Οὗτοι πάντες τῇ προσεδρείᾳ ἤνυσαν. Προσευχόμενοι, φησὶν, ἐν παντὶ καιρῷ ἐν πνεύματι. Τουτέστι, Τὰ κατὰ Θεὸν ζητῶμεν, μηδὲν κοσμικὸν, μηδὲν βιωτικόν. Οὐ τοίνυν τοῦ ἀδιαλείπτως προσεύχεσθαι χρεία μόνον, ἀλλὰ καὶ ἀγρυπνοῦντας· Καὶ εἰς αὐτὸ, φησὶν, ἀγρυπνοῦντες. Εἴτε παννυχίδας ἐνταῦθα λέγει, εἴτε τὴν νῆψιν τῆς ψυχῆς, ἀμφότερα δέχομαι. Ὁρᾷς πῶς ἠγρύπνει ἐκείνη ἡ Χαναναία, ὅτι καὶ τοῦ Κυρίου μὴ ἀποκρινομένου, ἀλλὰ καὶ ἀποσειομένου, καὶ κυνάριον αὐτὴν καλέσαντος, ἐκείνη ἔλεγε, Ναὶ, Κύριε, καὶ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν· καὶ οὐκ ἀφίστατο, ἕως ἐπέτυχε τῆς αἰτήσεως; πῶς δὲ ἡ χήρα ἐκείνη ἔκραζε, καὶ μέχρι τοσούτου ἐπέμεινεν, ἕως ὅτου τὸν ἄρχοντα, τὸν μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἄνθρωπον αἰδούμενον ἠδυνήθη δυσωπῆσαι; πῶς δὲ ὁ φίλος ἐπέμενεν ἀωρὶ τῶν νυκτῶν παραμένων, ἕως ὅτου ἐγερθῆναι παρεσκεύασε, δυσωπήσας ἐκεῖνον τῇ προσεδρείᾳ; Τοῦτό ἐστιν ἀγρυπνεῖν. Βούλει μαθεῖν ἀγρυπνίαν ψυχῆς; ἄπιθι πρὸς τὴν Ἄνναν, ἄκουσον αὐτῶν τῶν ῥημάτων αὐτῆς· Ἀδωναῒ, Ἐλωῒ Σαβαώθ. Μᾶλλον δὲ τὰ πρὸ τῶν ῥημάτων ἄκουσον. Ἀνέστησαν, φησὶ, πάντες ἀπὸ τῆς τραπέζης, καὶ ἐκείνη εὐθέως οὐ πρὸς ὕπνον ἐτρέπετο, οὐ πρὸς ἀνάπαυσιν. Ὅθεν μοι δοκεῖ καὶ ἐπὶ τῆς τραπέζης καθημένη, κούφη τις εἶναι, καὶ μὴ βεβαρῆσθαι σιτίοις τισίν· οὐ γὰρ ἂν τοσαῦτα ἠφίει δάκρυα.