Ἄρα ἑτέραν τινὰ αἰνίττεται τὴν ὄντως ἀνάπαυσιν. δʹ. Ὄντως γὰρ ἐκείνη ἐστὶν ἀνάπαυσις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἔνθα οὐδὲ φροντίδες, οὔτε πόνοι, οὔτε ἀγωνία, οὔτε φόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ φόβος ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐκεῖ ἀκοῦσαι. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου· οὐδὲ ἀκάνθας, οὐδὲ τριβόλους ἀνατελεῖ σοι· Οὐκέτι ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν, Ἐν λύπαις τέξεις τέκνα, οὐδὲ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα εἰρήνη ἐκεῖ, χαρὰ, εὐφροσύνη, ἡδονὴ, ἀγαθωσύνη, πραότης, εὐθύτης, ἀγάπη. Οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία οὐδὲ βασκανία, οὐ νόσος, οὐ θάνατος οὗτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐκ ἔστι σκότος, οὔτε νύξ· πάντα ἡμέρα, πάντα φῶς, πάντα ἄνεσις· οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀλλ᾽ ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Βούλεσθε δῶ τινα καὶ εἰκόνα ὑμῖν τῆς ἐκεῖ καταστάσεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ᾽ ὅμως, ὡς ἂν ᾖ δυνατὸν, πειράσομαι ὑμῖν δοῦναί τινα εἰκόνα. Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον· εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολὺν διατρίψαντες χρόνον, ἐννοήσωμεν ὅτι καὶ ἔδαφος ἕξομεν οὐ τοιοῦτον μὲν ὂν, ἀλλὰ τοσούτῳ γιγνόμενον κάλλιον, ὅσῳ τῶν πηλίνων ὀρόφων ὁ χρυσοῦς.