄνωθεν. Ὅλως πιστεύεις, ὅτι ἐκάλεσεν αὐτὸν ἄνωθεν; Οὐκοῦν καὶ σὲ καλεῖ τήμερον δι᾽ ἐκείνης τῆς φωνῆς, ἀλλ᾽ οὐχ ὑπακούεις. Ὁρᾷς ὅτι οὐχὶ ἀνάγκης ἦν τὸ πρᾶγμα; Εἰ γὰρ ἀνάγκη ἦν, καὶ σὲ ἔδει ὑπακούειν· εἰ δὲ σὺ οὐχ ὑπακούεις, εὔδηλον ὅτι κἀκεῖνος ἐκ προαιρέσεως ὑπήκουσε. Καὶ ἵνα μάθητε ὅτι πολὺ μὲν εἰς τὴν Παύλου σωτηρίαν ἡ κλῆσις, καθάπερ καὶ εἰς τὴν τῶν ἄλλων ἁπάντων ἀνθρώπων, οὐ μὴν ἔρημον αὐτὸν ἀφῆκεν εἶναι τῶν οἰκείων κατορθωμάτων καὶ τῶν διὰ τὴν βούλησιν ἐπαίνων, οὐδὲ ἐλυμήνατο αὐτοῦ τὸ αὐτεξούσιον, ἀλλ᾽ ἑκὼν προσῆλθεν οὗτος καὶ ἐξ οἰκείας εὐγνωμοσύνης, ἐξ ἑτέρου παραδείγματος τοῦτο ποιήσω φανερόν. Ἤκουσαν οἱ Ἰουδαῖοι φωνῆς ἄνωθεν φερομένης, οὐχὶ τοῦ Υἱοῦ, ἀλλὰ τοῦ Πατρὸς, περὶ τοῦ Χριστοῦ λεγούσης περὶ τῶν Ἰορδανίων ῥείθρων, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, καὶ λέγουσιν ἐκεῖνοι Οὗτός ἐστιν ὁ πλάνος. Εἶδες φανερὸν πόλεμον; εἶδες δήλην μάχην; εἶδες ὅτι πανταχοῦ εὐγνωμοσύνης χρεία, καὶ ψυχῆς ἀδεκάστου, καὶ μὴ προκατειλημμένης πάθει;

Ἰδοὺ καὶ ἐκεῖ φωνὴ, ἐνταῦθα φωνή· ἀλλ᾽ ὁ μὲν ἐπείθετο, οἱ δὲ ἀντέλεγον. Καὶ οὐχὶ φωνὴ μόνον, ἀλλὰ καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς. Ἐπειδὴ γὰρ ἐβάπτιζε μὲν Ἰωάννης, ἐβαπτίζετο δὲ ὁ Χριστὸς, ἵνα μὴ τῷ ἀνθρωπίνῳ σχήματι προσέχοντες, τὸν βαπτίζοντα μείζονα τοῦ βαπτιζομένου εἶναι νομίσωσιν, ἦλθεν ἡ φωνὴ τοῦτον ἀπ᾽ ἐκείνου διαιροῦσα. Καὶ ἐπειδὴ ἄδηλον ἦν περὶ τίνος ἔλεγεν ἡ φωνὴ ὅπερ ἔλεγεν, ἦλθε καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς, τὴν φωνὴν ἐπὶ τὴν κεφαλὴν ἕλκον τοῦ Χριστοῦ. Ἀλλ᾽ ὅμως καὶ διὰ φωνῆς αὐτὸν ἐκήρυξε, καὶ διὰ τοῦ Πνεύματος ἔδειξε, καὶ μετὰ τοῦτο καὶ Ἰωάννης ἐβόα, ὅτι Οὐκ εἰμὶ ἱκανὸς αὐτοῦ λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος· καὶ μυρία ἕτερα καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων μαρτύρια ἐγένετο, καὶ πρὸς ἅπαντα ἀπετυφλώθησαν· μᾶλλον δὲ πάντα μὲν συνεώρων, οὐδενὶ δὲ τῶν λεγομένων, οὐδὲ τῶν πραττομένων ἐπείθοντο, τῇ μανίᾳ τῆς παρὰ τῶν πολλῶν δόξης προκατειλημμένοι τὴν διάνοιαν. Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστής φησιν, ὅτι πολλοὶ τῶν Ἰουδαίων ἐπίστευσαν εἰς αὐτὸν, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Καὶ αὐτὸς δὲ ὁ Χριστὸς ἔλεγε, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;

Ἀλλ᾽ οὐχ ὁ Παῦλος οὕτως, ἀλλὰ μιᾶς μόνης ἀκούσας φωνῆς αὐτοῦ τοῦ διωκομένου, εὐθέως προσέδραμεν, εὐθέως ὑπήκουσε, καὶ πολλὴν ἐπεδείξατο τὴν μεταβολήν. Εἰ δὲ μὴ ἀπεκάμετε τῷ μήκει τῶν εἰρημένων, ἔτι εἰς ἐγγύτερον παράδειγμα ἄγω τὸν λόγον. Καὶ γὰρ καὶ τοῦ Υἱοῦ ἤκουσαν, καὶ οὕτως ἤκουσαν ὡς Παῦλος ἤκουσε, καὶ ἐν καιρῷ τοιούτῳ ἤκουσαν, οἵῳ Παῦλος ἤκουσε, καὶ οὐδὲ οὕτως ἐπίστευσαν. Καθάπερ γὰρ Παῦλος ὅτε ἐμαίνετο, ὅτε ἠγριαίνετο, ὅτε ἐπολέμει τοῖς μαθηταῖς, ἤκουσε τῆς φωνῆς, οὕτω καὶ Ἰουδαῖοι. Ποῦ, καὶ πότε; Ἐξῆλθον ἐν τῇ νυκτὶ μετὰ φανῶν καὶ λαμπάδων εἰς τὴν σύλληψιν αὐτοῦ· ἐνόμιζον γὰρ ἀνθρώπῳ ψιλῷ ἐπιτίθεσθαι. Βουλόμενος τοίνυν αὐτοὺς διδάξαι τὴν δύναμιν τὴν ἑαυτοῦ, καὶ ὅτι Θεός ἐστι, καὶ πρὸς κέντρα λακτίζουσι, λέγει αὐτοῖς, Τίνα ζητεῖτε; Ἔμπροσθεν αὐτοῦ καὶ πλησίον εἱστήκεισαν, καὶ οὐχ ἑώρων αὐτόν· ἀλλ᾽ αὐτὸς ὁ ζητούμενος αὐτοὺς ἐχειραγώγει πρὸς τὴν εὕρεσιν τὴν ἑαυτοῦ, ἵνα μάθωσιν, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, ὅτι, εἰ μὴ ἐβούλετο συγχωρῆσαι, οὐκ ἂν περιεγένοντο. Πῶς γὰρ, οἱ μηδὲ εὑρεῖν αὐτὸν δυνηθέντες; Τί λέγω, εὑρεῖν αὐτὸν μὴ δυνηθέντες; Ἀλλ᾽ οὔτε ἰδεῖν αὐτὸν παρόντα ἴσχυσαν· οὐ μόνον δὲ παρόντα οὐκ ἴσχυσαν ἰδεῖν, ἀλλὰ καὶ ἐρωτῶντι ἀποκρινόμενοι, οὐδὲ οὕτως ᾔδεσαν ὅστις ποτὲ ἦν ὁ παρών· οὕτω μεθ᾽ ὑπερβολῆς ἁπάσης ἀπετύφλωσεν αὐτῶν τοὺς ὀφθαλμούς.

Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὑπτίους ἔῤῥιψεν αὐτοὺς τῇ φωνῇ· εἰπόντος γὰρ, Τίνα ζητεῖτε, ἀπῆλθον πάντες εἰς τὰ ὀπίσω ἀπὸ τῆς φωνῆς ταύτης. Ὥσπερ γὰρ τὸν Παῦλον ἡ φωνὴ κατέβαλε, καὶ πρηνῆ κεῖσθαι ἐποίησεν, οὕτω καὶ τούτους ἡ φωνὴ πάντας ἔῤῥιψεν ὑπτίους· καὶ ὥσπερ οὗτος οὐκ ἔβλεπε τὸν διωκόμενον ὑπ᾽ αὐτοῦ, οὕτως ἐκεῖνοι οὐκ ἔβλεπον τὸν ζητούμενον ὑπ᾽ αὐτῶν· ὥσπερ οὗτος ἐν τῷ καιρῷ τῆς μανίας ἀπετυφλώθη, κἀκεῖνοι ἐν αὐτῷ τῷ καιρῷ τῆς μανίας ἀπετυφλώθησαν.

Καὶ γὰρ ἐκεῖνος, ὅτε ἐπορεύετο δῆσαι τοὺς μαθητὰς, καὶ οὗτοι, ὅτε ἐξῆλθον δῆσαι τὸν Χριστὸν, ταὐτὰ ἔπαθον. Καὶ ἐκεῖ δεσμὰ, καὶ ἐνταῦθα δεσμά· καὶ ἐκεῖ δίωξις, καὶ ἐνταῦθα δίωξις· καὶ ἐκεῖ πήρωσις, καὶ ἐνταῦθα πήρωσις· καὶ ἐκεῖ φωνὴ, καὶ ἐνταῦθα φωνή· καὶ ὁμοία τῆς τοῦ Χριστοῦ δυνάμεως ἡ ἔνδειξις, ὅμοια τὰ φάρμακα, ἀλλ᾽ οὐχ ὁμοία ἡ διόρθωσις· οἱ γὰρ κάμνοντες πολλὴν εἶχον διαφοράν.

Τί γὰρ ἀναισθητότερον, τί δὲ ἀγνωμονέστερον ἐκείνων; Ἔπεσον ὀπίσω, καὶ πάλιν ἀνέστησαν, καὶ πάλιν ἐπέθεντο. Ἆρα τῶν λίθων οὐκ ἦσαν ἀναισθητότεροι; Καὶ ἵνα μάθωσιν, ὅτι οὗτός ἐστιν ὁ εἰπὼν αὐτοῖς, Τίνα ζητεῖτε; καὶ ῥίψας ὀπίσω αὐτοὺς, λέγει αὐτοῖς πάλιν, ὅτε ἀνέστησαν, Τίνα ζητεῖτε; καὶ λέγουσιν, Ἰησοῦν· λέγει αὐτοῖς, Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι· μονονουχὶ λέγων, Μάθετε ὅτι καὶ ὁ πρὸ τούτου εἰπὼν, Τίνα ζητεῖτε; καὶ ῥίψας ὑμᾶς, ἐγώ εἰμι. Ἀλλ᾽ οὐδὲν πλέον ἐκ τούτου ἐγένετο, ἀλλ᾽ ἔμειναν ἐπὶ τῆς αὐτῶν πωρώσεως.

Ταῦτ᾽ οὖν ἅπαντα ἐκ παραλλήλου συγκρίνων, μάνθανε ἀκριβῶς, ὅτι οὐκ ἐξ ἀνάγκης προσῆλθε Παῦλος, ἀλλ᾽ ἀπὸ ψυχῆς εὐγνώμονος καὶ ἀδεκάστου συνειδότος. ϛʹ. Εἰ δὲ καρτερεῖτε καὶ ὑπομένετε, ἕτερον ἐγγύτερον τούτου λέγω πάλιν, ἀναντίῤῥητον ἔχον ἀπόδειξιν τοῦ μὴ κατ᾽ ἀνάγκην τὸν Παῦλον προσεληλυθέναι τῷ Κυρίῳ. Ἦλθεν εἰς τὴν Σαλαμῖνα τῆς Κύπρου μετὰ ταῦτα ὁ Παῦλος, καὶ εὗρεν ἐκεῖ μάγον τινὰ ἀνθιστάμενον τῷ ὑπάτῳ Σεργίῳ. Ὁ δὲ Παῦλος πλησθεὶς Πνεύματος ἁγίου εἶπε πρὸς αὐτὸν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;

Ταῦτα ὁ διώκτης. Δοξάσωμεν τοίνυν τὸν μεταβαλόντα αὐτόν. Πρὸ τούτου ἠκούετε ὅτι ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλακήν. Ὁρᾶτε πῶς παῤῥησιάζεται νῦν ὑπὲρ τοῦ κηρύγματος.

Οὐ παύσῃ διαστρέφων, φησὶ, τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων ἕως καιροῦ. Τὸ φάρμακον τὸ ποιῆσαν αὐτὸν ἀναβλέψαι, τοῦτο ἐπέθηκε καὶ τῷ μάγῳ, ἀλλ᾽ ἔμεινεν ἐπὶ τῆς πηρώσεως ἐκεῖνος· ἵνα μάθῃς ὅτι οὐχ ἡ κλῆσις μόνον προσήγαγε τὸν Παῦλον, ἀλλὰ καὶ ἡ αὐτοῦ ἐκείνου προαίρεσις.

Εἰ γὰρ ἡ πήρωσις μόνη τοῦτο ἐποίησεν, ἐχρῆν καὶ ἐπὶ τοῦ μάγου τὸ αὐτὸ γενέσθαι· ἀλλ᾽ οὐκ ἐγένετο. Ἀλλ᾽ ἐκεῖνος μὲν ἐπηροῦτο, ὁ δὲ ἀνθύπατος ἰδὼν τὸ γεγενημένον ἐπίστευσεν. Ἄλλος ἐδέξατο τὸ φάρμακον, καὶ ἄλλος ἀνέβλεψεν. Εἴδετε πόσον ἐστὶν εὐγνωμοσύνη διανοίας, πόσον ἐστὶν ἀπείθεια καὶ σκληροκαρδία.

Ἐγένετο πηρὸς ὁ μάγος· κἀκεῖνος μὲν οὐδὲν ἀπώνατο, ἀπειθὴς γὰρ ἦν, ἔγνω δὲ τὸν Χριστὸν ἀνθύπατος. Ἀλλ᾽ ὅτι μὲν ἑκὼν καὶ ἐκ προαιρέσεως προσῆλθεν ὁ Παῦλος, ἱκανῶς ἀποδέδεικται. Βούλομαι δὲ τοῦτον ὑμᾶς ἀκριβῶς εἰδέναι τὸν λόγον, ὅτι μὴ βουλομένους οὐ βιάζεται ὁ Θεὸς, ἀλλὰ βουλομένους ἕλκει. Διὰ τοῦτο γάρ φησιν· Οὐδεὶς ἔρχεται πρός με, ἂν μὴ ὁ Πατήρ μου ἑλκύσῃ αὐτόν. Ὁ δὲ ἕλκων, τὸν βουλόμενον ἕλκει, τὸν κάτω κείμενον καὶ χεῖρα ὀρέγοντα. Καὶ ἵνα μάθητε ὅτι οὐδένα βιάζεται, ἀλλ᾽ ἐὰν αὐτὸς θέλῃ, ἡμεῖς δὲ μὴ θέλωμεν, διαπίπτει τὰ τῆς σωτηρίας ἡμῶν, οὐκ ἐπειδὴ ἀσθενὲς αὐτοῦ τὸ βούλημα, ἀλλ᾽ ἐπειδὴ ἀναγκάσαι οὐδένα θέλει, ἀναγκαῖον τοῦτον ἐξετάσαι τὸν λόγον, ἐπειδὴ πολλοὶ πολλάκις προφάσει ῥᾳθυμίας, τούτῳ κέχρηνται τῷ προσχήματι τῆς ἀπολογίας, καὶ παρακαλούμενοι πολλάκις ἐπὶ φώτισμα, ἐπὶ πολιτείας ἀρίστης μεταβολὴν, ἐφ᾽ ἕτερα τοιαῦτα κατορθώματα, εἶτα καὶ ὡς ὀκνοῦντες καὶ ἀναδυόμενοι τοῦτο ἀποκρίνονται, ὅτι Ἐὰν θέλῃ ὁ Θεὸς, πείσει με, καὶ μεταθήσομαι.

Καὶ οὐκ ἐγκαλῶ μὲν αὐτοῖς, ἀλλὰ καὶ σφόδρα ἀποδέχομαι, ὅτι καταφεύγουσιν ἐπὶ τὴν βουλὴν τοῦ Θεοῦ· βούλομαι δὲ καὶ τὰ παρ᾽ ἑαυτῶν εἰσφέρειν, καὶ οὕτω λέγειν, Ἐὰν θέλῃ ὁ Θεός. Ἂν γὰρ σαυτὸν ὕπνῳ καὶ ῥᾳθυμίᾳ παραδοὺς, μὴ ἐγχειρῇς μὲν ταῖς ἀγαθαῖς πράξεσι, τὸ δὲ τοῦ Θεοῦ θέλημα προβάλλῃ μόνον, οὐδέποτέ σοι οὐδὲν ἔσται τῶν δεόντων.

Ὅπερ γὰρ ἔφην, ἀνάγκῃ καὶ βίᾳ οὐδένα προσάγεταί ποτε ὁ Θεός· ἀλλὰ θέλει μὲν ἅπαντας σωθῆναι, οὐκ ἀναγκάζει δὲ οὐδένα· καθὼς καὶ Παῦλός φησιν, Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Πῶς οὖν οὐχ ἅπαντες σώζονται, εἰ θέλει πάντας σωθῆναι; Ἐπειδὴ οὐχ ἁπάντων τὸ θέλημα τῷ θελήματι αὐτοῦ ἕπεται, αὐτὸς δὲ οὐδένα βιάζεται. Οὕτω καὶ πρὸς τὴν Ἱερουσαλήμ φησιν· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Τί οὖν; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς ὅτι, κἂν θέλῃ ὁ Θεὸς σῶσαι, ἡμεῖς δὲ ἑαυτοὺς μὴ ἐπιδῶμεν, μένομεν ἐπὶ τῆς ἀπωλείας;

Οὐ γὰρ ἄκοντα, οὐδὲ μὴ βουλόμενον, ὅπερ λέγω πολλάκις, ἀλλ᾽ ἑκόντα καὶ προαιρούμενον παρεσκεύασται σώζειν ὁ Θεὸς τὸν ἄνθρωπον. Ἄνθρωποι μὲν γὰρ καὶ ἑκόντων καὶ ἀκόντων τῶν οἰκετῶν βούλονται εἶναι καὶ δεσπόζειν· οὐ πρὸς τὸ τοῖς οἰκέταις συμφέρον, ἀλλὰ πρὸς τὴν οἰκείαν χρείαν ὁρῶντες αὐτῶν δεσπόζουσιν· ὁ δὲ Θεὸς ἀνενδεὴς ὢν, καὶ βουλόμενός σοι δεῖξαι, ὅτι οὐδενὸς τῶν ἡμετέρων δεόμενος, τῆς δουλείας ἡμῶν ἐφίεται, ἀλλ᾽ εἰς ἓν μόνον σκοπῶν τὸ συμφέρον ἡμῖν, καὶ οὐ τῆς αὐτοῦ χρείας ἕνεκεν, ἀλλὰ τῆς ἡμετέρας ὠφελείας ἅπαντα πράττει, ἂν μὲν ἑκόντες καὶ βουλόμενοι καὶ χάριν αὐτῷ τῆς δουλείας εἰδότες προσέλθωμεν· ἄκοντας καὶ ἀποπηδῶντας οὐκ ἀναγκάζει, οὐδὲ βιάζεται, αὐτὸ τοῦτο δεικνὺς, ὅτι οὐκ αὐτὸς ἡμῖν χάριν τῆς δουλείας, ἀλλ᾽ ἡμεῖς αὐτῷ χάριν τῆς δεσποτείας ἔχειν ὀφείλομεν. Ταῦτ᾽ οὖν εἰδότες, καὶ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν ἐννοοῦντες, ἀξίαν αὐτοῦ τῆς ἀγαθότητος κατὰ δύναμιν τὴν ἡμετέραν πολιτείαν ἐπιδειξώμεθα, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.