δʹ. Ὁρᾷς ποῦ, φησὶ, τὸ ὅμοιον; κατὰ τὴν σάρκα. Παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ, ἐγκαλυπτέσθωσαν οἱ δοκήσει λέγοντες αὐτὸν παραγενέσθαι, καὶ οὐκ ἀληθείᾳ. Οὐ γὰρ εἶπεν, ὅτι Μετέσχε τούτων, μόνον, καὶ ἐσίγησε· καίτοι καὶ εἰ οὕτως εἶπεν, ἱκανὸν ἦν· ἀλλ᾽ ἕτερόν τι μεῖζον ἐνέφηνε, τὸ, Παραπλησίως, προσθείς. Οὐ φαντασίᾳ οὐδὲ εἰκόνι, φησὶν, ἀλλ᾽ ἀληθείᾳ· ἐπεὶ τὸ, Παραπλησίως, οὐ σώζεται. Εἶτα δείξας τὴν ἀδελφότητα, καὶ τὴν αἰτίαν τίθησι τῆς οἰκονομίας· Ὅπως διὰ τοῦ θανάτου, φησὶ, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι, τὸν διάβολον. Ἐνταῦθα τὸ θαυμαστὸν δείκνυσιν, ὅτι δι᾽ οὗ ἐκράτησεν ὁ διάβολος, διὰ τούτου ἡττήθη, καὶ ὅπερ ἰσχυρὸν ἦν αὐτῷ ὅπλον κατὰ τῆς οἰκουμένης, ὁ θάνατος, τούτῳ αὐτὸν ἔπληξεν ὁ Χριστός· καὶ τὸ πολὺ τῆς δυνάμεως τοῦ νικήσαντος ἐμφαίνει. Ὁρᾷς ὅσον ὁ θάνατος εἰργάσατο καλόν; Καὶ ἀπαλλάξῃ, φησὶ, τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Τίνος ἕνεκεν φρίττετε, φησὶ, τί δεδοίκατε τὸν καταργηθέντα; οὐκέτι φοβερός ἐστιν, ἀλλὰ πεπάτηται, καταπεφρόνηται, εὐτελής ἐστι καὶ οὐδενὸς ἄξιος. Τί δέ ἐστιν, Ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας; τί τοῦτο, φησίν;