Ἀρξώμεθα τοίνυν, παρακαλῶ, ὁ μὲν ἀπὸ τοῦ τὰς εὐχὰς ἐπιτεῖναι, ὁ δὲ ἀπὸ τοῦ δακρύειν συνεχῶς, ὁ δὲ ἀπὸ τοῦ κατηφεῖν· οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ οὕτω μικρὸν ἀνόνητον. Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Πάντες δὲ ἀπὸ ἐλεημοσύνης, καὶ τοῦ ἀφιέναι τοῖς πλησίον τὰ ἁμαρτήματα, καὶ ἀπὸ τοῦ μὴ μνησικακεῖν μηδὲ ἀμύνεσθαι, ταπεινώσωμεν ἑαυτῶν τὰς ψυχάς. Ἐὰν ἐννοῶμεν συνεχῶς τὰ ἡμαρτημένα ἡμῖν, οὐδὲν ἡμᾶς ἐπᾶραι τῶν ἔξωθεν δυνήσεται, οὐ πλοῦτος, οὐ δυναστεία, οὐκ ἀρχὴ, οὐ τιμὴ, ἀλλὰ κἂν εἰς αὐτὸ τὸ ὄχημα τὸ βασιλικὸν καθίσωμεν, στενάξομεν πικρόν. Ἐπεὶ καὶ ὁ μακάριος Δαυῒδ βασιλεὺς ἦν, καὶ ἔλεγε· Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου· καὶ οὐδὲν ἀπὸ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος παρεβλάβη, καὶ οὐκ ἐτυφώθη· ᾔδει γὰρ ἑαυτὸν ἄνθρωπον ὄντα· καὶ ἐπειδὴ συντετριμμένην εἶχε τὴν καρδίαν, ἐθρήνει. Τί γάρ ἐστι τὰ ἀνθρώπινα πράγματα; Τέφρα καὶ κόνις, καὶ ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καπνὸς καὶ σκιὰ, καὶ φύλλον περιφερόμενον καὶ ἄνθος, ὄναρ καὶ διήγημα, καὶ μῦθος, ἄνεμος καὶ ἀὴρ χαῦνος ἁπλῶς διαῤῥέων, πτερὸν οὐχ ἱστάμενον, ῥεῦμα παρατρέχον, καὶ εἴ τι τούτων οὐδαμινέστερον· τί γὰρ, εἰπέ μοι, μέγα νομίζεις; ποῖον ἡγῇ μέγα ἀξίωμα εἶναι; τὸ τοῦ ὑπάτου; οὐδὲν γὰρ τούτου τοῦ ἀξιώματος εἶναι μεῖζον νομίζουσιν οἱ πολλοί.