Ὁ δεῖνα, φησὶ, πεπήρωται ἐκ παίδων, ἕτερος μαίνεται καὶ δαιμονᾷ, ἄλλος εἰς ἔσχατον γῆρας ἐλάσας ἐν πενίᾳ τὸν ἅπαντα βίον διήγαγεν, ἄλλος ἐν νόσοις χαλεπωτάταις· ταῦτα προνοίας ἐστὶν ἔργα; Ὁ μέν ἐστι κωφὸς, ὁ δὲ ἄλαλος, ὁ δὲ πένης, ἕτερος μιαρὸς καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν, χρημάτων ἀπολαύει, καὶ πόρνας τρέφει καὶ παρασίτους, καὶ λαμπρὰν οἰκίαν κέκτηται, καὶ βίον ἀπράγμονα ζῇ. Καὶ πολλὰ τοιαῦτα συνείρουσι, μακρὸν ὑφαίνοντες κατηγορίας λόγον κατὰ τῆς τοῦ Θεοῦ προνοίας. Τί οὖν; ἀπρονόητά ἐστι; τί οὖν ἂν εἴποιμεν πρὸς αὐτούς; Εἰ μὲν Ἕλληνες εἶεν, καὶ λέγοιεν ἡμῖν ὑπό τινος τὸν κόσμον διοικεῖσθαι, πάλιν καὶ ἡμεῖς τὰ αὐτὰ ἐροῦμεν πρὸς αὐτούς· Τί οὖν, ἀπρονόητά ἐστιν; οὐκοῦν πῶς ὑμεῖς σέβεσθε θεοὺς, καὶ προσκυνεῖτε δαίμονας καὶ ἥρωας; εἰ γὰρ πρόνοιά ἐστιν, ἐφέστηκέ τις τοῖς πᾶσιν. Εἰ δέ τινες εἶεν ἀποδυσπετοῦντες, ἢ Χριστιανοὶ ἢ καὶ Ἕλληνες, καὶ παρασαλευόμενοι, τί πρὸς αὐτοὺς ἐροῦμεν; Τοσαῦτα δὲ, εἰπέ μοι, ἀπὸ ταυτομάτου γένοιτο ἂν ἀγαθά; τὸ φῶς τὸ καθημερινὸν, ἡ εὐταξία ἡ ἐν τοῖς οὖσι, τῶν ἄστρων ἡ χορεία, ὁ ἰσοστάσιος νυκτῶν καὶ ἡμερῶν δρόμος, ἡ τῆς φύσεως ἀκολουθία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν ἀνθρώποις; Τίς, εἰπέ μοι, ὁ ταῦτα διοικῶν;