Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταβολὴν τῶν ὀνομάτων

Ἰωάννης ὁ Χρυσόστομος

Η θαυμαστή κλήση του Αποστόλου Παύλου ως απόδειξη της Αναστάσεως

Ο λόγος στρέφεται στις Πράξεις των Αποστόλων, όπου η ριζική μεταστροφή του διώκτη Παύλου προβάλλεται ως έργο της άμεσης θείας χάριτος και ως αδιάψευστο τεκμήριο της αναστάσεως του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 7

γʹ. Τῆς μὲν οὖν ἐπιγραφῆς ὑμῖν τὸ χρέος ἅπαν καταβεβλήκαμεν, τῆς ἐπιγραφῆς, φημὶ, τῶν Πράξεων τῶν ἀποστολικῶν. Ἀκόλουθον δὲ λοιπὸν ἦν καὶ τῆς ἀρχῆς ἅψασθαι τοῦ βιβλίου, καὶ εἰπεῖν τί ποτέ ἐστι· Τὸν μὲν πρῶτον λόγον ἐποιήσαμεν περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.

Ἀλλὰ Παῦλος οὐκ ἀφίησί με χρήσασθαι τῇ τάξει ταύτῃ τῆς ἀκολουθίας, πρὸς ἑαυτὸν καὶ τὰ οἰκεῖα κατορθώματα τὴν ἡμετέραν γλῶτταν καλῶν. Ἐπιθυμῶ γὰρ αὐτὸν ἰδεῖν εἰς Δαμασκὸν εἰσαγόμενον, δεδεμένον, οὐκ ἐν ἁλύσει σιδηρᾷ, ἀλλὰ φωνῇ δεσποτικῇ· ἐπιθυμῶ ἰδεῖν ἁλιευθέντα τὸν ἰχθὺν τοῦτον τὸν μέγαν, τὸν ἅπασαν ἀναβράσσοντα τὴν θάλασσαν, τὸν μυρία κύματα κατὰ τῆς Ἐκκλησίας ἐπεγείραντα· ἐπιθυμῶ ἰδεῖν αὐτὸν ἁλιευθέντα, οὐκ ἀγκίστρῳ, ἀλλὰ λόγῳ δεσποτικῷ. Καθάπερ γάρ τις ἁλιεὺς ἐπὶ πέτρας ὑψηλῆς καθήμενος, τὸν κάλαμον μετεωρίζων, ἀφ᾽ ὑψηλοῦ τὸ ἄγκιστρον ἀφίησιν εἰς τὸ πέλαγος· οὕτω δὴ καὶ ὁ Δεσπότης ὁ ἡμέτερος, ὁ τὴν ἁλείαν δείξας τὴν πνευματικὴν, καθάπερ ἐφ᾽ ὑψηλῆς πέτρας τῶν οὐρανῶν καθήμενος, ὥσπερ ἄγκιστρον τὴν φωνὴν ταύτην ἀφεὶς ἄνωθεν, καὶ εἰπὼν, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτως ἡλίευσε τὸν ἰχθὺν τοῦτον τὸν μέγαν.

Καὶ οἷον ἐπὶ τοῦ ἰχθύος γέγονεν, ὃν ἡλίευσε Πέτρος κατὰ τὸ πρόσταγμα τὸ δεσποτικὸν, τοιοῦτόν τι καὶ ἐπὶ τούτου συνέβη. Καὶ γὰρ καὶ οὗτος ὁ ἰχθὺς εὑρέθη στατῆρα ἔχων ἐν τῷ στόματι, στατῆρα μὲν, κίβδηλον δέ· εἶχε μὲν γὰρ ζῆλον, οὐ κατ᾽ ἐπίγνωσιν δέ.

Διὰ τοῦτο τὴν ἐπίγνωσιν αὐτῷ χαρισάμενος ὁ Θεὸς, δόκιμον ἐποίησε τὸ νόμισμα· καὶ ὅπερ ἐπὶ τῶν ἁλιευομένων ἰχθύων γίνεται, τοῦτο καὶ ἐπὶ τούτου γέγονε. Καθάπερ γὰρ ἐκεῖνοι τοῦ πελάγους εὐθέως ἀνελκυσθέντες ἀποτυφλοῦνται, οὕτω καὶ οὗτος δεξάμενος εὐθέως τὸ ἄγκιστρον, καὶ ἀνασπασθεὶς εὐθέως ἐπετυφλώθη· ἀλλ᾽ ἐκείνη ἡ τύφλωσις πᾶσαν οἰκουμένην ἀναβλέψαι ἐποίησε. Ταῦτ᾽ οὖν ἅπαντα ἰδεῖν ἐπιθυμῶ.

Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρβαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρβάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταραχῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκάψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν. Ἐπεὶ οὖν καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων ἅπαντα καὶ ταραττόντων, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πολεμίων ἦν ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησε δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον εἰσήγαγε τοῦτον τὸν πάντα ἀνατρέποντα, οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον ἀγόμενον; Καὶ γὰρ οἱ ἄγγελοι τότε ἐκ τῶν οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον, ἐσκίρτων· οὐκ ἐπειδὴ δεδεμένον εἶδον μόνον, ἀλλ᾽ ἐπειδὴ ἐνενόουν ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν λύειν ἔμελλεν· οὐκ ἐπειδὴ χειραγωγούμενον ἐθεάσαντο, ἀλλ᾽ ἐπειδὴ ἐλογίζοντο, ὅσους ἀνθρώπους ἔμελλεν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν χειραγωγεῖν ἐκεῖνος.

Διὰ τοῦτο ἔχαιρον, οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ᾽ ἐπειδὴ ἐνενόουν ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξαγαγεῖν. Πορεύθητι γὰρ, φησὶν, εἰς τὰ ἔθνη, καὶ ἀπαλλάξας αὐτοὺς ἀπὸ σκότους, μεταστήσεις αὐτοὺς εἰς τὴν βασιλείαν τῆς ἀγάπης Χριστοῦ. Διὰ ταῦτα τὸ προοίμιον ἀφεὶς, εἰς τὸ μέσον ἅλλεσθαι σπεύδω.

Παῦλος γὰρ καὶ ὁ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι τοῦτο τὸ πήδημα. Παῦλος καὶ ὁ Παύλου πόθος. Σύγγνωτέ μοι, μᾶλλον δὲ μὴ σύγγνωτε, ἀλλὰ καὶ ζηλώσατε τὸν ἔρωτα τοῦτον. Ὁ μὲν γὰρ ἄτοπον ἐρῶν ἔρωτα, εἰκότως συγγνώμην αἰτεῖ· ὁ δὲ τοιοῦτον ἐρῶν, καλλωπιζέσθω τῷ πόθῳ, καὶ πολλοὺς ποιείτω κοινωνοὺς τῆς ἐπιθυμίας, καὶ συνεραστὰς αὐτοῦ κατασκευαζέτω μυρίους. Εἰ μὲν γὰρ ἦν ὁδῷ βαδίζοντα καὶ τάξει προβαίνοντα, καὶ τὰ πρότερα εἰπεῖν, καὶ πρὸς τὰ μέσα φθάσαι, οὐκ ἂν τὴν ἀρχὴν ἀφέντες, εὐθέως ἐπὶ τὸ μέσον ἤλθομεν· ἐπειδὴ δὲ τῶν Πατέρων ὁ νόμος κελεύει μετὰ τὴν Πεντηκοστὴν ἀποτίθεσθαι τὸ βιβλίον, καὶ τῷ τέλει τῆς ἑορτῆς ταύτης συγκαταλύεται καὶ ἡ τοῦ βιβλίου ἀνάγνωσις, ἐφοβήθην μή ποτε περὶ τὰ προοίμια ἀσχολουμένων ἡμῶν καὶ διατριβόντων, προσεκδράμῃ τὴν ἡμετέραν ἄφιξιν τῆς ἱστορίας ἡ ἀκολουθία. Διὰ τοῦτο ἔδραμον ἀπὸ τῆς ἀρχῆς τοῦ διηγήματος, καὶ καθάπερ κεφαλῆς ὄπισθεν κατέχων τὸ προοίμιον τῆς ἱστορίας, κελεύσας μεῖναι καὶ στῆναι ὑμᾶς ἐν τῇ ἀρχῇ τῆς ὁδοῦ. Τῆς γὰρ τοῦ διηγήματος κεφαλῆς ἁψάμενος, θαῤῥῶν λοιπὸν ἅπασιν ἐπέξειμι τοῖς λοιποῖς, κἂν ἡ ἑορτὴ παρέλθῃ· οὐδεὶς γὰρ ἡμῖν ἀκαιρίαν ἐγκαλέσει, αὐτῆς τῆς κατὰ τὴν ἀκολουθίαν ἀνάγκης τῶν τῆς ἀκαιρίας ἐγκλημάτων ἀπαλλαττούσης ἡμᾶς· διὰ τοῦτο ἀπὸ τῶν προοιμίων ἐπὶ τὸ μέσον ἔδραμον.

Ὅτι γὰρ οὐκ ἦν ὁδῷ βαδίζοντα πρὸς Παῦλον ἐλθεῖν, ἀλλὰ προεξέδραμεν ἂν τῆς ἡμετέρας γλώττης τὸ βιβλίον, καὶ τὰς θύρας ἡμῖν ἀπέκλεισεν ἂν, ἐξ αὐτοῦ τοῦ προοιμίου ποιήσω φανερὸν, εἰ καὶ ἤδη γέγονε τοῦτο δῆλον.

δʹ. Εἰ γὰρ ἐπιγραφὴν μόνην ὑμῖν ἀναγινώσκοντες καὶ ἐξηγούμενοι, τὸ ἥμισυ τῆς ἑορτῆς ἀνηλώσαμεν, εἰ καὶ πρὸς τὸ πέλαγος αὐτὸ τοῦ βιβλίου ἀπὸ τοῦ προοιμίου ἀρξάμενοι, τὸν λόγον ἀφεῖναι ἐπεχειρήσαμεν, πόσον ἂν ἀνηλώσαμεν χρόνον, ὥστε φθάσαι εἰς τὰ κατὰ τὸν Παῦλον διηγήματα; Μᾶλλον δὲ ἐξ αὐτοῦ τοῦ προοιμίου δῆλον ὑμῖν τοῦτο ποιῆσαι πειράσομαι. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε. Πόσα νομίζετε ἐνταῦθα εἶναι ζητήματα;

Πρῶτον, τίνος ἕνεκεν ἀναμιμνήσκει αὐτὸν τοῦ προτέρου βιβλίου. Δεύτερον, τίνος ἕνεκεν λόγον καλεῖ, καὶ οὐχὶ Εὐαγγέλιον· καίτοι γε Παῦλος Εὐαγγέλιον αὐτὸ καλεῖ, οὑτωσὶ λέγων, Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, περὶ τοῦ Λουκᾶ λέγων.

Τρίτον, τίνος ἕνεκέν φησι, Περὶ πάντων ὧν ἐποίησεν ὁ Ἰησοῦς. Εἰ γὰρ Ἰωάννης, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὁ ἐπὶ τὸ στῆθος ἐκεῖνο τὸ ἅγιον κατακλιθῆναι καταξιωθεὶς, ὁ τὰς πηγὰς ἐκεῖθεν ἀρυσάμενος τοῦ Πνεύματος, οὗτος οὐκ ἐτόλμησε τοῦτο εἰπεῖν, ἀλλὰ τοσαύτῃ κέχρηται ἀσφαλείᾳ, ὡς εἰπεῖν, ὅτι Εἰ ἐγράφετο καθ᾽ ἓν πάντα ὅσα ἐποίησεν ὁ Χριστὸς, οὐδ᾽ ἂν αὐτὸν οἶμαι χωρῆσαι τὸν κόσμον τὰ γραφόμενα βιβλία· πῶς οὗτος ἐτόλμησεν εἰπεῖν, ὅτι Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἐποίησεν ὁ Ἰησοῦς; ἆρα μικρὸν ἡμῖν τὸ ζήτημα τοῦτο εἶναι δοκεῖ; Κἀκεῖ μὲν, Κράτιστε Θεόφιλε, μετ᾽ ἐγκωμίου τὸ ὄνομα· οὐδὲ γὰρ ἁπλῶς τοῦτο τοῖς ἁγίοις εἴρηται. Καὶ τάχα καὶ τοῦτο ἀπὸ μέρους ἐδείξαμεν, ὅτι οὐδὲ ἰῶτα ἓν, οὐδὲ μίαν κεραίαν ἁπλῶς ἔστιν ἰδεῖν ἐν ταῖς Γραφαῖς κειμένην. Εἰ τοίνυν ἐν τῷ προοιμίῳ τοσαῦτα ζητήματα, πόσον ἐμέλλομεν ἀναλίσκειν χρόνον τὰ ἑξῆς ἅπαντα ἐπιόντες; Διὰ ταῦτα ἠναγκάσθην τὸ ἐν μέσῳ παραδραμὼν, πρὸς Παῦλον ἐλθεῖν. Τίνος οὖν ἕνεκεν τὰ ζητήματα εἰπόντες, τὴν λύσιν αὐτῶν οὐκ ἐπηγάγομεν; Ἐθίζοντες ὑμᾶς μὴ διὰ παντὸς μεμασημένην δέχεσθαι τὴν τροφὴν, ἀλλὰ πολλαχοῦ καὶ αὐτοὺς ἐπάγειν τὴν λύσιν τοῖς νοήμασιν, ὅπερ ποιοῦσιν αἱ περιστεραί.

Καὶ γὰρ ἐκεῖναι τοὺς νεοττοὺς, ἕως μὲν ἂν ἐν τῇ καλιᾷ μένουσι, τῷ οἰκείῳ τρέφουσι στόματι· ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶσιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος καὶ δεικνύουσιν· ἐπειδὰν δὲ οἱ νεοττοὶ προσδοκήσαντες πλησίον ἔλθωσιν, αἱ μητέρες ἀφεῖσαι τὴν τροφὴν ἐπὶ τοῦ ἐδάφους, δι᾽ ἑαυτῶν κελεύουσιν ἀναλέγεσθαι· οὕτω καὶ ἡμεῖς ἐποιήσαμεν, λαβόντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, ἐκαλέσαμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν· ἐπειδὴ δὲ προσήλθετε καὶ προσεδοκήσατε δέξασθαι, ἀφήκαμεν, ὥστε ὑμᾶς δι᾽ ὑμῶν αὐτῶν ἀναδέξασθαι τὰ νοήματα. Διὰ τοῦτο τὸ προοίμιον ἀφέντες, πρὸς Παῦλον ἐπειγόμεθα. Ἐροῦμεν δὲ οὐχ ὅσα τὴν Ἐκκλησίαν ὠφέλησε μόνον, ἀλλ᾽ ὅσα καὶ ἔβλαψε· καὶ γὰρ ἀναγκαῖος ἡμῖν οὗτος ὁ λόγος.

Ἐροῦμεν πῶς ἐμαχήσατο τῷ λόγῳ τοῦ κηρύγματος, πῶς ἐπολέμησε τῷ Χριστῷ, πῶς ἐδίωξε τοὺς ἀποστόλους, πῶς τὰ τῶν πολεμίων ἐφρόνει, πῶς πάντων πλείονα παρεῖχε τῇ Ἐκκλησίᾳ πράγματα. Ἀλλὰ μηδεὶς αἰσχυνέσθω περὶ Παύλου ταῦτα ἀκούων· οὐ γάρ ἐστιν αὐτοῦ κατηγορήματα, ἀλλ᾽ ἐγκωμίων ὑπόθεσις.

Οὐ γὰρ κατηγορία αὐτῷ πρότερον ὄντα φαῦλον, ὕστερον γενέσθαι χρηστὸν, ἀλλὰ τὸ πρότερον ὄντα σπουδαῖον, ὕστερον μεταβάλλεσθαι πρὸς πονηρίαν· ἀπὸ γὰρ τοῦ τέλους ἀεὶ τὰ πράγματα κρίνεται. Καὶ γὰρ τοὺς κυβερνήτας, κἂν μυρία ναυάγια ὑπομείνωσιν, ὅταν μέλλωσιν εἰς τὸν λιμένα καταίρειν, ἂν φορτίων πεπληρωμένην ὁλκάδα καταγάγωσιν, οὐ φαμὲν πεπρᾶχθαι κακῶς, τοῦ τέλους τὰ παρελθόντα ἀποκρύψαντος· καὶ τοὺς ἀθλητὰς πάλιν, κἂν μυρία πρότερον ἡττηθῶσι, τὴν δὲ περὶ τοῦ στεφάνου πάλην κρατήσωσιν, οὐκ ἀποστεροῦμεν τῶν ἐγκωμίων τῶν ἐπὶ τῇ νίκῃ διὰ τὰ πρότερα. Οὕτω καὶ ἐπὶ Παύλου ποιήσωμεν.

Καὶ γὰρ καὶ οὗτος καὶ μυρία ναυάγια ὑπέμεινεν, ἀλλ᾽ ὅτε εἰς τὸν λιμένα καταίρειν ἔμελλε, πεπληρωμένην ἐπήγαγε τῶν φορτίων τὴν ὁλκάδα. Καὶ ὥσπερ ὁ Ἰούδας οὐδὲν ὠφέλησε πρὸ τούτου μαθητὴς ὢν, εἶτα προδότης γενόμενος· οὕτω καὶ οὗτος οὐδὲν παρεβλάβη πρὸ τούτου διώκτης ὢν, μετὰ δὲ ταῦτα γενόμενος εὐαγγελιστής. Ἐγκώμια Παύλου ταῦτά ἐστιν, οὐκ ἐπειδὴ κατέσκαψε τὴν Ἐκκλησίαν, ἀλλ᾽ αὐτὸς αὐτὴν πάλιν ᾠκοδόμησεν· οὐκ ἐπειδὴ ἐπόρθησε τὸν λόγον, ἀλλ᾽ ἐπειδὴ πορθήσας τὸν λόγον, αὐτὸς αὐτὸν πάλιν ηὔξησεν· οὐκ ἐπειδὴ ἐπολέμησε τοὺς ἀποστόλους, οὐκ ἐπειδὴ διεσπάραξε τὴν ἀγέλην, ἀλλ᾽ ἐπειδὴ διασπαράξας, ὕστερον αὐτὸς αὐτὴν συνεκρότησε.

εʹ. Τί τούτου παραδοξότερον γένοιτ᾽ ἄν; Ὁ λύκος ἐγένετο ποιμήν· ὁ τὸ αἷμα τῶν προβάτων ἐκπίνων, οὐ διέλιπε τὸ αἷμα ἑαυτοῦ ἐκχέων ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας. Βούλει μαθεῖν πῶς τὸ αἷμα τῶν προβάτων ἐξέπινε; πῶς ᾑμαγμένη ἦν αὐτοῦ ἡ γλῶσσα; Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Ἀλλ᾽ οὗτος ὁ ἀπειλῆς καὶ φόνου ἐμπνέων, καὶ τὸ αἷμα τῶν ἁγίων ἐκχέων, ἄκουσον πῶς τὸ αἷμα τὸ ἑαυτοῦ ἐξέχεεν ὑπὲρ τῶν ἁγίων. Εἰ κατὰ ἄνθρωπον, φησὶν, ἐθηριομάχησα ἐν Ἐφέσῳ· καὶ πάλιν, Καθ᾽ ἡμέραν ἀποθνήσκω· καὶ πάλιν, Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Καὶ ταῦτα ἔλεγεν ὁ παρὼν ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου, καὶ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ὁρᾷς πῶς ὁ λύκος ποιμὴν ἐγένετο; Ἆρ᾽ οὐκ αἰσχύνεσθε πρὸ τούτου ἀκούοντες ὅτι διώκτης ἦν καὶ βλάσφημος καὶ ὑβριστής; Εἴδετε πῶς μεῖζον αὐτοῦ ἐποίησε τὸ ἐγκώμιον ἡ προτέρα κατηγορία; Οὐκ ἔλεγον ὑμῖν ἐν τῇ προτέρᾳ συνάξει ὅτι τῶν πρὸ τοῦ σταυροῦ σημείων τὰ μετὰ τὸν σταυρὸν μείζονα ἐγένετο; οὐκ ἔδειξα ὑμῖν καὶ ἀπὸ τῶν σημείων, καὶ ἀπὸ τῆς εὐνοίας τῶν μαθητῶν, καὶ πῶς πρὸ τούτου μὲν ὁ Χριστὸς ἐπιτάττων ἤγειρε τοὺς νεκροὺς, ὕστερον δὲ αἱ σκιαὶ τῶν δούλων αὐτοῦ τοῦτο ἐποίουν; πῶς τότε μὲν αὐτὸς κελεύων ἐθαυματούργει, ὕστερον δὲ οἱ δοῦλοι αὐτοῦ τῷ ὀνόματι αὐτοῦ κεχρημένοι μείζονα ἐποίησαν;

οὐκ εἶπον ὑμῖν περὶ τῶν ἐχθρῶν, πῶς διέσεισεν αὐτῶν τὸ συνειδός; πῶς ἐκράτησε τῆς οἰκουμένης ἁπάσης; πῶς μείζονα τὰ σημεῖα μετὰ τὸν σταυρὸν ἦν τῶν πρὸ τοῦ σταυροῦ; Ἀδελφὸς ἐκείνου καὶ ὁ σήμερον εἰσελθὼν λόγος. Τί γὰρ τοῦ κατὰ Παῦλον μεῖζον σημείου γένοιτ᾽ ἄν; Ζῶντα μὲν γὰρ αὐτὸν καὶ ὁ Πέτρος ἠρνήσατο, ἀποθανόντα δὲ ὁ Παῦλος ὡμολόγησε. Τοῦ δὲ νεκροὺς ἐγεῖραι διὰ τῶν σκιῶν μεῖζον σημεῖον ἦν τὸ τὴν γνώμην Παύλου ἐπισπάσασθαι καὶ ἑλεῖν. Ἐκεῖ μὲν γὰρ ἡ φύσις εἵπετο, καὶ οὐκ ἀντέλεγε τῷ ἐπιτάττοντι· ἐνταῦθα δὲ προαίρεσις ἦν τοῦ πεισθῆναι, καὶ τοῦ μὴ πεισθῆναι κυρία· ὅθεν πολλὴ ἡ δύναμις τοῦ πείσαντος δείκνυται. Τοῦ γὰρ φύσιν διορθῶσαι τὸ προαίρεσιν μεταβαλεῖν πολλῷ μεῖζον ἦν· μεῖζον ἄρα τῶν ἄλλων ἁπάντων σημεῖον ἐγένετο τὸ Παῦλον προσελθεῖν τῷ Χριστῷ μετὰ τὸν σταυρὸν καὶ τὸν τάφον. Καὶ γὰρ διὰ τοῦτο ἀφῆκεν αὐτὸν ὁ Χριστὸς πᾶσαν τὴν ἔχθραν ἐπιδείξασθαι, καὶ τότε ἐκάλεσεν, ἵνα ἀνύποπτον ποιήσῃ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν, καὶ τὸν διδασκαλίας λόγον. Πέτρος μὲν γὰρ περὶ αὐτοῦ λέγων ἴσως ὑπωπτεύετο· εἶχε γάρ τις τῶν ἀναισχύντων εἰπεῖν τι. Εἶπον δὲ τῶν ἀναισχύντων, ὅτι κἀκεῖ φανερὰ ἡ ἀπόδειξις ἦν. Καὶ γὰρ καὶ ἐκεῖνος αὐτὸν ἠρνήσατο πρότερον, καὶ ἠρνήσατο μεθ᾽ ὅρκου, ἀλλ᾽ ὅμως τὸν αὐτὸν τοῦτον ὁμολογῶν ὕστερον καὶ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ.

Εἰ δὲ μὴ ἀνέστη, οὐκ ἂν ὁ ζῶντα ἀρνησάμενος, ὥστε μὴ ἀρνήσασθαι τελευτήσαντα, μυρίους ἂν θανάτους ὑπέμεινε· διὸ καὶ ἐπὶ Πέτρου φανερὰ ἡ ἀπόδειξις τῆς ἀναστάσεως ἦν. Πλὴν ἀλλ᾽ ἐκεῖνο μὲν εἶχον οἱ ἀναίσχυντοι λέγειν, ὅτι ἐπειδὴ μαθητὴς αὐτοῦ ἦν, ἐπειδὴ τραπέζης ἐκοινώνησεν αὐτῷ, καὶ τρία ἔτη αὐτῷ συνεγένετο, ἐπειδὴ διδασκαλίας ἀπήλαυσεν, ἐπειδὴ ἐκολακεύθη ὑπ᾽ αὐτοῦ ἀπατηθεὶς, διὰ τοῦτο κηρύττει αὐτοῦ τὴν ἀνάστασιν· ὅταν δὲ Παῦλον ἴδῃς τὸν οὐκ εἰδότα αὐτὸν, τὸν οὐκ ἀκούσαντα αὐτοῦ, τὸν οὐ μετασχόντα τῆς διδασκαλίας, τὸν καὶ μετὰ τὸν σταυρὸν αὐτῷ πολεμοῦντα, τὸν ἀποκτιννύντα τοὺς εἰς αὐτὸν πιστεύοντας, τὸν πάντα συγχέοντα καὶ ταράττοντα, τοῦτον ἐξαίφνης μεταβεβλημένον, καὶ τοῖς ὑπὲρ τοῦ κηρύγματος καμάτοις ἅπαντας παρελάσαντα τοὺς τοῦ Χριστοῦ φίλους, ποίαν ἕξεις λοιπὸν, εἰπέ μοι, ἀναισχυντίας πρόφασιν, ἀπιστῶν τῷ τῆς ἀναστάσεως λόγῳ; Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, τίς τὸν οὕτως ὠμὸν καὶ ἀπάνθρωπον, τίς τὸν ἐκπεπολεμωμένον καὶ ἠγριωμένον ἐπεσπάσατο ἂν, καὶ πρὸς ἑαυτὸν ἐπηγάγετο;

Εἰπὲ γάρ μοι, ὦ Ἰουδαῖε, τίς Παῦλον ἔπεισε προσελθεῖν τῷ Χριστῷ; Πέτρος; ἀλλ᾽ Ἰάκωβος; ἀλλ᾽ Ἰωάννης; Ἀλλ᾽ οὗτοι πάντες αὐτὸν ἐδεδοίκεισαν καὶ ἔφριττον, καὶ οὐχὶ πρὸ τούτου μόνον, ἀλλὰ καὶ ὅτε τῶν φίλων ἐγένετο, ὅτε Βαρνάβας ἐπιλαβόμενος αὐτοῦ τῆς χειρὸς ἐπανήγαγεν εἰς Ἱεροσόλυμα, ἔτι ἐφοβοῦντο κολλᾶσθαι αὐτῷ· καὶ ὁ μὲν πόλεμος ἐλέλυτο, ὁ δὲ φόβος ἐπέμενε τοῖς ἀποστόλοις. Οἱ οὖν καταλλαγέντα αὐτὸν ἔτι φοβούμενοι, ἐχθρὸν ὄντα καὶ πολέμιον ἐτόλμων πεῖσαι; προσελθεῖν γὰρ ὅλως, ἢ στῆναι, ἢ διᾶραι στόμα, φανῆναι δὲ ὅλως ὑπέμενον;

Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐκ ἦν ἀνθρωπίνη σπουδὴ τὸ γινόμενον, ἀλλὰ θείας χάριτος. Εἰ τοίνυν νεκρὸς ἦν, ὥς φατε, ὁ Χριστὸς, καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν, πῶς μείζονα τὰ σημεῖα μετὰ τὸν σταυρὸν ἐγένετο; πῶς πλείων ἡ ἀπόδειξις τῆς δυνάμεως; Οὐ γὰρ μόνον μετέστησε τὸν πολέμιον, καὶ ἀρχηγὸν τῆς μάχης ὑμῶν· καίτοι εἰ καὶ τοῦτο μόνον ἐποίησε, μεγίστης δυνάμεως ἦν τὸ τὸν ἐχθρὸν καὶ πολέμιον λαβεῖν αἰχμάλωτον· νῦν δὲ οὐχὶ τοῦτο μόνον εἰργάσατο, ἀλλὰ καὶ τούτου πολλῷ μεῖζον. Οὐ γὰρ μόνον μετέστησεν, ἀλλ᾽ οὕτως οἰκεῖον ἐποίησεν, οὕτως ἐπεσπάσατο πρὸς τὴν εὔνοιαν τὴν ἑαυτοῦ, ὡς καὶ αὐτῷ πάντα τῆς Ἐκκλησίας τὰ πράγματα ἐγχειρίσαι.

Σκεῦος γὰρ, φησὶν, ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, καὶ πλείονα τῶν ἀποστόλων πεῖσαι καμεῖν ὑπὲρ τῆς Ἐκκλησίας τῆς πρότερον ὑπ᾽ αὐτοῦ πολεμουμένης. ϛʹ. Βούλει μαθεῖν πῶς αὐτὸν μετέστησε; πῶς αὐτὸν ᾠκειώσατο; πῶς αὐτὸν ἐπεσπάσατο; πῶς εἰς τοὺς πρώτους τῶν φίλων κατέλεξεν; Οὐδενὶ τῶν ἀνθρώπων τοσαῦτα ἐθάῤῥησεν εἰπεῖν ἀπόῤῥητα, ὅσα τῷ Παύλῳ. Καὶ πόθεν τοῦτο δῆλον; Ἤκουσα ἄῤῥητα ῥήματα, φησὶν, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

Εἶδες, ὁ ἐχθρὸς, ὁ πολέμιος πόσην εὔνοιαν ἐπεδείξατο; Διὰ τοῦτο ἀναγκαῖον καὶ τὸν πρότερον βίον αὐτοῦ εἰπεῖν· καὶ γὰρ τὴν τοῦ Θεοῦ δείκνυσιν ἡμῖν φιλανθρωπίαν καὶ δύναμιν· φιλανθρωπίαν μὲν, ὅτι ἐβουλήθη τὸν τοσαῦτα κακὰ ἐργασάμενον σῶσαι, καὶ πρὸς ἑαυτὸν ἐπισπάσασθαι· δύναμιν δὲ, ὅτι βουληθεὶς ἴσχυσε. Καὶ τὴν Παύλου δὲ τοῦτο δείκνυσι ψυχὴν, ὅτι οὐδὲν πρὸς φιλονεικίαν ἐποίει, οὐδὲ ἀνθρωπίνῃ προκατειλημμένος δόξῃ, καθάπερ οἱ Ἰουδαῖοι· ἀλλὰ ζήλῳ πεπυρωμένος, οὐκ ὀρθῷ μὲν, ζήλῳ δὲ ὅμως· ὅπερ καὶ αὐτὸς ἐβόα λέγων, ὅτι Διὰ τοῦτο ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐκπληττόμενος ἔλεγεν· Ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν δὲ τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον· καὶ ἀλλαχοῦ πάλιν ἔλεγεν, ὅτι Τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ μάλιστα ἔδειξεν εἰς ἡμᾶς τοὺς πιστεύοντας.

Εἶδες πῶς καὶ τὴν φιλανθρωπίαν ἔδειξε τοῦ Θεοῦ, καὶ τὴν δύναμιν, καὶ τὸ τῆς ἑαυτοῦ γνώμης ἀδέκαστον ὁ πρότερος Παύλου βίος; Τοῦτο γοῦν Γαλάταις γράφων εἰς ἀπόδειξιν παρήγαγε, τοῦ μὴ δι᾽ ἀνθρώπους μεταβαλέσθαι, ἀλλὰ θείᾳ μετενενῆχθαι δυνάμει.

Εἰ γὰρ ἀνθρώποις, φησὶν, ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ πόθεν δῆλον ὅτι οὐκ ἀνθρώποις ἀρέσκων, πρὸς τὸ κήρυγμα μετέστης; Ἠκούσατε, φησὶ, τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ ἂν δὲ, εἰ ἀνθρώποις ἀρέσκειν ἤθελε, μετέθετο πρὸς τὴν πίστιν. Διὰ τί; Ἐτιμᾶτο παρὰ Ἰουδαίοις, καὶ ἀδείας ἀπήλαυε πολλῆς, καὶ προεδρίας ἠξιοῦτο· οὐκ ἂν οὖν πρὸς ἐπικίνδυνον μετέστη βίον τὸν τῶν ἀποστόλων, τὸν δυσφημίας γέμοντα, τὸν συμφορῶν ἐμπεπλησμένον· ὥστε αὐτὴν (sic) ἀθρόᾳ μεταβολῇ καὶ μεταστάσει, καὶ τὸ καταλιπεῖν μὲν τὴν παρὰ Ἰουδαίοις τιμὴν καὶ τὸν ἀπόλεμον βίον, ἀνταλλάξασθαι δὲ τὴν τῶν ἀποστόλων ζωὴν, τὴν μυρίους ἔχουσαν θανάτους, μεγίστη γέγονεν ἀπόδειξις τοῦ μὴ δι᾽ ἀνθρωπίνην τινὰ πρόφασιν μετατεθῆναι τὸν Παῦλον. Διὰ τοῦτο καὶ ἡμεῖς ἐβουλήθημεν τὸν πρότερον αὐτοῦ βίον εἰς μέσον ἀγαγεῖν, καὶ δεῖξαι τὸν πεπυρωμένον ζῆλον τὸν κατὰ τῆς Ἐκκλησίας, ἵν᾽, ὅταν ἴδῃς τὴν πολλὴν προθυμίαν τὴν ὑπὲρ τῆς Ἐκκλησίας, θαυμάσῃς τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα Θεόν. Διὰ τοῦτο καὶ ὁ μαθητὴς ὁ Παύλου τὰ πρότερα ἡμῖν μετ᾽ ἀκριβείας διηγήσατο, καὶ πολλῆς ἐμφάσεως, οὕτως εἰπών· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου.