Ἐκείνης μενούσης πάντα ῥᾴδια καὶ εὐχερῆ. Γυμνὸς ἐξῆλθες ἐκ κοιλίας μητρός σου, γυμνὸς καὶ ἀπελεύσῃ. Ἀλλ᾽ ἐξορίζει σέ τις; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλ᾽ ἀποθνήσκεις; Ἀλλ᾽ ὁ θάνατός σοι ἀποδημία. Μόνον τὴν πίστιν μὴ ἀπολέσῃς, τὸν θησαυρὸν τὸν ἀνάλωτον, τὴν πίστιν τὴν ἀδαπάνητον. Μάρτυρες τούτων οἱ μάρτυρες οὗτοι· ἐπειδὴ τὴν πίστιν οὐκ ἀπώλεσαν, καὶ μετὰ τελευτὴν τῶν ζώντων εἰσὶ δυνατώτεροι. Διὰ τοῦτο ἄνθρωπος ἐγενόμην, διὰ τοῦτο σάρκα ἀνέλαβον, ἵνα τὴν οἰκουμένην Ἐκκλησίαν ἐργάσωμαι. Πολὺ γὰρ περισπούδαστον τῷ Θεῷ Ἐκκλησία, οὐ τοίχοις ἀσφαλιζομένη, ἀλλὰ πίστει τειχιζομένη. Διὰ τὴν Ἐκκλησίαν οὐρανὸς ἐστάθη, καὶ ἡ θάλασσα ἐξεχύθη, καὶ ἀὴρ ἡπλώθη, καὶ γῆ ἐθεμελιώθη, παράδεισος ἐφυτεύθη, νόμος ἐδόθη, προφῆται ἀπεστάλησαν, θαύματα ἐγένετο, πέλαγος ἐσχίζετο καὶ ἐῤῥάπτετο, πέτρα ἐῤῥήγνυτο, καὶ πάλιν συνήπτετο, μάννα κατεφέρετο, καὶ σχεδιαζομένη παρεσκευάζετο τράπεζα. Διὰ τὴν Ἐκκλησίαν προφῆται, διὰ τὴν Ἐκκλησίαν ἀπόστολοι· καὶ τί πολλὰ λέγω; Διὰ τὴν Ἐκκλησίαν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο, ὥς φησιν ὁ Παῦλος· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο. Τοῦ Υἱοῦ οὐκ ἐφείσατο, ἵνα τῆς Ἐκκλησίας φείσηται· τὸ αἷμα τοῦ Υἱοῦ ἐξέχεε διὰ τὴν Ἐκκλησίαν. Τοῦτο ἀρδεύει αὐτὴν τὸ αἷμα· διὰ τοῦτο τὰ φυτὰ μαρανθῆναι οὐ δύναται, οὐδὲ φυλλοῤῥοεῖ.