Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν παραβολὴν τοῦ ἀσώτου

Ἰωάννης ὁ Χρυσόστομος

Επίλογος και προτροπή προς το βάπτισμα

Τελική παραίνεση για την προσέλευση στο θείο έλεος, με ιδιαίτερη αναφορά σε όσους ετοιμάζονται να δεχθούν το άγιο βάπτισμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 6

Ἠκούσατε τῆς θείας παραβολῆς, καὶ τὸν ταύτης σκοπὸν ἔγνωτε, καὶ τὴν δύναμιν αὐτῆς εἴδετε· ἐμάθετε πῶς φιλάνθρωπον ἔχομεν Κύριον, πῶς ἀνεξίκακον. Αὐτῷ τοίνυν προσφύγωμεν μετὰ καθαρᾶς καρδίας. Δεῦτε, κοινῇ φωνῇ βοήσωμεν πρὸς αὐτόν· Δέσποτα, Κύριε φιλάνθρωπε, μονογενὲς Υἱὲ τοῦ Θεοῦ, ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ ἐσμὲν ἄξιοι κληθῆναι υἱοί σου· ἀλλὰ θαῤῥοῦμεν τοῖς σοῖς οἰκτιρμοῖς· ἔχομεν ὅμηρα τῆς σῆς φιλανθρωπίας τὸν τίμιον σταυρὸν, ὃν ὑπέμεινας δι᾽ ἡμᾶς· ἔχομεν ἐγγυητὰς τῆς σῆς εὐσπλαγχνίας τήν ποτε πόρνην, καὶ τόν ποτε λῃστήν. Διὰ τούτων γὰρ καὶ ἡμεῖς καὶ πάντες οἱ ἁμαρτωλοὶ προτρεπόμεθα προστρέχειν τῇ σῇ φιλανθρωπίᾳ. Ὡς ἐκείνους ἀοιδίμους καὶ μακαρίους ἀπέδειξας, Κύριε, καὶ ἡμᾶς προσπίπτοντάς σοι ἐλέησον· ὡς ἀνέστησας νεκροὺς σταυρωθεὶς, καὶ ἡμᾶς νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τὴν πολλήν σου φιλανθρωπίαν ἀνάστησον, ἵνα ἀπολαύσωμεν μετὰ τῶν ἀπολυτρωσαμένων τῆς σῆς ἀναστάσεως. Ταῦτα λέγοντες, ἐπιμείνωμεν, ἵνα καὶ πρὸς ἡμᾶς εἴπῃ ὁ Δεσπότης ἡμῶν Χριστός· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Καὶ ὑμεῖς δὲ οἱ μέλλοντες ἀπολαύειν τῆς τοῦ βαπτίσματος δωρεᾶς, πάντα λογισμὸν ἀλλότριον ἀποῤῥίψαντες, καὶ τὰς ψυχὰς ὑμῶν εἰς τὸν οὐράνιον νυμφίον εὐθύναντες, τῆς τοῦ ἁγίου Πνεύματος χάριτος ἀπολαύσατε. Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.

Ἐπὶ θύραις ὁ λυτρωτὴς ἐφέστηκεν, ὁ ἰατρὸς τοῖς πιστεύουσι πάρεστι, τὸ ἰατρεῖον ἠνέῳκται, τὰ φάρμακα πρόκεινται, ἡ κολυμβήθρα πάντας προσδέχεται, ἡ χάρις ἐξήπλωται, ἡ πνευματικὴ στολὴ παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐξυφαίνεται. Μακάριοι οἱ καταξιούμενοι φορέσαι τὴν στολήν. Μόνον ὑμεῖς τῆς πίστεως τὰς λαμπάδας ἀνάψατε, καὶ τὸ ἔλαιον τῆς εὐσεβείας δαψιλῶς ἐπιβάλλετε, ἵνα νυκτὸς, ὅταν γίνηται φωνὴ λέγουσα, «Ἰδοὺ ὁ νυμφίος ἔρχεται,» ἐξέλθητε εἰς ὑπάντησιν αὐτοῦ μετὰ φαιδρῶν τῶν λαμπάδων, χορεύοντες καὶ σκιρτῶντες, καὶ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.