Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Φιλήμονα ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Β΄: Η ικεσία υπέρ του Ονησίμου

Ερμηνεία της ρητορικής και ποιμαντικής προσέγγισης του Παύλου, με σκοπό την εκούσια αποδοχή του φυγάδα δούλου Ονησίμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 7

ΟΜΙΛΙΑ Βʹ. Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.

αʹ. Οὐκ εὐθέως ἐκ προοιμίων αἰτεῖ τὴν χάριν, ἀλλὰ πρότερον τὸν ἄνδρα θαυμάσας, καὶ ἐπαινέσας ἐπὶ τοῖς κατορθώμασι, καὶ τῆς αὑτοῦ ἀγάπης δείξας τεκμήριον οὐ μικρὸν τὸ διαπαντὸς αὐτοῦ μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ εἰπὼν, ὅτι πολλοὶ ἀναπαύονται πρὸς αὐτὸν, καὶ πᾶσιν ὑπακούει καὶ πείθεται· τότε καὶ αὐτὴν τελευταῖον τίθησι, μάλιστα αὐτὸν δυσωπῶν τούτῳ. Εἰ γὰρ ἕτεροι ἐπιτυγχάνουσιν ὧν δέονται, πολλῷ μᾶλλον Παῦλος· εἰ πρὸ τῶν ἄλλων ἐλθὼν ἄξιος ἦν τυχεῖν, πολλῷ μᾶλλον μετὰ τοὺς ἄλλους, καὶ πρᾶγμα αἰτῶν οὐκ εἰς αὐτὸν ἀνῆκον, ἀλλ᾽ ὑπὲρ ἑτέρου.

Εἶτα ἵνα μὴ δόξῃ τούτου ἕνεκεν γράφειν μόνον, μηδὲ εἴπῃ τις, ὡς Εἰ μὴ Ὀνήσιμος ἦν, οὐκ ἂν ἔγραψας, ὅρα πῶς καὶ ἑτέρας αἰτίας τίθησι τῆς ἐπιστολῆς· πρῶτον μὲν τὴν ἀγάπην αὐτοῦ δηλῶν; ἔπειτα δὲ καὶ ξενίαν κελεύων ἑτοιμασθῆναι αὐτῷ. Ἀκούων σου, φησὶ, τὴν ἀγάπην. Θαυμαστὸν τοῦτο, καὶ τοῦ παρόντος ἰδεῖν τοῦτο πολλῷ μεῖζον. Δῆλον γὰρ ὅτι ἐκ τοῦ ὑπερβάλλουσαν ταύτην εἶναι, καὶ διάδηλος γέγονε, καὶ μέχρις αὐτοῦ ἔφθασε· καίτοι γε οὐκ ὀλίγον τὸ μέσον ἦν Ῥώμης καὶ Φρυγίας· ἐκεῖ γάρ μοι δοκεῖ εἶναι ἀπὸ Ἀρχίππου. Οἱ γὰρ Κολοσσαεῖς τῆς Φρυγίας εἰσὶ, πρὸς οὓς γράφων ἔλεγεν, Ὅταν ἀναγνωσθῇ παρ᾽ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. Αὕτη δὲ τῆς Φρυγίας πόλις ἐστίν. Εὔχομαι, φησὶν, ἵνα ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται. Ὁρᾷς πρότερον αὐτὸν διδόντα ἢ λαβεῖν, καὶ πρὶν ἢ τὴν χάριν αἰτῆσαι, τὴν αὑτοῦ παρέχοντα πολλῷ μείζονα; Ὅπως, φησὶν, ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ὑμῖν εἰς Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἵνα πᾶσαν ἀρετὴν ἐπέλθῃς, Ἵνα μηδὲν ἐλλειφθῇ. Οὕτω γὰρ ἡ πίστις γίνεται ἐνεργὴς, ὅταν ἔργα ἔχῃ. Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά ἐστι. Καὶ οὐκ εἶπεν, Ἡ πίστις σου, ἀλλ᾽, Ἡ κοινωνία τῆς πίστεώς σου, συνάπτων αὐτὸν ἑαυτῷ, καὶ ἓν σῶμα δεικνὺς, καὶ τούτῳ μάλιστα αὐτὸν δυσωπῶν.

Εἰ κοινωνὸς εἶ, φησὶ, κατὰ τὴν πίστιν, καὶ κατὰ τὰ ἄλλα ὀφείλεις κοινωνεῖν. Χαρὰν γὰρ ἔχομεν καὶ πολλὴν παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Οὐδὲν οὕτω δυσωπεῖ, ὡς τὸ τὰς ἑτέρων εὐεργεσίας προφέρειν, καὶ μάλιστα ὅταν ἐκείνων αἰδεσιμώτερος ᾖ. Καὶ οὐκ εἶπεν, Εἰ τοῖς ἄλλοις ποιεῖς, πολλῷ μᾶλλον ἐμοί. Ἀλλὰ τὸ αὐτὸ μὲν ᾐνίξατο, ἑτέρως δὲ αὐτὸ μεθώδευσε προσηνέστερον.

Χαρὰν ἔχομεν· τουτέστι, Σύ μοι παῤῥησίαν ἔδωκας ἐκ τῶν εἰς ἑτέρους γενομένων. Καὶ παράκλησιν. Τουτέστιν, οὐ μόνον ἡδόμεθα, ἀλλὰ καὶ παραμυθούμεθα· μέλος γὰρ ἡμῶν ἐκεῖνοι. Εἰ τοίνυν τὴν συμφωνίαν τοσαύτην δεῖ εἶναι, ὡς ἐπὶ ταῖς ἑτέρων ἀναπαύσεσι τοὺς ἄλλους ἐν θλίψεσιν ὄντας, κἂν μὴ τύχωσί τινος, εὐφραίνεσθαι δι᾽ ἐκείνους, ὡς ἑνὸς σώματος εὐεργετηθέντος, πολλῷ μᾶλλον εἰ καὶ ἡμᾶς ἀναπαύσεις.

Καὶ οὐκ εἶπεν, Ὅτι εἴκεις, ὅτι πείθῃ, ἀλλὰ καὶ σφοδρότερον καὶ ἐμφαντικώτερον, Ὅτι τὰ σπλάγχνα τῶν ἁγίων, ὡσανεὶ περὶ παιδίου ποθεινοῦ τοῖς πατράσιν ὄντος καὶ ἐπεράστου. Οὕτως ἡ ἀγάπη, ἡ φιλοστοργία δείκνυσιν αὐτὸν καὶ σφόδρα ἀγαπώμενον παρ᾽ αὐτῶν. Διὸ πολλὴν παῤῥησίαν ἔχων ἐν Χριστῷ ἐπιτάσσειν σοι τὸ ἀνῆκον. Ὅρα πῶς ἀσφαλίζεται, μή τι καὶ τῶν ἀπὸ σφοδρᾶς ἀγάπης λεγομένων πλήξῃ τὸν ἀκροατὴν, ὡς δυσανασχετεῖν. Διὰ τοῦτο πρὶν ἢ εἰπεῖν, Ἐπιτάσσειν σοι, ἐπειδὴ βαρὺ ἦν, καίτοι γε ἀπὸ ἀγάπης λεγόμενον μᾶλλον ἱκανὸν θεραπεῦσαι, ἀλλ᾽ ὅμως ἐκ περιουσίας πολλὴν τίθεται τὴν διόρθωσιν, εἰπὼν, Παῤῥησίαν ἔχων, ὅπερ μέγαν δεικνύντος ἦν τὸν Φιλήμονα· τουτέστι, Παῤῥησίαν ἡμῖν ἔδωκας σύ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ, Ἐν Χριστῷ, ἐπαγαγὼν, ὅπερ δηλοῦντός ἐστιν, ὅτι οὐχ ὡς ἐν τῷ κόσμῳ λαμπρότερον, οὐδὲ ὡς δυνατώτερον, ἀλλὰ διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστόν· καὶ τότε ἔθηκε τὸ, Ἐπιτάσσειν σοι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Τὸ ἀνῆκον, τουτέστιν, εὔλογον πρᾶγμα. Καὶ ὅρα ἐκ πόσων αὐτὸ κατασκευάζει. Τοὺς ἄλλους εὖ ποιεῖς. φησί· καὶ ἐμὲ, καὶ διὰ τὸν Χριστὸν, καὶ ὅτι τὸ πρᾶγμα εὔλογον, καὶ ὅτι ἡ ἀγάπη δίδωσι. Διὸ καὶ ἐπάγει· Διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ.

Ὡσανεὶ εἶπεν, Οἶδα μὲν, ὅτι καὶ ἐπιτάττων ἀνύω μετὰ πολλῆς τῆς ἐξουσίας, ἀπὸ τῶν προλαβόντων· πλὴν ἀλλ᾽ ἐπειδὴ πολλὴν ὑπὲρ τοῦ πράγματος ποιοῦμαι σπουδὴν, παρακαλῶ. Ἀμφότερα ἔδειξεν ὁμοῦ, ὅτι καὶ θαῤῥεῖ αὐτῷ (ἐπέταξε γὰρ), καὶ ὅτι σφόδρα τοῦ πράγματος ἀντιποιεῖται· διὸ παρακαλεῖ. Τοιοῦτος ὢν, φησὶν, ὡς Παῦλος πρεσβύτης.

βʹ. Βαβαὶ, πόσα δυσωπητικά! Παῦλος, ἀπὸ τῆς ποιότητος τοῦ προσώπου· ἀπὸ τῆς ἡλικίας, ὅτι πρεσβύτης· ἀπὸ τοῦ δικαιοτέρου πάντων, ὅτι καὶ Δέσμιος Ἰησοῦ Χριστοῦ. Τίς γὰρ οὐκ ἂν τὸν ἀθλητὴν, καὶ στεφανίτην ἐδέξατο ὑπτίαις χερσί; τίς ὁρῶν διὰ Χριστὸν δεδεμένον, οὐκ ἂν μυρία ἐχαρίσατο, Τοσούτοις δὴ προλεάνας αὐτοῦ τὴν ψυχὴν, οὐδὲ εὐθέως ἐνέβαλε τὸ ὄνομα, ἀλλὰ τοσαύτην ποιησάμενος αἴτησιν ἀναβάλλεται.

Ἴστε γὰρ τοὺς θυμοὺς τῶν δεσποτῶν κατὰ τῶν ἀποδεδρακότων οἰκετῶν, καὶ μάλιστα ὅταν μετὰ κλοπῆς τοῦτο ἐργάσωνται, κἂν χρηστοὺς ἔχωσι δεσπότας, πῶς αὔξεται ἡ ὀργή. Ταύτην οὖν πᾶσι τούτοις προελέανε· καὶ πρότερον πείσας πᾶν ὁτιοῦν ὑπουργῆσαι ἑτοίμως, καὶ παρασκευάσας αὐτοῦ τὴν ψυχὴν πρὸς πᾶσαν ὑπακοὴν, τότε ἐπάγει τὴν δέησιν, καί φησι· Παρακαλῶ σε· καὶ μετὰ ἐγκωμίων· Περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου.

Πάλιν οἱ δεσμοὶ δυσωπητικοί. Καὶ τότε τὸ ὄνομα· οὐ μόνον γὰρ τὸν θυμὸν ἔσβεσεν, ἀλλὰ καὶ ἡσθῆναι πεποίηκεν. Οὐ γὰρ ἂν αὐτὸν, φησὶ, τέκνον ἐκάλουν, εἰ μὴ σφόδρα ἦν εὔχρηστος. Ὅπερ Τιμόθεον ἐκάλεσα, τοῦτο καὶ τοῦτον. Καὶ πολλαχοῦ τὴν φιλοστοργίαν δεικνὺς, ἀπὸ τοῦ καιροῦ τῆς ὠδῖνος ἐντρέπει· Δέσμιος αὐτὸν ἐγέννησα, φησίν. Ὥστε καὶ διὰ τοῦτο ἄξιος πολλῆς τυχεῖν τῆς τιμῆς, ὅτι ἐν αὐτοῖς τοῖς ἄθλοις ἀπετέχθη, ἐν τοῖς ὑπὲρ τοῦ Χριστοῦ πειρασμοῖς.

Ὀνήσιμον, τὸν ποτέ σοι ἄχρηστον. Ὅρα πόση ἡ σύνεσις, πῶς ὁμολογεῖ αὐτοῦ τὸ ἁμάρτημα, καὶ τούτῳ σβεννὺς αὐτοῦ τὸν θυμόν. Οἶδα, φησὶν, ὅτι ἄχρηστος ἦν. Νῦν δὲ σοὶ καὶ ἐμοὶ χρήσιμος ἔσται. Οὐκ εἶπε, Νῦν δέ σοι χρήσιμος ἔσται, ἵνα μὴ ἐκεῖνος ἀντείπῃ, ἀλλὰ καὶ τὸ αὑτοῦ πρόσωπον εἰσήγαγεν, ἵνα ἀξιόπιστοι ὦσιν αἱ ἐλπίδες. Νῦν δὲ σοὶ, φησὶ, καὶ ἐμοὶ εὔχρηστον. Εἰ γὰρ Παύλῳ χρήσιμος τῷ τοσαύτην ἀκρίβειαν ἀπαιτοῦντι, πολλῷ μᾶλλον τῷ δεσπότῃ. Ὃν ἔπεμψα πρὸς σέ. Καὶ τούτῳ τὸν θυμὸν ἔσβεσε, τῷ παραδοῦναι αὐτόν. Μάλιστα γὰρ οἱ δεσπόται τότε ὀργίζονται, ὅταν ὑπὲρ ἀπόντων παρακαλῶνται· ὥστε καὶ αὐτῷ τούτῳ μᾶλλον κατεπράϋνε.

Σὺ δὲ αὐτὸν, τουτέστι, τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ. Καὶ πάλιν οὐ γυμνὸν τίθησι τὸ ὄνομα, ἀλλὰ μετὰ ῥήματος ἐντρεπτικοῦ, ὃ τοῦ τέκνου θερμότερόν ἐστιν. Εἶπε, Τέκνον· εἶπεν, Ἐγέννησα· ὥστε μάλιστα αὐτὸν φιλεῖν εἰκὸς, ὅτι ἐν πειρασμοῖς αὐτὸν ἔτεκεν. Ὅτι γὰρ περὶ ἐκεῖνα τὰ παιδία μάλιστα ἐκκαιόμεθα, δῆλον, ὅταν κινδύνους διαφύγωμεν, καὶ ἐν αὐτοῖς τέκωμεν· ὡς ὅταν λέγῃ ἡ Γραφὴ, Οὐαιβαροχαβήλ· καὶ πάλιν ὅταν καλῇ τὸν Βενιαμὶν ἡ Ῥαχὴλ, Υἱὸν, φησὶν, ὀδύνης μου. Σὺ δὲ αὐτὸν, φησὶ, τουτέστι, τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ.

Δείκνυσιν αὐτοῦ τὴν ἀγάπην τὴν πολλήν. Οὐκ εἶπεν, Ἀπόδεξαι, οὐκ εἶπε, Μὴ ὀργισθῇς, ἀλλὰ, Προσλαβοῦ· τουτέστιν, οὐχὶ συγγνώμης μόνον, ἀλλὰ καὶ τιμῆς ἐστιν ἄξιος. Διὰ τί; Τέκνον Παύλου γέγονεν. Ὃν ἐγὼ ἐβουλόμην ὑπὲρ σοῦ κατέχειν, ἵνα διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγελίου. Ὁρᾷς, πόσα πρότερον κατασκευάσας, τότε αὐτὸν ἤγαγεν εἰς τὴν τοῦ δεσπότου τιμήν; Καὶ ὅρα καὶ τοῦτο μεθ᾽ ὅσης σοφίας· ὅρα κἀκεῖνον πόσου ὑπεύθυνον ποιεῖ, καὶ τοῦτον πῶς τιμᾷ. Εὗρες, φησὶν, ὅπως ἀποδῷς τὴν πρὸς ἐμὲ λειτουργίαν δι᾽ αὐτοῦ. Ἐνταῦθα δείκνυσιν, ὅτι τὸ αὑτοῦ μᾶλλον ἐσκόπησεν, ἢ τὸ τοῦ παιδὸς, ὅτι σφόδρα αὐτὸν αἰδεῖται. Χωρὶς δὲ τῆς σῆς γνώμης, φησὶν, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατ᾽ ἀνάγκην τὸ ἀγαθὸν ᾖ σου, ἀλλὰ κατὰ ἑκούσιον.

Τοῦτο μάλιστα χαυνοῖ τὸν ἀξιούμενον, ὅταν καὶ, πράγματος ὄντος χρησίμου, μετὰ τῆς ἐκείνου γνώμης τίκτηται. Δύο γὰρ ἀγαθὰ ἐντεῦθεν γίνεται, κἀκεῖνος κερδαίνει, καὶ οὗτος ἀσφαλέστερος καθίσταται. Καὶ οὐκ εἶπεν, Ἵνα μὴ κατὰ ἀνάγκην, ἀλλ᾽, Ὡς κατὰ ἀνάγκην. ᾜδειν μὲν γὰρ, φησὶν, ὅτι καὶ μὴ μαθὼν, ἀλλὰ ἀθρόον γνοὺς, οὐκ ἂν ἠγανάκτησας, ἀλλ᾽ ὅμως ἐκ πλείονος περιουσίας, ἵνα μὴ ὡς κατὰ ἀνάγκην. Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, μηκέτι ὡς δοῦλον. Καλῶς τὸ, Τάχα, ἵνα εἴξῃ ὁ δεσπότης.

Ἐπειδὴ γὰρ ἀπὸ αὐθαδείας γέγονεν ἡ φυγὴ καὶ διεστραμμένης διανοίας, καὶ οὐκ ἀπὸ προαιρέσεως, λέγει, Τάχα. Καὶ οὐκ εἶπε, Διὰ τοῦτο ἔφυγεν, ἀλλὰ, Διὰ τοῦτο ἐχωρίσθη, εὐφημοτέρῳ ὀνόματι μᾶλλον πραΰνων. Καὶ οὐκ εἶπεν, Ἐχώρισεν ἑαυτὸν, ἀλλ᾽, Ἐχωρίσθη· οὐ γὰρ αὐτοῦ τὸ κατασκεύασμα τὸ ἐπὶ τούτῳ ἀναχωρῆσαι, οὐδὲ ἐπ᾽ ἐκείνῳ. Ὅπερ καὶ Ἰωσὴφ ἀπολογούμενος ὑπὲρ τῶν ἀδελφῶν φησὶν, ὅτι Ὁ Θεὸς ἀπέστειλέ με ἐνταῦθα· τουτέστι, τῇ κακουργίᾳ αὐτῶν εἰς δέον ἐχρήσατο. Διὰ τοῦτο ἐχωρίσθη, φησὶ, πρὸς ὥραν. Καὶ τὸν χρόνον συστέλλει, καὶ τὸ ἁμάρτημα ὁμολογεῖ, καὶ τρέπει τὸ πᾶν εἰς οἰκονομίαν.

Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, οὐκ ἐν τῷ παρόντι μόνον καιρῷ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, ἵνα διαπαντὸς ἔχῃς αὐτὸν, οὐκέτι δοῦλον, ἀλλὰ τιμιώτερον δούλου· δοῦλον γὰρ μένοντα εὐνοϊκώτερον ἕξεις ἀδελφοῦ. Ὥστε καὶ τῷ χρόνῳ κεκέρδακας καὶ τῇ ποιότητι· λοιπὸν γὰρ οὐκ ἀποπηδήσει. Ἵνα αἰώνιον αὐτὸν, φησὶν, ἀπέχῃς, ἀντὶ τοῦ, Ἀπολάβῃς. Οὐκέτι ὡς δοῦλον, ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητὸν, μάλιστα ἐμοί. Δοῦλον ἀπόλεσας πρὸς ὀλίγον, καὶ ἀδελφὸν εὑρήσεις εἰς τὸ διηνεκὲς, ἀδελφὸν οὐ σὸν μόνον, ἀλλὰ καὶ ἐμόν. Ἐνταῦθα καὶ ἡ ἀρετὴ πολλή.

Εἰ δὲ ἐμὸς ἀδελφὸς, οὐκ ἐπαισχυνθήσῃ καὶ σύ. Διὰ μὲν οὖν τοῦ τέκνου τὴν στοργὴν ἔδειξε, διὰ δὲ τοῦ ἀδελφοῦ τὴν εὔνοιαν τὴν πολλὴν καὶ τὴν ἰσοτιμίαν. γʹ. Ταῦτα οὐχ ἁπλῶς ἀναγέγραπται, ἀλλ᾽ ἵνα μὴ ἀπογινώσκωμεν τῶν οἰκετῶν οἱ δεσπόται, μηδὲ σφόδρα αὐτοῖς ἐπιτιθώμεθα, ἀλλὰ μάθωμεν συγχωρεῖν τὰ ἁμαρτήματα τοῖς οἰκέταις τοῖς τοιούτοις, ἵνα μὴ ἀεὶ τραχεῖς ὦμεν, ἵνα μὴ ἀπὸ τῆς δουλείας ἐπαισχυνώμεθα καὶ κοινωνοὺς αὐτοὺς ἐν πᾶσι λαμβάνειν, ὅταν ὦσιν ἀγαθοί. Εἰ γὰρ Παῦλος οὐκ ἐπῃσχύνθη καὶ τέκνον καλέσαι, καὶ σπλάγχνον, καὶ ἀδελφὸν, καὶ ἀγαπητὸν, πῶς ἂν ἡμεῖς ἐπαισχυνθῶμεν; Καὶ τί λέγω, Παῦλος; ὁ Παύλου Δεσπότης οὐκ ἐπαισχύνεται τοὺς ἡμετέρους δούλους ἀδελφοὺς αὑτοῦ καλεῖν, καὶ ἡμεῖς ἐπαισχυνούμεθα; Ὅρα, πῶς ἡμᾶς τιμᾷ· ἀδελφοὺς ἑαυτοῦ καλεῖ τοὺς ἡμετέρους δούλους, καὶ φίλους, καὶ συγκληρονόμους. Ἰδοὺ ποῦ κατέβη. Τί οὖν ποιήσαντες ἡμεῖς, τὸ πᾶν ἠνυκότες ἐσόμεθα; Οὐδὲν ὅλως δυνησόμεθα, ἀλλ᾽ ὅπου δ᾽ ἂν ταπεινοφροσύνης ἔλθωμεν, τὸ πλέον αὐτῆς ὑπολέλειπται. Σκόπει γάρ· Ὅπερ ἂν ποιήσῃς σὺ, περὶ τὸν ὁμόδουλον ποιεῖς, ὁ δὲ σὸς δεσπότης περὶ τοὺς σοὺς δούλους πεποίηκεν.