Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν προδοσίαν τοῦ Ἰούδα

Ἰωάννης ὁ Χρυσόστομος

Η εκπλήρωση του ιουδαϊκού Πάσχα, η σύσταση της Θείας Ευχαριστίας και η προετοιμασία για τη μετάληψη

Η μετάβαση από τον τύπο του νομικού Πάσχα στην αλήθεια της Καινής Διαθήκης, η εγκαθίδρυση του μυστηρίου της Θείας Ευχαριστίας και οι ποιμαντικές προτροπές για άξια συμμετοχή σε αυτήν, κλείνοντας την πρώτη ομιλία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 7

δʹ. Τότε προσῆλθον οἱ μαθηταί. Τότε· πότε; Ὅτε ταῦτα ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν, ὅτε ἑαυτὸν ἀπώλεσεν ὁ Ἰούδας, Προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Εἶδες μαθητήν; εἶδες μαθητάς; Ἐκεῖνος προδίδωσι τὸν Δεσπότην, οὗτοι περὶ τὸ Πάσχα μεριμνῶσιν· ἐκεῖνος σύμφωνα ποιεῖ, οὗτοι πρὸς ὑπηρεσίαν παρεσκεύαζον. Τῶν αὐτῶν ἀπέλαυσαν κἀκεῖνος καὶ οὗτοι θαυμάτων, τῶν αὐτῶν διδαγμάτων, τῆς αὐτῆς ἐξουσίας· πόθεν οὖν ἡ μεταβολή; Ἀπὸ τῆς προαιρέσεως· αὕτη πάντων αἰτία πανταχοῦ καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν. Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ἡ ἑσπέρα αὕτη ἦν τότε· ἐπεὶ οὖν οἰκίαν οὐκ εἶχεν ὁ Δεσπότης, διὰ τοῦτο αὐτῷ λέγουσι· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Οὐκ ἔχομεν καταγώγιον ὡρισμένον, οὐκ ἔχομεν σκηνὴν, οὐδὲ οἰκίαν. Μανθανέτωσαν οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰς εὐρείας στοὰς, καὶ τοὺς μακροὺς περιβόλους, ὅτι οὐκ εἶχεν ὁ Χριστὸς ποῦ τὴν κεφαλὴν κατακλῖναι. Διὸ ἐρωτῶσιν οὗτοι· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;

Ποῖον Πάσχα; Οὐχὶ τοῦτο τὸ ἡμέτερον, ἀλλὰ τὸ Ἰουδαϊκὸν τέως· ἐκεῖνο μὲν γὰρ οἱ μαθηταὶ παρεσκεύασαν, τοῦτο δὲ τὸ ἡμέτερον αὐτὸς κατεσκεύασεν· οὐ μόνον δὲ αὐτὸς αὐτὸ κατεσκεύασεν, ἀλλὰ καὶ αὐτὸς Πάσχα ἐγένετο. Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ἐκεῖνο Ἰουδαϊκὸν ἦν τὸ Πάσχα, ἐκεῖνο ἐν Αἰγύπτῳ τὴν ἀρχὴν ἔλαβε. Τίνος οὖν ἕνεκεν τρώγει αὐτὸ ὁ Χριστός; Ὅτι πάντα τὰ νομικὰ ἐπλήρωσε.

Καὶ γὰρ ὅτε ἐβαπτίζετο, ἔλεγεν· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἦλθον ἐκ τῆς τοῦ νόμου κατάρας ἐξαγοράσαι τὸν ἄνθρωπον. Ὁ γὰρ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἔπεμψε γεννώμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, καὶ αὐτὸν ἀναπαύσῃ τὸν νόμον. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τοῦτο αὐτὸν κατήργησεν, ἐπειδὴ πληρῶσαι αὐτὸν οὐκ ἠδύνατο, ὡς φορτικὸν καὶ ἐπαχθῆ καὶ δυσκατόρθωτον ὄντα, πρῶτον αὐτοῦ πληρώσας ἅπαντα, τότε κατέλυσε.

Διὰ τοῦτο καὶ τὸ Πάσχα ἐποίησε· νόμου γὰρ ἦν ἐπίταγμα τὸ Πάσχα. Καὶ τίνος ἕνεκεν ὁ νόμος ἐπέταξε τὸ Πάσχα ἐσθίειν; Ἀγνώμονες ἦσαν περὶ τὸν εὐεργέτην οἱ Ἰουδαῖοι, καὶ παρ᾽ αὐτὰς τὰς εὐεργεσίας ἐπελανθάνοντο τοῦ προστάγματος τοῦ Θεοῦ. Καὶ γὰρ ὅτε ἐξῆλθον ἐξ Αἰγύπτου, ἰδόντες θάλασσαν σχιζομένην καὶ συνιοῦσαν πάλιν, καὶ ἄλλα μυρία θαύματα, ἔλεγον· Ποιήσωμεν ἑαυτοῖς θεοὺς, οἳ προπορεύσονται ἡμῶν. Τί λέγεις; τὰ θαύματα ἐν χερσὶν ἔτι, καὶ ἐπελάθου τοῦ εὐεργέτου; Ἐπεὶ οὖν οὕτως ἦσαν ἀναίσθητοι καὶ ἀγνώμονες, τῇ ὑποθέσει τῶν ἑορτῶν ἐγκατέδησε τῶν δωρεῶν τὰ ὑπομνήματα ὁ Θεὸς, καὶ διὰ τοῦτο καὶ τὸ Πάσχα θύειν ἐκέλευσεν, Ἵνα, ἐάν σε ἐρωτήσῃ, φησὶν, ὁ υἱός σου, Τί ἐστι τὸ Πάσχα τοῦτο; εἴπῃς, ὅτι Τοῦ προβάτου τὸ αἷμα ἐπέχρισαν ταῖς θύραις ποτὲ ἡμῶν οἱ πρόγονοι ἐν Αἰγύπτῳ, ἵνα μὴ ὁ ὀλοθρεύων ἐλθὼν καὶ ἰδὼν τολμήσῃ εἰσπηδῆσαι, καὶ ἐπαγάγῃ πληγήν. Καὶ ἦν ἡ ἑορτὴ λοιπὸν ὑπόμνησις σωτηρίας διηνεκής. Μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐκέρδαινον, ὅτι τῶν παλαιῶν αὐτοὺς ἀνεμίμνησκεν εὐεργετημάτων, ἀλλὰ καὶ ἕτερον μεῖζον, ὅτι τὰ μέλλοντα προδιετύπου. Καὶ γὰρ τύπος ἦν ἐκεῖνος ὁ ἀμνὸς ἑτέρου ἀμνοῦ πνευματικοῦ, καὶ πρόβατον προβάτου· καὶ τὸ μὲν ἦν σκιὰ, τὸ δὲ ἀλήθεια.

Ἐπειδὴ δὲ ἐπέφανεν ὁ τῆς δικαιοσύνης ἥλιος, ἡ σκιὰ λοιπὸν ἐπαύσατο· ἡλίου γὰρ ἀνίσχοντος, κρύπτεται ἡ σκιά. Διὰ τοῦτο γὰρ ἐν αὐτῇ τῇ τραπέζῃ ἑκάτερον γίνεται Πάσχα, καὶ τὸ τοῦ τύπου, καὶ τὸ τῆς ἀληθείας. Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πίνακι καὶ τὰς γραμμὰς περιάγουσι καὶ τὴν σκιὰν γράφουσι, καὶ τότε τὴν ἀλήθειαν τῶν χρωμάτων αὐτῷ ἐπιτιθέασιν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἐπ᾽ αὐτῆς τῆς τραπέζης καὶ τὸ τυπικὸν Πάσχα ὑπέγραψε, καὶ τὸ ἀληθινὸν προσέθηκε· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Ἦν τὸ Ἰουδαϊκὸν Πάσχα τότε· ἀλλὰ τοῦ ἡλίου ἐλθόντος, μηκέτι λύχνος φαινέτω, τῆς ἀληθείας παραγενομένης, ἀργείτω λοιπὸν ἡ σκιά.

εʹ. Ταῦτα πρὸς Ἰουδαίους λέγω, ἐπειδὴ δοκοῦσι Πάσχα ποιεῖν, ἐπειδὴ γνώμῃ ἀναισχύντῳ τὰ ἄζυμα προβάλλουσιν οἱ ἀπερίτμητοι ταῖς καρδίαις. Πῶς, εἰπέ μοι, τὸ Πάσχα ἐπιτελεῖς, ὦ Ἰουδαῖε; Ὁ ναὸς κατέσκαπται, ὁ βωμὸς ἀνῄρηται, τὰ Ἅγια τῶν ἁγίων πεπάτηται, πάσης θυσίας εἶδος λέλυται· τίνος οὖν ἕνεκεν ταῦτα τολμᾷς τὰ παράνομα πράττειν πράγματα; Ἀπῆλθες εἰς Βαβυλῶνά ποτε, κἀκεῖ ἔλεγον οἱ αἰχμαλωτεύσαντές σε· ᾌσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών· καὶ οὐκ ἠνέσχου. Καὶ ταῦτα δεικνὺς ὁ Δαυῒδ, ἔλεγεν· Ἐπὶ τὸν ποταμὸν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, τουτέστι, ψαλτήριον, κιθάραν, λύραν, καὶ τὰ λοιπά· τούτοις γὰρ ἐκέχρηντο τὸ παλαιὸν, καὶ διὰ τούτων τοὺς ψαλμοὺς ᾖδον. Καὶ ταῦτα ἀπελθόντες εἰς τὴν αἰχμαλωσίαν, ἔλαβον, ἵν᾽ ἔχωσι τὴν ὑπόμνησιν τῆς πολιτείας τῆς ἐν τῇ πατρίδι, οὐχ ἵνα χρήσωνται. Ἐκεῖ γὰρ, φησὶν, ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν.

Καὶ εἴπομεν· Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Τί λέγεις; τὴν ᾠδὴν Κυρίου οὐκ ᾄδεις ἐπὶ γῆς ἀλλοτρίας, καὶ τὸ Πάσχα Κυρίου ἐπιτελεῖς ἐπὶ γῆς ἀλλοτρίας; Εἶδες τὴν ἀγνωμοσύνην· εἶδες τὴν παρανομίαν; Ὅτε πολέμιοι ἦσαν οἱ καταναγκάζοντες, οὐδὲ ψαλμὸν εἰπεῖν ἐτόλμων ἐπὶ γῆς ἀλλοτρίας· νῦν δὲ ἀφ᾽ ἑαυτῶν, μηδενὸς ἀναγκάζοντος μηδὲ βιαζομένου, πόλεμον εἰσάγουσι πρὸς τὸν Θεόν.

Ὁρᾷς πῶς ἀκάθαρτα τὰ ἄζυμα; πῶς παράνομος ἡ ἑορτή; πῶς Πάσχα οὐκ ἔστιν Ἰουδαϊκόν, Ἦν Πάσχα Ἰουδαϊκόν ποτε, ἀλλ᾽ ἐλύθη νῦν, καὶ ἐπῆλθε τὸ πνευματικὸν Πάσχα, ὃ παρεδίδου τότε ὁ Χριστός. Ἐσθιόντων γὰρ αὐτῶν καὶ πινόντων, φησὶ, λαβὼν ἄρτον, ἔκλασε καὶ εἶπε· Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἀμαρτιῶν. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Καὶ πάλιν τὸ ποτήριον, λέγων· Τοῦτό ἐστι τὸ αἷμά μου, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ παρῆν ὁ Ἰούδας, τοῦ Χριστοῦ ταῦτα λέγοντος. Τοῦτό ἐστι τὸ σῶμα, ὃ ἐπώλησας, Ἰούδα, τριάκοντα ἀργυρίων· τοῦτό ἐστι τὸ αἷμα, ὑπὲρ οὗ πρὸ μικροῦ τὰ ἀναιδῆ σύμφωνα ἐποίου πρὸς τοὺς ἀγνώμονας Φαρισαίους. Ὢ τῆς τοῦ Χριστοῦ φιλανθρωπίας! ὢ τῆς τοῦ Ἰούδα παραπληξίας! ὢ τῆς μανίας! ὁ μὲν γὰρ ἐπώλησεν αὐτὸν τριάκοντα δηναρίων· ὁ Χριστὸς δὲ καὶ μετὰ τοῦτο οὐ παρῃτήσατο αὐτὸ τὸ αἷμα τὸ πραθὲν δοῦναι εἰς ἄφεσιν ἁμαρτιῶν τῷ πεπρακότι, εἴ γε ἠθέλησε.

Καὶ γὰρ παρῆν Ἰούδας, καὶ μετεῖχε τῆς ἱερᾶς τραπέζης. Ὥσπερ γὰρ τοὺς πόδας αὐτοῦ μετὰ τῶν ἄλλων ἔνιψε μαθητῶν, οὕτω καὶ τῆς ἱερᾶς μετέσχε τραπέζης, ἵνα μηδεμίαν ἀπολογίας ἔχῃ πρόφασιν, ἐὰν ἐπιμείνῃ τῇ πονηρίᾳ. Πάντα γὰρ τὰ παρ᾽ ἑαυτοῦ ἐπεδείξατο, καὶ εἰσήνεγκεν· ὁ δὲ ἔμεινε τὴν πονηρὰν διατηρῶν γνώμην.

ϛʹ. Ἀλλὰ καιρὸς λοιπὸν τῇ φρικτῇ ταύτῃ προσελθεῖν τραπέζῃ. Πάντες τοίνυν προσέλθωμεν μετὰ τῆς προσηκούσης σωφροσύνης καὶ νήψεως· καὶ μηδεὶς ἔστω Ἰούδας ἔτι, μηδεὶς ἔστω πονηρὸς, μηδεὶς ἔχων ἰὸν, μὴ ἄλλα μὲν ἐπὶ τοῦ στόματος φέρων, ἄλλα δὲ ἐπὶ τῆς διανοίας. Πάρεστιν ὁ Χριστὸς, καὶ νῦν ἐκεῖνος ὁ τὴν τράπεζαν διακοσμήσας ἐκείνην, οὗτος καὶ ταύτην διακοσμεῖ νῦν. Οὐδὲ γὰρ ἄνθρωπός ἐστιν ὁ ποιῶν τὰ προκείμενα γενέσθαι σῶμα καὶ αἷμα Χριστοῦ, ἀλλ᾽ αὐτὸς ὁ σταυρωθεὶς ὑπὲρ ἡμῶν Χριστός. Σχῆμα πληρῶν ἕστηκεν ὁ ἱερεὺς, τὰ ῥήματα φθεγγόμενος ἐκεῖνα· ἡ δὲ δύναμις καὶ ἡ χάρις τοῦ Θεοῦ ἐστι. Τοῦτό μου ἐστὶ τὸ σῶμα, φησί. Τοῦτο τὸ ῥῆμα μεταῤῥυθμίζει τὰ προκείμενα· καὶ καθάπερ ἡ φωνὴ ἐκείνη ἡ λέγουσα· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, ἐῤῥέθη μὲν ἅπαξ, διὰ παντὸς δὲ τοῦ χρόνου γίνεται ἔργῳ ἐνδυναμοῦσα τὴν φύσιν τὴν ἡμετέραν πρὸς παιδοποιίαν· οὕτω καὶ ἡ φωνὴ αὕτη ἅπαξ λεχθεῖσα καθ᾽ ἑκάστην τράπεζαν ἐν ταῖς Ἐκκλησίαις ἐξ ἐκείνου μέχρι σήμερον καὶ μέχρι τῆς αὐτοῦ παρουσίας, τὴν θυσίαν ἀπηρτισμένην ἐργάζεται.

Μηδεὶς τοίνυν ὕπουλος ἔστω, μηδεὶς πονηρίας γέμων, μηδεὶς ἰὸν ἔχων ἐν τῇ διανοίᾳ, ἵνα μὴ εἰς κατάκριμα μεταλαμβάνῃ. Καὶ γὰρ τότε, μετὰ τὸ λαβεῖν τὴν προσφορὰν, ἐπεπήδησε τῷ Ἰούδᾳ ὁ διάβολος, οὐ τοῦ σώματος καταφρονήσας τοῦ Δεσποτικοῦ, ἀλλὰ διὰ τὴν ἀναισχυντίαν καταφρονῶν τοῦ Ἰούδα, ἵνα μάθῃς, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυστηρίων, τούτοις μάλιστα ἐπιπηδᾷ καὶ ἐπιβαίνει συνεχῶς ὁ διάβολος, ὥσπερ καὶ τῷ Ἰούδᾳ τότε. Αἱ γὰρ τιμαὶ τοὺς μὲν ἀξίους ὠφελοῦσι, τοὺς δὲ παρὰ τὴν ἀξίαν ἀπολαύοντας εἰς μείζονα τιμωρίαν ἐμβάλλουσι.

Καὶ ταῦτα, οὐχ ἵνα φοβήσω, λέγω, ἀλλ᾽ ἵνα ἀσφαλίσωμαι. Μηδεὶς τοίνυν ἔστω Ἰούδας, μηδεὶς εἰσιὼν ἰὸν ἐχέτω πονηρίας. Τροφὴ γάρ ἐστι πνευματικὴ ἡ θυσία· καὶ καθάπερ ἡ σωματικὴ τροφὴ, ὅταν εἰς γαστέρα χυμοὺς ἔχουσαν πονηροὺς ἐμπέσῃ, πλέον ἐπιτείνει τὴν ἀῤῥωστίαν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς γαστρός· οὕτω δὴ καὶ ἐπὶ τῶν μυστηρίων τῶν πνευματικῶν συμβαίνειν εἴωθε. Καὶ γὰρ καὶ αὐτὰ, ἐπειδὰν εἰς ψυχὴν ἐμπέσῃ πονηρίας γέμουσαν, μᾶλλον αὐτὴν διαφθείρει καὶ ἀπόλλυσιν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τῆς δεξαμένης ψυχῆς. Μηδεὶς τοίνυν ἐχέτω ἔνδον πονηροὺς λογισμοὺς, ἀλλὰ καθάρωμεν τὴν διάνοιαν· καὶ γὰρ καθαρᾷ προσερχόμεθα θυσίᾳ· ἁγίαν ποιήσωμεν τὴν ψυχήν· δυνατὸν γὰρ καὶ ἐν μιᾷ ἡμέρᾳ τοῦτο γενέσθαι. Πῶς καὶ τίνι τρόπῳ; Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν ὀργὴν, θεράπευσον τὴν πληγὴν, λῦσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀπὸ τῆς τραπέζης· θυσίᾳ γὰρ προσέρχῃ φρικτῇ καὶ ἁγίᾳ. Αἰδέσθητι τὴν ὑπόθεσιν αὐτῆς τῆς προσφορᾶς· ἐσφαγμένος πρόκειται ὁ Χριστός. Καὶ τίνος ἕνεκεν ἐσφάγη, καὶ διὰ τί; Ἵνα εἰρηνοποιήσῃ τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ἀγγέλων φίλον σε ποιήσῃ, ἵνα σε τῷ Θεῷ τῶν ὅλων καταλλάξῃ, ἐχθρὸν ὄντα σε καὶ πολέμιον, ἵνα ποιήσῃ φίλον.

Ἐκεῖνος τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ τῶν μισούντων· σὺ δὲ τὸν σύνδουλον μένεις ἐχθραίνων; καὶ πῶς δύνῃ βαδίσαι ἐπὶ τὴν τῆς εἰρήνης τράπεζαν; Κἀκεῖνος μὲν οὐδ᾽ ἀποθανεῖν ὑπὲρ σοῦ παρῃτήσατο· σὺ δὲ ὀργὴν ἀφεῖναι τῷ συνδούλῳ σου διὰ σαυτὸν οὐκ ἀνέχῃ; καὶ ποίας ταῦτα συγγνώμης ἄξια; Ἐπηρέασε, φησὶ, καὶ τὰ μέγιστα ἐπλεονέκτησε. Καὶ τί τοῦτο;

Εἰς χρήματα πάντως ἡ ζημία· οὐδέπω γὰρ ἔτρωσε, καθάπερ τὸν Χριστὸν ὁ Ἰούδας· ἀλλ᾽ ὅμως καὶ αὐτὸ τὸ αἷμα, ὅπερ ἐξέχεεν, εἰς σωτηρίαν αὐτοῖς τοῖς ἐκχέασιν ἔδωκε. Τί τούτου ἴσον ἔχεις εἰπεῖν; Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον ἠδίκησας, ἀλλὰ σαυτόν· ἐκεῖνον μὲν γὰρ πολλάκις εἰς τὸν παρόντα βίον ἔβλαψας· σαυτὸν δὲ ἀσύγγνωστον ἐποίησας πρὸς τὴν ἀπολογίαν εἰς τὴν μέλλουσαν ἡμέραν. Οὐδὲν γὰρ οὕτω μισεῖ ὁ Θεὸς, ὡς μνησίκακον ἄνθρωπον, ὡς οἰδαίνουσαν καρδίαν καὶ φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τί φησιν· Ὅταν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ἄνω παρεστὼς ἐπὶ τῷ θυσιαστηρίῳ, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες τὸ δῶρόν σου ἐπὶ τοῦ θυσιαστηρίου, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε πρόσφερε τὸ δῶρόν σου. Τί λέγεις, Ἀφήσω, Ναὶ, φησί· διὰ γὰρ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφόν σου καὶ αὕτη ἡ θυσία γέγονεν. Εἰ τοίνυν διὰ τὴν εἰρήνην τὴν εἰς τὸν ἀδελφὸν γέγονεν ἡ θυσία, σὺ δὲ οὐ κατορθοῖς τὴν εἰρήνην, εἰκῆ μετέχεις τῆς θυσίας· ἀνόνητον γάρ σοι τὸ κατόρθωμα γέγονε. Ποίησον τοίνυν ἐκεῖνο πρῶτον, δι᾽ ὅπερ ἡ θυσία προσενήνεκται, καὶ τότε αὐτῆς ἀπολαύσεις καλῶς. Διὰ τοῦτο κατῆλθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα καταλλάξῃ ἡμῶν τὴν φύσιν τῷ Δεσπότῃ· διὰ τοῦτο οὐκ αὐτὸς μόνον ἦλθεν, ἀλλ᾽ ἵνα καὶ ἡμᾶς τοὺς τὰ τοιαῦτα ποιοῦντας ποιήσῃ τῆς ἑαυτοῦ προσηγορίας κοινωνούς.

Μακάριοι γὰρ, φησὶν, οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.

Ὅπερ γὰρ ἐποίησεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν ἀνθρωπίνην, εἰρήνης γενόμενος πρόξενος καὶ σεαυτῷ καὶ τοῖς ἄλλοις. Διὰ τοῦτό σε καὶ υἱὸν Θεοῦ καλεῖ τὸν εἰρηνοποιόν· διὰ τοῦτο καὶ ἐν τῷ καιρῷ τῆς θυσίας οὐδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἐντολῆς, ἀλλ᾽ ἢ τῆς πρὸς τὸν ἀδελφὸν καταλλαγῆς, δεικνὺς, ὅτι πάντων μεῖζόν ἐστι τοῦτο. Ἐβουλόμην παρεκτεῖναι τὸν λόγον, ἀλλ᾽ ἀρκεῖ καὶ τὰ εἰρημένα τοῖς προσέχουσιν, ἐὰν μνημονεύωσι.

Μνημονεύωμεν οὖν διαπαντὸς τούτων τῶν ῥημάτων, ἀγαπητοὶ, καὶ τῶν ἁγίων φιλημάτων, καὶ τοῦ φρικωδεστάτου ἀσπασμοῦ τοῦ πρὸς ἀλλήλους. Τοῦτο γὰρ συμπλέκει τὰς διανοίας ἡμῶν, καὶ ποιεῖ σῶμα γενέσθαι ἓν ἅπαντας, ἐπειδὴ καὶ ἑνὸς σώματος μετέχομεν οἱ πάντες. Κεράσωμεν οὖν ἑαυτοὺς εἰς σῶμα ἓν, οὐ τὰ σώματα ἀλλήλοις ἀναφύροντες, ἀλλὰ τὰς ψυχὰς ἀλλήλαις τῷ τῆς ἀγάπης συνδέσμῳ συνάπτοντες· οὕτω δυνησόμεθα μετὰ παῤῥησίας ἀπολαῦσαι τῆς προκειμένης τραπέζης. Κἂν γὰρ μυρία ἔχωμεν δικαιώματα, μνησίκακοι δὲ ὦμεν, πάντα εἰκῆ καὶ μάτην, καὶ οὐδὲν ἐξ αὐτῶν εἰς σωτηρίας λόγον καρπώσασθαι δυνησόμεθα. Ταῦτα οὖν συνειδότες, πᾶσαν καταλύσωμεν ὀργὴν, καὶ καθαίροντες ἑαυτῶν τὸ συνειδὸς, μετὰ πραΰτητος καὶ ἐπιεικείας πάσης προσέλθωμεν τῇ τραπέζῃ τοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ πᾶσα δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, κ.τ.λ.