Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν μεταβολὴν τῶν ὀνομάτων

Ἰωάννης ὁ Χρυσόστομος

Η θεολογία της μεταβολής των ονομάτων και τα παραδείγματα του Αδάμ και του Ισαάκ

Διατυπώνονται τα θεολογικά ερωτήματα περί της θείας μετονομασίας των αγίων και αναλύεται η παιδαγωγική και χριστολογική διάσταση της ονομασίας του Αδάμ από την παρθένο γη της Εδέμ, καθώς και του Ισαάκ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 7

Ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ἄρξασθαι τοῦ προοιμίου σήμερον, ἐβουλόμην ἐμβαλεῖν εἰς τὴν ἀρχὴν τοῦ διηγήματος, ἀλλ᾽ ὁρῶ πέλαγος νοημάτων ἀπὸ τοῦ ὀνόματος μόνον. Ἐννόησον γὰρ ὅσον εὐθέως ἡμῖν κινεῖ ζήτημα, τὸ, Σαῦλος, τοῦτο· ἐν γὰρ ταῖς Ἐπιστολαῖς ἕτερον ὄνομα ὁρῶ κείμενον· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος· Παῦλος καὶ Σωσθένης· Παῦλος κλητὸς ἀπόστολος· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν· νυνὶ δὲ ὡς Παῦλος, καὶ πανταχοῦ Παῦλος καλεῖται, ἀλλ᾽ οὐχὶ Σαῦλος λέγεται. Τίνος οὖν ἕνεκεν πρὸ τούτου μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη;

Οὐκ ἔστι ψιλὸν τὸ ζήτημα· καὶ γὰρ Πέτρος εὐθέως ἐπιτρέχει· καὶ γὰρ κἀκεῖνος πρὸ τούτου μὲν Σίμων ἐλέγετο, μετὰ δὲ ταῦτα ὠνομάσθη Κηφᾶς· καὶ υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, Υἱοὶ βροντῆς μετωνομάσθησαν. Καὶ οὐκ ἐν τῇ Καινῇ δὲ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ εὑρίσκομεν τὸν Ἀβραὰμ πρὸ τούτου μὲν Ἀβρὰμ λεγόμενον, μετὰ ταῦτα δὲ Ἀβραάμ· καὶ τὸν Ἰακὼβ νῦν μὲν Ἰακὼβ λεγόμενον, μετὰ δὲ ταῦτα Ἰσραήλ· καὶ τὴν Σάῤῥαν πρὸ τούτου Σάραν λεγομένην, μετὰ δὲ ταῦτα Σάῤῥαν· καὶ πολλὴν ἡμῖν τῶν ὀνομάτων ἡ μετάθεσις παρέχει τὴν ζήτησιν· καὶ δέδοικα μὴ, πολλὰ ῥεύματα ποταμῶν ἐξαίφνης ἀφεὶς, ἀποπνίξω τῆς διδασκαλίας τὸν λόγον. Καθάπερ γὰρ ἐν χωρίῳ νοτίδα ἔχοντι, ὅπουπερ ἂν διασκάψῃ τις, πηγαὶ πανταχόθεν ἐκπηδῶσιν· οὕτω καὶ ἐν τῷ χωρίῳ τῶν θείων Γραφῶν, ὅπουπερ ἂν διανοίξῃς, ποταμοὺς ἐξιόντας ὄψει πολλοὺς, ὅθεν καὶ πάντας αὐτοὺς ἀθρόον ἀφεῖναι τήμερον δέος ἐστὶν οὐ μικρόν. Διόπερ τὸν ἡμέτερον ἀποφράξας ῥύακα, παραπέμψω τὴν ὑμετέραν ἀγάπην πρὸς τὴν ἱερὰν πηγὴν τῶν προέδρων τούτων καὶ διδασκάλων τὴν καθαρὰν ταύτην καὶ πότιμον καὶ γλυκὺν, νᾶμα τὸ ἐξ αὐτῆς ἐξερχόμενον τῆς πέτρας τῆς νοητῆς.

Παρασκευάσωμεν τοίνυν τὴν διάνοιαν πρὸς ὑποδοχὴν τῆς διδασκαλίας, ἀρύσασθαι τὰ πνευματικὰ νάματα, ἵνα γένηται ἐν ἡμῖν πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρὸς τοὺς ἐγκαλοῦντας ὑπὲρ τοῦ μήκους τῶν εἰρημένων, καὶ πρὸς τοὺς δυσχεραίνοντας ὑπὲρ τῆς βραχυλογίας, καὶ περὶ τῆς τοῦ Σαύλου προσηγορίας καὶ Παύλου, καὶ τίνος ἕνεκεν Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος ἐκλήθη, ὅτι χρησίμως καὶ συμφερόντως, καὶ εἰς τοὺς νεοφωτίστους. αʹ. Τί ποτε ἄρα χρὴ ἡμᾶς ποιῆσαι τήμερον; Τὸ μὲν γὰρ πλῆθος ὑμῶν ὁρῶν, δέδοικα πρὸς μῆκος ἐκτεῖναι τὸν λόγον. Καὶ γὰρ ὅταν ἡ διδασκαλία μακροτέρω προβαίνῃ, ὁρῶ συμπατουμένους ὑμᾶς, στενοχωρουμένους, καὶ τὴν ἀπὸ τῆς στενοχωρίας θλίψιν τῇ τῆς ἀκροάσεως ἀκριβείᾳ λυμαινομένην· ἀκροατὴς γὰρ ἀνέσεως οὐκ ἀπολαύων, οὐδὲ μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις δύναιτ᾽ ἄν.

Τὸ μὲν οὖν πλῆθος ὑμῶν, ὡς ἔφην, ὁρῶν, δέδοικα πρὸς μῆκος ἐκτεῖναι τὸν λόγον· τὸν δὲ πόθον ὑμῶν λογιζόμενος φοβοῦμαι συστεῖλαι τὴν διδασκαλίαν. Ὁ γὰρ διψῶν, ἐὰν μὴ πρότερον πεπληρωμένην ἴδῃ τὴν φιάλην, οὐδὲ τοῖς χείλεσιν αὐτὴν ἡδέως ἂν προσαγάγοι· ἀλλὰ κἂν μὴ πᾶσαν αὐτὴν ἐκπίνειν μέλλοι, πᾶσαν αὐτὴν γέμουσαν ἰδεῖν ἐπιθυμεῖ. Διὰ τοῦτο οὐκ ἔχω τί χρήσομαι τῇ δημηγορίᾳ. Καὶ γὰρ τῇ βραχυλογίᾳ τὸν κάματον ὑποτέμνεσθαι τὸν ὑμέτερον βούλομαι, καὶ τῷ μήκει τοῦ λόγου τὴν ἐπιθυμίαν ὑμῶν ἐμπλῆσαι. Ἀλλ᾽ ἑκάτερα πολλάκις ταῦτα ἐποίησα, καὶ οὐδὲ ἅπαξ τὴν αἰτίαν διέφυγον. Οἶδα ὅτι πολλάκις φειδόμενος ὑμῶν πρὸ τοῦ τέλους κατέλυσα τὸν λόγον, καὶ κατεβόησαν ἡμῶν οἱ ψυχὴν ἀκόρεστον ἔχοντες, οἱ συνεχῶς μὲν τῶν θείων ἀπολαύοντες ναμάτων, οὐδέποτε δὲ ἐμπιπλάμενοι, οἱ Μακάριοι ἐκεῖνοι, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ τὰς παρὰ τούτων καταβοήσεις φοβηθεὶς πάλιν προῆλθον μέχρι πολλοῦ τὴν διδασκαλίαν ἐκτείνων, καὶ διὰ τοῦτο αἰτίαν ὑπέμενον.

Οἱ γὰρ βραχυλογίας ἐρῶντες ἀπαντῶντες παρεκάλουν τῆς αὐτῶν ἀσθενείας φείδεσθαι, καὶ συστέλλειν τὸ μῆκος τῶν λεγομένων. Ὅταν μὲν οὖν στενοχωρουμένους ὑμᾶς ἴδω, πρὸς σιγὴν συνελαύνω τὸν λόγον· ὅταν δὲ στενοχωρουμένους, καὶ οὐκ ἀφισταμένους, ἀλλ᾽ ἐκκρεμαμένους πρὸς πλείονα δρόμον, τὴν γλῶτταν διεγείρειν ἐπιθυμῶ. Στενά μοι πάντοθεν. Τί πάθω; Ὁ μὲν γὰρ ἑνὶ δουλεύων κυρίῳ, καὶ μιᾷ γνώμῃ ὑπηρετεῖν ἀναγκαζόμενος, μετ᾽ εὐκολίας ἀρέσκειν δύναται τῷ δεσπότῃ, καὶ μὴ διαμαρτάνειν· ἐγὼ δὲ πολλοὺς ἔχω δεσπότας, δήμῳ τοσούτῳ δουλεύειν ἀναγκαζόμενος διάφορον ἔχοντι γνώμην. Ταῦτα δὲ εἶπον οὐ δυσχεραίνων τὴν δουλείαν, μὴ γένοιτο, οὐδὲ δραπετεύων τὴν δεσποτείαν ὑμῶν. Οὐδὲν γάρ μοι τῆς δουλείας ταύτης σεμνότερον. Οὐχ οὕτω βασιλεὺς ἐπὶ τῷ διαδήματι καὶ τῇ πορφυρίδι μέγα φρονεῖ, ὡς ἐγὼ νῦν ἐπὶ τῇ δουλείᾳ τῆς ὑμετέρας ἀγάπης ἐγκαλλωπίζομαι. Ἐκείνην μὲν γὰρ τὴν βασιλείαν θάνατος διαδέχεται· ταύτην δὲ τὴν δουλείαν, ἂν ἀπαρτισθῇ καλῶς, βασιλεία οὐρανῶν ἀναμένει. Μακάριος γὰρ ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ διδόναι τὸ σιτομέτριον τοῖς συνδούλοις αὐτοῦ. Ἀμὴν λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.

Εἶδες πόσον τὸ κέρδος τῆς δουλείας ταύτης, ὅταν σπουδαίως γένηται; Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι τοῦ δεσπότου καθίσταται. Οὐ φεύγω τοίνυν τὴν δουλείαν· μετὰ γὰρ Παύλου δουλεύω. Καὶ γὰρ ἐκεῖνός φησιν, ὅτι Οὐχ ἑαυτοὺς κηρύττομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.

Καὶ τί λέγω Παῦλον; Εἰ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν διὰ τοὺς δούλους, τί μέγα εἰ ὁ δοῦλος ἐγὼ δοῦλος ἐγενόμην τοῖς συνδούλοις δι᾽ ἐμαυτόν; Οὐ τοίνυν δραπετεύων ὑμῶν τὴν δεσποτείαν ταῦτα εἶπον, ἀλλ᾽ ἀξιῶν συγγνώμης τυχεῖν, ἐὰν μὴ ταῖς ἁπάντων γνώμαις κατάλληλον παραθῶμαι τὴν τράπεζαν. Μᾶλλον δὲ τοῦτο ποιήσατε ὃ λέγω νῦν. Ὑμεῖς οἱ μὴ δυνάμενοι ἐμπλησθῆναί ποτε, ἀλλὰ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ μακρῶν ἐπιθυμοῦντες λόγων, διὰ τὴν ἀσθένειαν τῶν ὑμετέρων ἀδελφῶν ἀνάσχεσθε τοῦ συνήθους περικοπτομένου μέτρου τῶν λόγων. Πάλιν ὑμεῖς οἱ βραχυλογίας ἐρῶντες καὶ ἀσθενέστερον διακείμενοι, διὰ τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους τοὺς ἀκορέστους μικρὸν καρτερήσατε πόνον, ἀλλήλων τὰ βάρη βαστάζοντες, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὐχ ὁρᾶτε τοὺς Ὀλυμπιακοὺς ἀθλητὰς εἰς μέσον τοῦ θεάτρου ἑστῶτας, ἐν μεσημβρίᾳ μέσῃ καθάπερ ἐν καμίνῳ τῷ σκάμματι καὶ γυμνῷ τῷ σώματι τὴν ἀκτῖνα δεχομένους, ὥσπερ τινὰς ἀνδριάντας χαλκοῦς καὶ ἡλίῳ καὶ κονιορτῷ καὶ πνίγει μαχομένους, ἵνα τὴν τοσαῦτα ταλαιπωρήσασαν κεφαλὴν φύλλοις δάφνης ἀναδήσωνται;

Ὑμῖν δὲ οὐ στέφανος δάφνης, ἀλλὰ στέφανος δικαιοσύνης πρόκειται τῆς ἀκροάσεως ὁ μισθὸς, καὶ οὐδὲ μέχρι μεσημβρίας μέσης ὑμᾶς κατέχομεν, ἀλλ᾽ ἀπ᾽ αὐτῶν τῶν προοιμίων τῆς ὑμετέρας ἕνεκα ὀλιγωρίας διαφίεμεν, ἔτι τοῦ ἀέρος ὄντος ψυχροτέρου, καὶ οὐ διαθερμαινομένου ταῖς ἀπὸ τῶν ἀκτίνων βολαῖς, οὐ γυμνῇ τῇ κεφαλῇ κελεύοντες ὑμᾶς τὴν ἀκτῖνα δέχεσθαι, ἀλλ᾽ ὑπὸ τὸν θαυμαστὸν τοῦτον ἄγομεν ὄροφον, καὶ τὴν ἀπὸ τῆς στέγης παρέχομεν παραμυθίαν παντὶ τρόπῳ ἐπινοοῦντες ὑμῖν ἄνεσιν, ὥστε γενέσθαι τῶν λεγομένων μόνιμον τὴν ἀκρόασιν. Μὴ δὴ γενώμεθα μαλακώτεροι τῶν παιδίων τῶν ἡμετέρων τῶν εἰς διδασκαλεῖα βαδιζόντων· ἐκεῖνα πρὸ τῆς μεσημβρίας οὐ τολμᾷ ἀναχωρῆσαι οἴκαδε, ἀλλ᾽ ἄρτι τοῦ γάλακτος ἀποσπασθέντα, ἄρτι τῆς θηλῆς ἀποστάντα, οὐδέπω οὐδὲ πέντε ἐτῶν ἡλικίαν ἄγοντα, ἐν νεαρῷ καὶ ἁπαλῷ σώματι πᾶσαν καρτερίαν ἐπιδείκνυται· κἂν πνῖγος, κἂν δίψος, κἂν ἄλλο ὁτιοῦν παρενοχλῇ, πρὸς μεσημβρίαν μέσην διακαρτερεῖ, καὶ ταλαιπωρεῖται ἐν τῷ διδασκαλείῳ καθήμενα. Εἰ καὶ μηδένα οὖν ἕτερον, ἐκεῖνα μιμησώμεθα τὰ παιδία ἡμεῖς οἱ ἄνδρες οἱ φθάσαντες εἰς μέτρον ἡλικίας. Εἰ γὰρ τοὺς λόγους τοὺς περὶ ἀρετῆς μὴ ἀνεχόμεθα ἀκούειν, τίς ἡμῖν πιστεῦσαι δυνήσεται, ὅτι τοὺς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς ὑπομενοῦμεν; εἰ πρὸς τὴν ἀκρόασιν οὕτω βάναυσοι, πόθεν δῆλον, ὅτι πρὸς τὴν πρᾶξίν ἐσμεν διεγηγερμένοι;

εἰ τὸ εὐκολώτερον παραπεμψώμεθα, πῶς τὸ δυσκολώτερον οἴσομεν; Ἀλλὰ πολλὴ ἡ στενοχωρία, πολλὴ ἡ βία. Ἀλλ᾽ ἄκουσον ὅτι βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ἐπεὶ οὖν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζομεν, δεῖ ἡμᾶς καὶ ἑαυτοὺς στενοχωρεῖν καὶ θλίβειν, ἵνα δυνηθῶμεν διοδεῦσαι τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν. Ὁ γὰρ ἐμπλατύνων ἑαυτὸν, οὐκ ἂν οὕτω ῥᾳδίως τὴν ἐστενωμένην ὁδὸν διαδράμοι, ἀλλ᾽ ὁ συνέχων, καὶ θλίβων, καὶ πιέζων.

βʹ. Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ἐστὶν ἡμῖν ἡ ζήτησις τήμερον, ἀλλ᾽ ὑπὲρ ζητήματος τὴν ἀρχὴν μὲν λαβόντος χθὲς, τὴν δὲ λύσιν μὴ λαβόντος διὰ τὸ πολλὰ γενέσθαι τὰ προβληθέντα. Τί δὴ τοῦτό ἐστι; Περὶ τῆς τῶν ὀνομάτων θέσεως ἐζητοῦμεν, ἅπερ ἐπέθηκε τοῖς ἁγίοις ὁ Θεός. Τοῦτο δὲ τὸ πρᾶγμα δοκεῖ μὲν ψιλὸν εἶναι, εἴ τις ἀκούσειε· πολὺν δὲ ἔχει θησαυρὸν, εἴ τις μετὰ ἀκριβείας προσέχοι. Καὶ γὰρ τὴν χρυσῖτιν γῆν τὴν ἐν τοῖς μετάλλοις κειμένην οἱ μὲν ἄπειροι καὶ ἁπλῶς ὁρῶντες γῆν νομίζουσιν εἶναι μόνον ψιλὴν, καὶ οὐδὲν πλέον ἔχειν τῆς ἑτέρας· οἱ δὲ τοῖς ὀφθαλμοῖς τῆς τέχνης καταμανθάνοντες ἴσασι τῆς γῆς ταύτης τὴν εὐγένειαν, καὶ τῷ πυρὶ παραδόντες αὐτῆς τὴν βάσανον, ἅπασαν αὐτῆς ἐκκαλύπτουσι τὴν ὑπεροχήν.

Οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν, οἱ μὲν ἁπλῶς ἀναγινώσκοντες τὰ γράμματα, γράμματα εἶναι νομίζουσι ψιλὰ καὶ τῶν ἄλλων πλέον ἔχειν οὐδέν· οἱ δὲ τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ καταμανθάνοντες, καθάπερ ἐκεῖνοι τοῖς τῆς τέχνης ὀργάνοις, πυρὶ τοῦ Πνεύματος παραδιδόντες αὐτῶν τὴν ἐξέτασιν, ἅπαντα τὸν χρυσὸν αὐτῶν ὄψονται ῥᾳδίως.

Πόθεν οὖν ἡ ἀρχὴ τῆς ζητήσεως γέγονεν; Οὐδὲ γὰρ ἁπλῶς ἐνεπέσαμεν εἰς τὴν πραγματείαν ταύτην, ἵνα μή τις ἡμῶν ἀκαιρίαν καταγινώσκῃ· ἀλλ᾽ ἐπεθυμήσαμεν εἰπεῖν τὰ Παύλου κατορθώματα, τῶν Πράξεων τῶν ἀποστολικῶν ὑμῖν ὑπαναγινωσκομένων, καὶ ἡψάμεθα τοῦ προοιμίου τῆς ἱστορίας· ηὕραμεν δὲ τὴν ἀρχὴν τοῦ διηγήματος οὕτως ἔχουσαν· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Εὐθέως ὑμᾶς διετάραξεν ἡ τοῦ ὀνόματος ἐναλλαγή· εὑρίσκομεν γὰρ ἐν ταῖς Ἐπιστολαῖς ἁπάσαις, καὶ ἐν τοῖς προοιμίοις ἐκείνοις οὐ Σαῦλον αὐτὸν, ἀλλὰ Παῦλον καλούμενον, καὶ τοῦτο οὐκ ἐπὶ τούτου μόνου, ἀλλὰ καὶ ἐπὶ πολλῶν ἑτέρων γινόμενον.

Καὶ γὰρ καὶ ὁ Πέτρος Σίμων ἐλέγετο πρὸ τούτου, καὶ τὰ τέκνα Ζεβεδαίου Ἰάκωβος καὶ Ἰωάννης Υἱοὶ βροντῆς μετωνομάσθησαν ὕστερον, καὶ ἐν τῇ Παλαιᾷ δὲ τὸ ἔθος αὐτὸ τοῦτο ἴδοι τις ἂν ἐπ᾽ ἐνίων κρατῆσαν· καὶ γὰρ ὁ Ἀβραὰμ πρότερον Ἀβρὰμ λεγόμενος μετὰ ταῦτα Ἀβραὰμ ἐκαλεῖτο, καὶ Σάῤῥα πρὸ τούτου Σάρα, μετὰ δὲ ταῦτα Σάῤῥα ὠνομάσθη, καὶ ὁ Ἰακὼβ δὲ μετὰ ταῦτα Ἰσραὴλ προσηγορεύετο· ἄτοπον οὖν ἔδοξεν ἡμῖν εἶναι τοσοῦτον ὀνομάτων θησαυρὸν παραδραμεῖν ἁπλῶς. Τοῦτο δὲ καὶ ἐπὶ ἀρχόντων τῶν ἔξωθεν συμβαῖνον εὕροι τις ἄν· καὶ γὰρ καὶ ἐκείνοις διπλοῦς ὁ χρηματισμὸς τῶν ὀνομάτων.

Ὅρα δέ· Διεδέξατο, φησὶ, τὸν Φήλικα Πόρτιος Φῆστος· καὶ πάλιν, Συνῆν τις τῷ ἀνθυπάτῳ καλουμένῳ Σεργίῳ Παύλῳ· καὶ ὁ τὸν Χριστὸν ἐκδοὺς τοῖς Ἰουδαίοις Πόντιος Πιλάτος ἐλέγετο. Οὐ τοῖς ἄρχουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς στρατιώταις πολλάκις διπλᾶ τὰ ὀνόματα, καὶ τοῖς τὸν ἰδιωτικὸν ἀνῃρημένοις βίον ἀπὸ αἰτίας τινὸς καὶ ὑποθέσεως διπλῆ γέγονεν ἡ προσηγορία. Ἀλλ᾽ ὑπὲρ μὲν ἐκείνων οὐδὲν ἡμῖν ὄφελος ζητεῖν πόθεν οὕτως ἐκλήθησαν· ὅταν δὲ ὁ Θεὸς ὀνομάζῃ, πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν χρὴ ὡς εὑρεῖν τὴν αἰτίαν.

Οὐδὲν γὰρ ἁπλῶς οὔτε εἰκῆ οὔτε ποιεῖν οὔτε λέγειν ὁ Θεὸς εἴωθεν, ἀλλ᾽ ἕκαστον μετὰ τῆς αὐτῷ προσηκούσης σοφίας. Τί δήποτε οὖν Σαῦλος ἐλέγετο, ὅτε ἐδίωκεν, καὶ Παῦλος μετωνομάσθη, ὅτε ἐπίστευσε; Τινές φασιν ὅτι ἡνίκα μὲν ἐθορύβει καὶ ἐτάραττε καὶ συνέχεεν ἅπαντα, καὶ τὴν Ἐκκλησίαν ἐσάλευε, Σαῦλος ἐλέγετο, δι᾽ αὐτὸ τοῦτο τὸ σαλεύειν τὴν Ἐκκλησίαν, ἀπὸ τοῦ πράγματος λαβὼν τὴν προσηγορίαν· ἐπειδὴ δὲ ἀπέστη τῆς μανίας ἐκείνης καὶ τὴν ταραχὴν ἀπέθετο, καὶ τὸν πόλεμον κατέλυσε, καὶ τοῦ διώκειν ἐπαύσατο, πάλιν Παῦλος ἀπὸ τοῦ παύσασθαι μετωνομάσθη· ἀλλ᾽ ἕωλος οὗτος ὁ λόγος καὶ οὐκ ἀληθὴς, καὶ διὰ τοῦτο αὐτὸν τέθεικα εἰς μέσον, ἵνα μὴ παρακρούησθε ταῖς ψιλαῖς αἰτιολογίαις. Πρῶτον μὲν γὰρ οἱ γονεῖς αὐτῷ τοῦτο τεθείκασι τοὔνομα οὐχὶ προφῆταί τινες ὄντες, καὶ τὸ μέλλον προορῶντες.

Ἔπειτα εἰ διὰ τοῦτο Σαῦλος ἐλέγετο, ἐπειδὴ τὴν Ἐκκλησίαν ἐσάλευε καὶ ἐτάραττεν, ἔδει παυσάμενον αὐτὸν τοῦ σαλεύειν τὴν Ἐκκλησίαν εὐθέως καὶ τὸ ὄνομα ἀποθέσθαι· νῦν δὲ ὁρῶμεν αὐτὸν τοῦ μὲν σάλου τῶν κατὰ τῆς Ἐκκλησίας ἀποστάντα, τὸ ὄνομα δὲ οὐκ ἀποθέμενον, ἀλλ᾽ ἔτι Σαῦλον λεγόμενον.

Καὶ ἵνα μὴ νομίσητε ὅτι παρακρουόμενος ὑμᾶς ταῦτα λέγω, ἄνωθεν ὑμῖν τοῦτο ἀπαριθμήσομαι. Ἐξέβαλον τὸν Στέφανον, φησὶ, καὶ ἐλιθοβόλουν αὐτὸν, καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου· καὶ πάλιν, Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ· καὶ ἀλλαχοῦ, Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας· καὶ πάλιν, Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου· καὶ πάλιν, Ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Οὐκοῦν ἐντεῦθεν αὐτὸν ἔδει λοιπὸν ἀποθέσθαι τὸ ὄνομα, καὶ γὰρ ἀπέστη τοῦ διώκειν. Τί οὖν; εὐθέως ἀπέθετο; Οὐδαμῶς, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον· σκοπεῖτε δέ· Ἠγέρθη Σαῦλος ἀπὸ τῆς γῆς, καὶ ἀνεῳγμένων τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· καὶ πάλιν· Εἶπε δὲ Κύριος τῷ Ἀνανίᾳ· Πορεύθητι εἰς τὴν ῥύμην καλουμένην Εὐθεῖαν, εὑρήσεις ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι· καὶ πάλιν, Εἰσελθὼν ὁ Ἀνανίας εἶπε, Σαοὺλ ἀδελφὲ, ἀπέσταλκέ με ὁ Κύριος, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ἵνα ἀναβλέψῃς.

Εἶτα ἤρξατο κηρύσσειν καὶ συνέχεε τοὺς Ἰουδαίους, καὶ οὐδὲ οὕτως τὸ ὄνομα ἀπέθετο, ἀλλ᾽ ἔτι Σαῦλος ἐλέγετο. Ἐγνώσθη γὰρ, φησὶ, τῷ Σαύλῳ ἡ ἐπιβουλὴ τῶν Ἰουδαίων. Ἆρ᾽ οὖν ἐνταῦθα μόνον; Οὐδαμῶς, ἀλλ᾽, Ἐγένετο λιμὸς, φησὶ, καὶ ὥρισαν οἱ μαθηταὶ πέμψαι εἰς Ἱεροσόλυμα τοῖς ἁγίοις εἰς διακονίαν. Ἔπεμψαν δὲ διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου. Ἰδοὺ διακονεῖ τοῖς ἁγίοις, καὶ ἔτι Σαῦλος λέγεται. Εἰσῆλθε καὶ μετὰ ταῦτα Βαρνάβας εἰς Ἀντιόχειαν, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, καὶ ὅτι πλῆθος ἦν ἐκεῖ πολὺ, ἐξῆλθεν εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον. Ἰδοὺ καὶ ἐπιστρέφει πολλοὺς, καὶ Σαῦλος λέγεται· καὶ πάλιν· Ἦσαν, φησὶν, ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Ἰδοὺ καὶ διδάσκαλος ἐγένετο καὶ προφήτης, καὶ ἔτι Σαῦλος ἐλέγετο. Καὶ πάλιν, Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον.

γʹ. Ἰδοὺ καὶ ἀφορίζεται ὑπὸ τοῦ Πνεύματος, καὶ οὐδέπω τὸ ὄνομα ἀποτίθεται, ἀλλ᾽ ὅτε ἦλθεν εἰς Σαλαμῖνα, ὅτε τὸν μάγον εὗρε, τότε φησὶν ὁ Λουκᾶς περὶ αὐτοῦ· Σαῦλος δὲ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου, εἶπεν. Ἐντεῦθεν ἡ ἀρχὴ τῆς μετονομασίας ἐγίνετο. Μὴ τοίνυν ἀποκάμωμεν τὸν περὶ τῶν ὀνομάτων τοῦτον ζητοῦντες λόγον. Ὀνομάτων γὰρ εὕρεσις καὶ ἐν τοῖς βιωτικοῖς πράγμασι πολλὴν ἔχει τὴν ἰσχύν. Καὶ γὰρ ἀναγνωρισμὸν διὰ πολλοῦ χρόνου πολλάκις εἰργάσατο, καὶ συγγένειαν λανθάνουσαν ἐφανέρωσεν ὀνομάτων εὕρεσις, καὶ ἀμφισβητήσεις ἐν δικαστηρίῳ ἔλυσε, καὶ μάχας καθεῖλε, καὶ πόλεμον ἔσβεσεν ὀνομάτων εὕρεσις, καὶ πολλάκις ὑπόθεσις εἰρήνης γέγονεν. Εἰ δὲ ἐν τοῖς βιωτικοῖς πράγμασι τοσαύτη ἡ δύναμις τῆς τῶν ὀνομάτων εὑρέσεως, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. Πρότερον δὲ ἀνάγκη αὐτὰ τὰ ζητήματα διακρῖναι μετὰ ἀκριβείας. Ζητεῖται τοίνυν πρῶτον μὲν, διὰ τί τῶν ἁγίων τοὺς μὲν ὠνόμασεν ὁ Θεὸς, τοὺς δὲ οὐκ ὠνόμασεν. Οὐ γὰρ δὴ πάντας τοὺς ἁγίους αὐτὸς ὠνόμασεν, οὔτε ἐν τῇ Καινῇ, οὔτε ἐν τῇ Παλαιᾷ· καὶ ὅπερ γέγονεν ἐν τῇ Καινῇ, τοῦτο καὶ ἐν τῇ Παλαιᾷ, ἵνα μάθῃς, ὅτι εἷς ἐστιν ὁ Δεσπότης ἑκατέρων τῶν διαθηκῶν.

Ἐν μὲν οὖν τῇ Καινῇ τὸν Σίμωνα ὁ Χριστὸς Πέτρον ὠνόμασε, καὶ τὰ τέκνα Ζεβεδαίου Ἰάκωβον καὶ Ἰωάννην Υἱοὺς βροντῆς, τούτους μόνους· τῶν δὲ λοιπῶν μαθητῶν οὐδένα, ἀλλ᾽ ἀφῆκεν αὐτοὺς ἐν ταῖς προσηγορίαις, ἐν αἷς ἔθεντο αὐτοὺς οἱ γονεῖς ἐξ ἀρχῆς· ἐν δὲ τῇ Παλαιᾷ τὸν Ἀβραὰμ ὁ Θεὸς μετωνόμασε καὶ τὸν Ἰακώβ· οὔτε δὲ τὸν Ἰωσὴφ, οὔτε τὸν Σαμουὴλ, οὔτε τὸν Δαυῒδ, οὔτε τὸν Ἠλίαν, οὔτε τὸν Ἐλισσαῖον, οὔτε τοὺς λοιποὺς προφήτας, ἀλλ᾽ ἀφῆκεν αὐτοὺς ἐπὶ τῆς προσηγορίας μένειν τῆς ἐν ἀρχῇ. Ἓν μὲν τοῦτο πρῶτον ζήτημά ἐστι, διὰ τί τῶν ἁγίων οἱ μὲν μετωνομάσθησαν, οἱ δὲ οὔ· δεύτερον δὲ μετ᾽ ἐκεῖνο, διὰ τί τούτων οἱ μὲν ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνομάζοντο, οἱ δὲ ἐξ ἀρχῆς, καὶ πρὸ αὐτῶν τῶν ὠδίνων.

Τὸν μὲν γὰρ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνόμασεν ὁ Χριστός· Ἰωάννην δὲ τὸν Βαπτιστὴν πρὸ αὐτῶν τῶν ὠδίνων. Ἦλθε γὰρ ἄγγελος Κυρίου, καὶ εἶπε· Μὴ φοβοῦ, Ζαχαρία· ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Εἶδες πῶς πρὸ τῶν ὠδίνων ἡ προσηγορία; Τοῦτο καὶ ἐν τῇ Παλαιᾷ γέγονεν. Ὥσπερ γὰρ ἐν τῇ Καινῇ ὁ μὲν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης εἰς ἄνδρας τελοῦντες μετωνομάσθησαν, καὶ διώνυμοι γεγόνασιν, Ἰωάννης δὲ ὁ Βαπτιστὴς πρὸ αὐτῶν τῶν ὠδίνων καὶ τῶν τόκων ἔλαβε τὴν προσηγορίαν· οὕτω καὶ ἐν τῇ Παλαιᾷ ὁ μὲν Ἀβραὰμ καὶ Ἰακὼβ ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνομάζοντο· ὁ μὲν γὰρ ἐκαλεῖτο Ἀβρὰμ, καὶ ἐκλήθη Ἀβραάμ· ὁ δὲ ἐκαλεῖτο Ἰακὼβ, ἐκλήθη δὲ Ἰσραήλ.

Ὁ δὲ Ἰσαὰκ οὐκ ἔτι οὕτως, ἀλλὰ πρὸ αὐτῶν τῶν ὠδίνων τὸ ὄνομα δέχεται· καὶ καθάπερ ἐκεῖ ὁ ἄγγελος εἶπεν· Ἡ γυνή σου λήψεται ἐν γαστρὶ, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· οὕτω καὶ ἐνταῦθα ὁ Θεὸς εἶπε πρὸς τὸ Ἀβραάμ· Ἡ γυνή σου Σάῤῥα τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Ἓν μὲν οὖν τοῦτο ζήτημα, τίνος ἕνεκεν οἱ μὲν μετωνομάσθησαν, οἱ δὲ οὐκέτι· δεύτερον δὲ μετ᾽ ἐκεῖνο, τί δήποτε οἱ μὲν ἐν μέσῃ τῇ ἡλικίᾳ, οἱ δὲ πρὸ αὐτῶν τῶν ὠδίνων, καὶ ταῦτα μὲν ἐν ἑκατέραις Διαθήκαις. Ἡμεῖς δὲ ἐπὶ τὸ δεύτερον ἴωμεν πρότερον· οὕτω γὰρ καὶ ἐκεῖνο σαφέστερον ἔσται· καὶ ἴδωμεν τοὺς ἐξ ἀρχῆς ὀνομασθέντας, καὶ ἀναβαίνοντες μετὰ (f. κατὰ) μικρὸν ἐπὶ τὸν πρῶτον ὀνομασθέντα ἄνθρωπον παρὰ τοῦ Θεοῦ ἔλθωμεν, ἵνα ἀπὸ τῆς ἀρχῆς τὰ ζητήματα τὴν λύσιν λαμβάνῃ.

Τίνα οὖν πρῶτον ὠνόμασεν ὁ Θεός; Τίνα δὲ ἄλλον, ἀλλ᾽ ἢ τὸν πρῶτον πλασθέντα; Οὐδὲ γὰρ ἦν ἄλλος ἄνθρωπος οὐδεὶς, ὥστε ἐπιθεῖναι αὐτῷ προσηγορίαν. Τίνα οὖν τοῦτον ὠνόμασεν; Ἀδὰμ τῇ Ἑβραίων φωνῇ· οὐ γάρ ἐστιν Ἑλληνικὸν τὸ ὄνομα, εἰς δὲ τὴν Ἑλλάδα μεταβαλλόμενον, οὐδὲν ἄλλο δηλοῖ, ἀλλ᾽ ἢ τὸν γήϊνον· τὸ γὰρ Ἐδὲμ τὴν παρθένον σημαίνει γῆν· τοιοῦτον δὲ ἦν τὸ χωρίον ἐκεῖνο, ἐν ᾧ τὸν παράδεισον ἐφύτευσεν ὁ Θεός. Ἐφύτευσε γὰρ τὸν παράδεισον ὁ Θεὸς, φησὶν, ἐν Ἐδὲμ κατὰ ἀνατολάς· ἵνα μάθῃς, ὅτι οὐκ ἀνθρωπίνων χειρῶν ἔργον ἦν ὁ παράδεισος· παρθένος γὰρ ἦν ἡ γῆ, καὶ οὔτε ἄροτρον δεξαμένη ἦν, οὔτε εἰς αὔλακα διανοιγεῖσα, ἀλλ᾽ ἄπειρος οὖσα γεωργικῶν χειρῶν ἀπὸ ἐπιταγῆς μόνον ἐβλάστησε τὰ δένδρα ἐκεῖνα. Διὰ τοῦτο Ἐδὲμ αὐτὴν ἐκάλεσεν, ὅπερ ἐστὶ παρθένος γῆ· αὕτη ἡ παρθένος ἐκείνης τῆς Παρθένου τύπος ἦν.

Ὥσπερ γὰρ αὕτη ἡ γῆ μὴ δεξαμένη σπέρματα ἐβλάστησεν ἡμῖν τὸν παράδεισον· οὕτω καὶ ἐκείνη μὴ δεξαμένη σπέρμα ἀνδρὸς ἐβλάστησεν ἡμῖν τὸν Χριστόν. Ὅταν οὖν εἴποι σοι ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἐβλάστησεν ἡ παρθένος γῆ τὰ δένδρα ἐκεῖνα τὰ παράδοξα; Τὸ γὰρ Ἐδὲμ παρθένος γῆ λέγεται τῇ Ἑβραίων γλώττῃ· καὶ εἴ τις διαπιστεῖ, τοὺς τῆς γλώττης τῆς Ἑβραίων ἐμπείρους διερωτάτω, καὶ θεάσεται ταύτην οὖσαν τὴν ἑρμηνείαν τοῦ Ἐδὲμ ὀνόματος. Οὐδὲ γὰρ ἐπειδὴ ἀγνοοῦσι λέγομεν, διὰ τοῦτο παραλογίσασθαι ὑμᾶς βούλομαι, ἀλλὰ σπουδάζοντες ἀχειρώτους ποιεῖν, ὥσπερ αὐτῶν τῶν ἐχθρῶν παρόντων τῶν ταῦτα εἰδότων, οὕτω μετὰ ἀκριβείας ἅπαντα ἑρμηνεύομεν. Ἐπειδὴ οὖν ἀπὸ τῆς Ἐδὲμ τῆς παρθένου γῆς ἐπλάσθη ἄνθρωπος, ἐκλήθη Ἀδὰμ συνώνυμος τῇ μητρί. Οὕτω καὶ ἄνθρωποι ποιοῦσι, τὰ τικτόμενα παιδία εἰς ὄνομα τῶν μητέρων καλοῦσι πολλάκις· οὕτω καὶ ὁ Θεὸς τὸν πλασθέντα ἄνθρωπον ἀπὸ τῆς γῆς εἰς ὄνομα τῆς μητρὸς ἐκάλεσεν Ἀδάμ. Ἐκείνη Ἐδὲμ, οὗτος Ἀδάμ.

δʹ. Ἀλλὰ τί τὸ χρήσιμον; Ἄνθρωποι μὲν γὰρ καλοῦσιν εἰς ὄνομα τῶν μητέρων διὰ τὴν τιμὴν τῶν τετοκυιῶν γυναικῶν· ὁ Θεὸς τίνος ἕνεκεν εἰς ὄνομα τῆς μητρὸς ἐκάλεσεν; τί μέγα ἢ μικρὸν οἰκονομῶν ἐντεῦθεν; Οὐδὲν γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ποιεῖ, ἀλλὰ μετὰ λόγου καὶ σοφίας πολλῆς· τῆς γὰρ συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.

Ἐδὲμ ἡ γῆ, Ἀδὰμ ὁ γήϊνος, ὁ χοϊκὸς, ὁ γηγενής. Διὰ τί οὖν οὕτως αὐτὸν ἐκάλεσεν; Ἀναμιμνήσκων αὐτὸν διὰ τοῦ ὀνόματος τῆς εὐτελείας τῆς κατὰ φύσιν, καὶ καθάπερ ἐν στήλῃ χαλκῇ τῇ προσηγορίᾳ κατατιθέμενος τὴν ταπεινότητα τῆς οὐσίας, ἵνα τὸ ὄνομα διδασκαλίαν ἔχῃ μετριοφροσύνης, ἵνα μὴ μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Ἡμεῖς μὲν γὰρ ὅτι γῆ ἐσμεν, ἴσμεν σαφῶς, καὶ ἀπ᾽ αὐτῆς τῆς πείρας τῶν πραγμάτων· ἐκεῖνος δὲ οὐδένα εἶδε πρὸ αὐτοῦ τετελευτηκότα, οὐδὲ διαλυθέντα εἰς κόνιν, ἀλλὰ πολὺ τὸ κάλλος ἦν αὐτῷ τοῦ σώματος, καὶ καθάπερ χρυσοῦ ἀνδριὰς ἀπὸ χωνευτηρίου ἄρτι προελθὼν, οὕτως ἀπέλαμπεν.

Ἵνα μὴ οὖν τὸ ὑπερέχον τῆς ὄψεως εἰς ἀπόνοιαν αὐτὸν ἐπάρῃ, ἀντέστησεν αὐτῷ ὄνομα ἱκανὴν ταπεινοφροσύνης διδασκαλίαν ἔχον· ἔμελλε γὰρ αὐτῷ καὶ ὁ διάβολος προσελθὼν διαλέγεσθαι περὶ ἀπονοίας· ἔμελλεν ἐρεῖν αὐτῷ, ὅτι Ἔσεσθε ὡς θεοί. Ἵνα οὖν μεμνημένος τοῦ ὀνόματος τοῦ διδάσκοντος αὐτὸν, ὅτι γῆ ἐστι, μηδέποτε ἰσοθεΐαν φαντάζηται, διὰ τοῦτο προκαταλαμβάνει αὐτοῦ τὸ συνειδὸς τῷ ὀνόματι, ἱκανὴν αὐτῷ διὰ τῆς προσηγορίας προαποτιθέμενος ἀσφάλειαν τῆς μελλούσης ἐπάγεσθαι παρὰ τοῦ πονηροῦ δαίμονος ἐπιβουλῆς, καὶ τῆς πρὸς τὴν γῆν αὐτὸν ἀναμιμνήσκων συγγενείας, καὶ ἐμφαίνων τῆς φύσεως τὴν εὐγένειαν ἅπασαν, καὶ μονονουχὶ λέγων, ὅτι Ἐὰν εἴποι σοι, ὅτι Ἔσῃ ὡς Θεὸς, ἀναμνήσθητι τοῦ ὀνόματος, καὶ ἱκανὴν ἔλαβες παραίνεσιν, ὥστε μὴ δέξασθαι τὴν συμβουλήν. Ἀναμνήσθητι τῆς μητρὸς, ἀπὸ τῆς συγγενείας ἐπίγνωθι τὴν εὐτέλειαν, οὐχ ἵνα τὴν ταπεινότητα μάθῃς, ἀλλ᾽ ἵνα μηδέποτε εἰς ἀπόνοιαν ἐπαρθῇς. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν, Ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκός. Τὸ γὰρ Ἀδὰμ ἑρμηνεύων ἡμῖν τί ποτέ ἐστιν, ἔλεγε τὸ, Ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Ἀλλ᾽ ἐπιπηδῶσιν ἡμῖν οἱ αἱρετικοὶ λέγοντες· Ἰδοὺ οὐκ ἀνέλαβε σάρκα ὁ Χριστός· Ὁ δεύτερος γὰρ, φησὶν, ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ.

Ἀκούεις ὅτι δεύτερος ἄνθρωπος, καὶ λέγεις, ὅτι Οὐκ ἀνέλαβε σάρκα; Καὶ τί ταύτης ἀναισχυντίας γένοιτ᾽ ἂν ἴσον; τίς γάρ ἐστιν ἄνθρωπος σάρκα οὐκ ἔχων; Διὰ γὰρ τοῦτο καὶ ἄνθρωπον καὶ δεύτερον αὐτὸν ἐκάλεσεν ἄνθρωπον, ἵνα ἴδῃς αὐτοῦ τὴν συγγένειαν, καὶ ἀπὸ τοῦ ἀριθμοῦ καὶ ἀπὸ τῆς φύσεως. Τίς οὖν ἐστι, φησὶν, ὁ δεύτερος ἄνθρωπος; Ὁ Κύριος ἐξ οὐρανοῦ. Ἀλλ᾽ ὁ τόπος με σκανδαλίζει, φησὶ, καὶ τὸ λέγεσθαι Ἐξ οὐρανοῦ. Ὅταν ἀκούσῃς, ὅτι πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ἆρα γήϊνον αὐτὸν νομίζεις εἶναι; ἆρα χοϊκὸν ὑποπτεύεις μόνον εἶναι, μὴ ἔχειν δὲ δύναμιν ἀσώματον, τὴν ψυχὴν λέγω καὶ τὴν ἐκείνης φύσιν; Καὶ τίς ἂν τοῦτο εἴποι;

Ὥσπερ οὖν περὶ τοῦ Ἀδὰμ ἀκούων, ὅτι χοϊκὸς ἦν, οὐκ ἔρημον τῆς ψυχῆς τὸ σῶμα ὑποπτεύεις, οὕτως ἀκούων, Ὁ Κύριος ἐξ οὐρανοῦ, μὴ ἀθέτει τὴν οἰκονομίαν διὰ τὸ προσκεῖσθαι, Ἐξ οὐρανοῦ. Τέως μὲν οὖν τὸ πρῶτον ὄνομα ἱκανὴν ἔλαβεν ἀπολογίαν· Ἀδὰμ γὰρ ἐκλήθη ἀπὸ τοῦ ὀνόματος τῆς μητρὸς, ἵνα μὴ μεῖζον φρονῇ τῆς οἰκείας δυνάμεως· ἵνα ἀχείρωτος γένηται πρὸς τὴν ἀπάτην τοῦ διαβόλου· καὶ γὰρ ἔλεγεν· Ἔσεσθε ὡς θεοί. Δεῦρο δὴ λοιπὸν, καὶ ἐφ᾽ ἕτερον τὸν πρὸ αὐτῶν τῶν τόκων ὀνομασθέντα παρὰ τοῦ Θεοῦ μεταβάντες καταπαύσωμεν τὸν λόγον. Τίς οὖν μετὰ τὸν Ἀδὰμ ὑπὸ τοῦ Θεοῦ προσηγορίαν ἔλαβε πρὶν ἢ γενέσθαι; Ὁ Ἰσαάκ· Ἰδοὺ γὰρ, φησὶν, ἡ γυνή σου Σάῤῥα λήψεται ἐν γαστρὶ, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Ἐπειδὴ δὲ ἔτεκεν αὐτὸν, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσαὰκ λέγουσα· Γέλωτά μοι ἐποίησεν ὁ Θεός. Διὰ τί;

Τίς γὰρ, φησὶν, ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι Σάῤῥα θηλάζει υἱόν; Προσέχετέ μοι ἀκριβῶς ἐνταῦθα, ἵνα ἴδητε τὸ θαῦμα. Οὐκ εἶπεν, ὅτι ἔτεκε παιδίον, ἀλλ᾽ ὅτι θηλάζει παιδίον. Ἵνα γὰρ μή τις ὑποβολιμαῖον εἶναι νομίσῃ τὸ παιδίον, αἱ τοῦ γάλακτος πηγαὶ τὸν τοκετὸν ἐνεγυήσαντο, ὥστε ἀναμιμνησκόμενος τοῦ ὀνόματος καὶ αὐτὸς ἱκανὴν εἶχε διδασκαλίαν τῆς παραδόξου γεννήσεως. Διὰ τοῦτό φησι, Γέλωτά μοι ἐποίησεν ὁ Θεὸς, ὅτι ἦν ἰδεῖν γυναῖκα γεγηρακυῖαν ἐν βαθυτάτῃ πολιᾷ τιθηνουμένην, ὑπομάζιον ἔχουσαν παιδίον. Ἀλλ᾽ ὁ γέλως τῆς τοῦ Θεοῦ χάριτος ὑπόμνησις ἦν, καὶ ἡ γαλακτοτροφία τὴν θαυματοποιίαν ἐπιστοῦτο· οὐδὲ γὰρ φύσεως ἔργον ἦν, ἀλλὰ τὸ πᾶν τῆς χάριτος κατόρθωμα ἐγίνετο. Διὰ τοῦτό φησι καὶ ὁ Παῦλος, Κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ὥσπερ γὰρ ἐκεῖ ἡ χάρις εἰργάσατο· οὕτω καὶ ἐνταῦθα προῆλθεν ἐκεῖνος ἀπὸ μήτρας κατεψυγμένης.

Ἀνέβης σὺ ἀπὸ ὑδάτων ψυχρῶν· ὅπερ οὖν ἐκείνῳ ἡ μήτρα, τοῦτό σοι ἡ κολυμβήθρα ἐγένετο τῶν ὑδάτων. Εἶδες τόκου συγγένειαν; εἶδες χάριτος συμφωνίαν; εἶδες πανταχοῦ τὴν φύσιν σχολάζουσαν, καὶ τὴν δύναμιν τοῦ Θεοῦ τὸ πᾶν ἐργαζομένην; Διὰ τοῦτο Κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ἀλλ᾽ ἕν ἐστιν ἔτι τὸ ζητούμενον· περὶ ἡμῶν εἶπεν, ὅτι Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός. Πῶς;

Οὐδὲ Ἰσαὰκ ἐξ αἱμάτων· Ἐξέλιπε γὰρ Σάῤῥᾳ τοῦ γίνεσθαι τὰ γυναικεῖα αὐτῆς. Ἀπεσβέσθησαν αἱ τοῦ αἵματος πηγαὶ, ἀνῃρέθη τῆς γεννήσεως ἡ ὕλη, ἄχρηστον ἦν τῆς φύσεως τὸ ἐργαστήριον, καὶ ὁ Θεὸς τὴν δύναμιν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ἰδοὺ καὶ τῆς τοῦ Ἰσαὰκ προσηγορίας ἀπηρτισμένην τὴν διδασκαλίαν ἔχομεν. Λείπεται μὲν γὰρ ἐπὶ τὸν Ἀβραὰμ, καὶ τοὺς υἱοὺς Ζεβεδαίου καὶ τὸν Πέτρον ἐλθεῖν· ἀλλ᾽ ὥστε μὴ ἐνοχλῆσαι τῷ μήκει, εἰς ἑτέραν ταῦτα διάλεξιν ὑπερθέμενοι καταπαύσομεν τὸν λόγον, παρακαλέσαντες ὑμᾶς, τοὺς γεννηθέντας κατὰ τὸν Ἰσαὰκ, μιμεῖσθαι τοῦ Ἰσαὰκ τὴν πραότητα καὶ τὴν ἐπιείκειαν καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, ἵνα εὐχαῖς ἐκείνου τοῦ δικαίου καὶ τῶν προέδρων τούτων ἁπάντων εἰς κόλπους Ἀβραὰμ ἅπαντες καταντῆσαι δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.