Ἐλπίδα, φησὶ, μὴ ἔχοντες, καὶ ἄθεοι. Καίτοι θεοὺς προσεκύνουν, ἀλλ᾽ οὐκ ἦσαν· οὐ γάρ ἐστί τι εἴδωλον. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ. Τοῦτο οὖν ἐστι μέγα, φησὶ, τὸ ὅτι εἰς τὴν τῶν Ἰουδαίων πολιτείαν ἤλθομεν; Τί λέγεις; ἀνεκεφαλαιώσατο τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ νῦν περὶ Ἰσραηλιτῶν λέγεις; Ναὶ, φησίν. Ἐκεῖνα μὲν γὰρ τῇ πίστει χρὴ παραλαμβάνειν, ταῦτα δὲ καὶ τοῖς ἔργοις αὐτοῖς. Νυνὶ δὲ, φησὶν, ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε πρὸς τὴν πολιτείαν. Τὸ γὰρ, μακρὰν, καὶ τὸ, ἐγγὺς, προαιρέσεώς ἐστι μόνης.