Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταβολὴν τῶν ὀνομάτων

Ἰωάννης ὁ Χρυσόστομος

Προοιμιακές παραινέσεις για την εκκλησιαστική σύναξη και τον πνευματικό ζήλο

Ο ιερός πατέρας στηλιτεύει την ερήμωση του ναού, προτρέπει τους παρόντες να μεριμνήσουν για τους απόντες αδελφούς και εξαίρει τη σημασία της προθυμίας κατά την ακρόαση του θείου λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 7

Ἀναγνωσθείσης περικοπῆς, «Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου,» πάντων προσδοκώντων εἰς τὴν ἀρχὴν τοῦ θʹ τῶν Πράξεων τὴν ὁμιλίαν λεχθήσεσθαι, ὅτι ἀναστάσεως ἀπόδειξις ἡ Παύλου κλῆσις. αʹ. Ἆρα ταῦτα φορητά; ἆρα ταῦτα ἀνεκτά; Καθ᾽ ἑκάστην ἡμέραν ἡμῖν ἡ σύναξις πρὸς τὸ ἔλαττον συστέλλεται· καὶ μεστὴ μὲν ἡ πόλις ἀνθρώπων, κενὴ δὲ ἡ ἐκκλησία ἀνθρώπων· μεστὴ μὲν ἡ ἀγορὰ, καὶ θέατρα, καὶ περίπατος· ἔρημος δὲ ὁ τοῦ Θεοῦ οἶκος· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἔρημος μὲν ἡ πόλις ἀνθρώπων, μεστὴ δὲ ἡ ἐκκλησία ἀνθρώπων. Ἀνθρώπους γὰρ οὐ τοὺς ἐπὶ τῆς ἀγορᾶς δεῖ καλεῖν, ἀλλὰ τοὺς ἐπὶ τῆς ἐκκλησίας ὑμᾶς· οὐκ ἐκείνους τοὺς ῥᾳθυμοῦντας, ἀλλ᾽ ὑμᾶς τοὺς σπουδάζοντας· οὐκ ἐκείνους τοὺς περὶ τὰ βιωτικὰ κεχηνότας, ἀλλ᾽ ὑμᾶς τοὺς τὰ πνευματικὰ τῶν βιωτικῶν προτιμῶντας. Οὐ γὰρ, εἴ τις σῶμα ἀνθρώπου καὶ φωνὴν ἔχει, οὗτος ἅνθρωπος· ἀλλ᾽ εἴ τις ψυχὴν ἀνθρώπου, καὶ διάθεσιν ἔχει ψυχῆς. Ψυχῆς δὲ ἀνθρωπίνης οὐδὲν οὕτω τεκμήριον, ὡς τῶν θείων ἐρᾷν λογίων· ὥσπερ οὐδὲν οὕτω κτηνώδους καὶ ἀλόγου ψυχῆς δεῖγμα καὶ σημεῖον, ὡς τῶν θείων ὑπερορᾷν λογίων. Βούλει μαθεῖν, ὅτι οἱ θείας ἀκροάσεως ὑπερορῶντες, καὶ τὸ εἶναι ἄνθρωποι διὰ τῆς ὑπεροψίας ταύτης ἀπώλεσαν, καὶ τῆς εὐγενείας αὐτῆς ἐξέπεσαν;

Οὐκ ἐμὸν ὑμῖν ἐρῶ λόγον, ἀλλὰ προφητικὴν ἐρῶ ῥῆσιν, τὴν ἐμὴν γνώμην κυροῦσαν, ἵν᾽ ἴδητε ὅτι λόγων οὐκ ἐρῶντες πνευματικῶν, οὐδὲ ἄνθρωποι εἶναι δύνανται· ἵνα ἴδητε ὅτι ἔρημος ἡμῖν ἐστιν ἡ πόλις ἀνθρώπων. Ὁ γὰρ μεγαλοφωνότατος Ἡσαΐας, ὁ τῶν παραδόξων ὄψεων θεωρὸς, ὁ τὰ σεραφεὶμ ἰδεῖν καταξιωθεὶς ἔτι ὢν ἐν σαρκὶ, ὁ τοῦ μυστικοῦ μέλους ἐκείνου, οὗτος εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν εἰσελθὼν τὴν πολυάνθρωπον, τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς ἑστὼς, τοῦ δήμου παντὸς αὐτὸν περιεστῶτος, βουλόμενος δεῖξαι, ὅτι ὁ μὴ ἀκούων τῶν λόγων τῶν προφητικῶν, οὐκ ἔστιν ἄνθρωπος, ἐβόα λέγων· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὑπακουσόμενος.

Καὶ ὅτι οὐ διὰ τὴν ἐρημίαν τῶν παρόντων, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκροωμένων τοῦτο εἶπεν, εἰπὼν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐπήγαγε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ὥστε παρῆσαν μὲν, οὐκ ἐνομίζοντο δὲ παρεῖναι, ἐπειδὴ τοῦ προφήτου οὐκ ἤκουον· διὰ τοῦτο ἐπειδὴ ἦλθε, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἐγὼ μὲν γὰρ, φησὶ, πρὸς ἀνθρώπους ἀπεστάλην, πρὸς ἀνθρώπους νοῦν ἔχοντας· ἐπειδὰν δὲ οὔτε λόγον, οὔτε αἴσθησιν ἔχοντες ὦσι, διὰ τοῦτο τοῖς οὐκ ἔχουσιν αἴσθησιν στοιχείοις διαλέγομαι, εἰς κατηγορίαν τῶν αἰσθήσει τετιμημένων μὲν, οὐ χρωμένων δὲ τῇ τιμῇ. Οὕτω καὶ ἕτερος προφήτης φησὶν ὁ Ἱερεμίας. Καὶ γὰρ καὶ ἐκεῖνος ἐν μέσῳ πλήθει τῶν Ἰουδαίων ἑστὼς, ἐν αὐτῇ τῇ πόλει, ὥσπερ οὐδενὸς παρόντος, οὕτως ἐβόα· Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; Τί λέγεις; τοσοῦτον πλῆθος ὁρῶν, ἐρωτᾷς, πρὸς τίνα λαλήσεις; Ναὶ, φησί· τὸ πλῆθος γὰρ τῶν σωμάτων ἐστὶν, ἀλλ᾽ οὐ πλῆθος ἀνθρώπων· σωμάτων ἐστὶ πλῆθος οὐκ ἐχόντων ἀκοήν.

Διά τοι τοῦτο καὶ ἐπήγαγεν· Ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ὁρᾷς ὅτι πάντες οὗτοι διὰ τὸ μὴ ἀκούειν οὐκ εἰσὶν ἄνθρωποι; Ἐκεῖνός φησιν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος· οὗτός φησι, Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Εἰ δὲ τοὺς παρόντας, ἐπειδὴ μὴ προσεῖχον μετὰ σπουδῆς τοῖς λεγομένοις, οὐδὲ ἀνθρώπους εἶναί φασιν οἱ προφῆται, τί ἂν εἴποιμεν ἡμεῖς περὶ τῶν οὐ μόνον οὐκ ἀκουομένων, ἀλλ᾽ οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν τούτων προθύρων ἀνεχομένων, περὶ τῶν ἔξω τῆς ἱερᾶς ταύτης ἀγέλης πλανωμένων, πόῤῥωθεν ὄντων τῆς μητρικῆς ταύτης οἰκίας, ἐν ἀμφόδοις καὶ στενωποῖς, καθάπερ τὰ ἄτακτα καὶ ῥᾴθυμα τῶν παιδίων; καὶ γὰρ ἐκεῖνα τὸν πατρῷον οἶκον ἀφέντα, ἔξω που πλανᾶται, ἐν ἀθύρμασι διημερεύοντα παιδικοῖς· διά τοι τοῦτο καὶ τῆς ἐλευθερίας καὶ τῆς ζωῆς πολλάκις ἐξέπεσε τὰ τοιαῦτα παιδία. Περιτυγχάνοντα γὰρ ἀνδραποδιστῶν ἢ λωποδυτῶν χερσὶ, θάνατον πολλάκις τὴν τιμωρίαν τῆς ῥᾳθυμίας ἔδωκαν. Λαμβάνοντες γὰρ ἐκεῖνοι αὐτὰ, καὶ τὸν χρυσοῦν ἀφελόμενοι κόσμον, ἢ ῥεύμασι ποταμῶν ἀποπνίγουσιν, ἢ ὅταν φιλανθρωπότερόν τι περὶ αὐτῶν βουλεύσωνται, εἰς τὴν ἀλλοτρίαν ἀπαγαγόντες γῆν, τὴν ἐλευθερίαν αὐτῶν ἀποδίδονται. Τοῦτο καὶ οὗτοι πάσχουσιν.

Ἐπειδὰν γὰρ τοῦ πατρῴου οἴκου καὶ τῆς ἐνταῦθα διατριβῆς ἀποπλανηθῶσι, περιτυγχάνουσι στόμασιν αἱρετικῶν, καὶ ταῖς γλώσσαις τῶν τῆς ἀληθείας ἐχθρῶν· εἶτα, καθάπερ ἀνδραποδισταὶ λαβόντες αὐτοὺς ἐκεῖνοι, καὶ τὸν χρυσοῦν τῆς πίστεως ἀφελόμενοι κόσμον, ἀποπνίγουσιν εὐθέως, οὐκ εἰς ποταμοὺς ἐμβάλλοντες, ἀλλ᾽ εἰς τὰ θολερὰ τῆς δυσωδίας αὐτῶν καταποντίζοντες δόγματα.

βʹ. Ὑμέτερον ἂν εἴη τῆς τῶν ἀδελφῶν τούτων προνοῆσαι σωτηρίας, καὶ ἐπαναγαγεῖν αὐτοὺς πρὸς ἡμᾶς, κἂν ἀνθέλκωσι, κἂν ἀντιτείνωσι, κἂν καταβοῶσι, κἂν ὀδύρωνται. Παιδικῆς ἡ φιλονεικία αὕτη καὶ ῥᾳθυμία διανοίας ἐστίν. Ἀλλ᾽ ὑμεῖς διορθώσατε τὴν ἀτελέστερον ἔτι διακειμένην αὐτῶν ψυχήν· ὑμέτερόν ἐστι πεῖσαι γενέσθαι ἀνθρώπους αὐτούς. Ὥσπερ γὰρ τὸν ἀνθρωπίνην ἀποστρεφόμενον τροφὴν, ἀκάνθας δὲ καὶ βοτάνας μετὰ τῶν θρεμμάτων βοσκόμενον, οὐκ ἂν εἴποιμεν ἄνθρωπον εἶναι· οὕτω δὴ τὸν τὴν ἀληθῆ καὶ προσήκουσαν ἀνθρωπίνῃ ψυχῇ μισοῦντα τροφὴν, τὴν ἀπὸ τῶν θείων λογίων, ἐν δὲ βιωτικοῖς συλλόγοις καὶ συνεδρίοις ἀεὶ αἰσχρότητος γέμουσι καθήμενον, καὶ παράνομα βοσκόμενον ῥήματα, οὐκ ἂν εἴποιμεν ἄνθρωπον εἶναι. Ἄνθρωπος γὰρ καθ᾽ ἡμᾶς, οὐκ εἴ τις ἄρτον τρέφοιτο μόνον, ἀλλ᾽ εἴ τις πρὸ τῆς τροφῆς ἐκείνης θείων λογίων μετέχοι καὶ πνευματικῶν. Καὶ ὅτι τοῦτο ἄνθρωπος, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ὥστε διπλῆ τῆς ζωῆς ἡμῶν ἡ τροφὴ, ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων· καὶ δεῖ μάλιστα ταύτης ἀντιποιεῖσθαι, ὥστε καὶ τὴν ψυχὴν διατρέφειν, καὶ μὴ περιορᾷν αὐτὴν λιμῷ τηκομένην.

Ὑμέτερον οὖν ἂν εἴη ποιῆσαι τὴν πόλιν ἡμῖν μεστὴν ἀνθρώπων. Ἐπειδὴ οὖν ἔρημός ἐστιν ἀνθρώπων ἡ μεγάλη αὕτη καὶ πολυάνθρωπος, δίκαιοι δ᾽ ἂν εἴητε τοῦτον τῇ πατρίδι τὸν ἔρανον εἰσενεγκεῖν, καὶ τοὺς ἀδελφοὺς ἐπισπάσασθαι δεῖ, ἂν τὰ ἐντεῦθεν πρὸς ἐκείνους διακομίσητε. Καὶ γὰρ τραπέζης τότε πείθομεν ἀπολαύειν, οὐχ ὅταν ἐπαινῶμεν τὴν τράπεζαν μόνον, ἀλλὰ καὶ ὅταν τῶν ἐξ αὐτῆς ἐδεσμάτων τοῖς ἀπολειφθεῖσιν ἔχωμέν τι παρασχεῖν. Τοῦτο καὶ ὑμεῖς ποιήσατε νῦν, καὶ δυοῖν θάτερον ἔσται πάντως, ἢ πείσατε αὐτοὺς πρὸς ἡμᾶς ἐπανελθεῖν, ἢ μένοντες ἐπὶ τῆς αὐτῆς φιλονεικίας, διὰ τῆς ὑμετέρας τραφήσονται γλώττης, μᾶλλον δὲ ἐπανήξουσι πάντως. Οὐ γὰρ αἱρήσονται ἐν χάριτος τρέφεσθαι μέρει, παρὸν μετ᾽ ἐξουσίας τῆς πατρικῆς ταύτης ἀπολαύειν τραπέζης. Ἀλλ᾽ ὅτι μὲν τοῦτο ποιεῖτε, ἢ πεποιήκατε, ἢ ποιήσετε, πάνυ θαῤῥῶ καὶ πιστεύω· καὶ γὰρ αὐτὸς συνεχῶς ταῦτα παραινῶν οὐ διέλιπον· καὶ ὑμεῖς δὲ πεπληρωμένοι ἐστὲ πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.

Ὥρα δὴ λοιπὸν τὴν ἡμετέραν ὑμῖν παραθεῖναι τράπεζαν τὴν εὐτελῆ ταύτην καὶ πτωχὴν, καὶ πενίας μὲν πολλῆς γέμουσαν, ἔχουσαν δὲ ὄψον ἄριστον, ὑμῶν τῶν ἀκροωμένων τὴν ἐπιθυμίαν. Τράπεζαν γὰρ ἡδίστην οὐκ ἐδεσμάτων πολυτέλεια ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τῶν κεκλημένων ποιεῖ ὄρεξις· οὕτω λαμπρὰ τράπεζα εὐτελὴς φανεῖται, ὅταν μὴ μετὰ τοῦ πεινῇν προσβάλωσιν οἱ παρόντες· οὕτω καὶ ἡ εὐτελὴς πολυτελὴς δείκνυται, ὅταν πεινῶντας λάβῃ τοὺς δαιτυμόνας.

Ὅπερ οὖν καὶ ἕτερός τις συνιδὼν, ὅτι οὐ τῇ φύσει τῶν ἐδεσμάτων, ἀλλὰ τῇ διαθέσει τῶν ἑστιωμένων ἡ πολυτέλεια κρίνεται τῶν τραπεζῶν, οὕτω πώς φησι· Ψυχὴ ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται· οὐ τῆς φύσεως τῶν προκειμένων μεταβαλλομένης, ἀλλὰ τῆς διαθέσεως τῶν ἑστιωμένων κλεπτούσης τὴν αἴσθησιν.

Εἰ δὲ τὰ πικρὰ γλυκέα φαίνεται διὰ τὴν ἐπιθυμίαν τῶν κεκλημένων, πολλῷ μᾶλλον τὰ εὐτελῆ πολυτελῆ φαίνεται. Διὸ δὴ καὶ ἡμεῖς ἐσχάτῃ συζῶντες πενίᾳ, τοὺς φιλοτίμους τῶν ἑστιατόρων μιμούμεθα, καθ᾽ ἑκάστην σύναξιν πρὸς τὴν ἡμετέραν καλοῦντες ὑμᾶς τράπεζαν. Ποιοῦμεν δὲ τοῦτο, οὐ τῇ τῆς οἰκείας εὐπορίας πεποιθότες, ἀλλὰ τῇ τῆς ὑμετέρας ἀκροάσεως θαῤῥοῦντες.