Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Φιλήμονα ἐπιστολήν
Ομιλία Β΄: Ηθική προτροπή περί ταπεινοφροσύνης
Επισήμανση του κινδύνου της κενοδοξίας, προβολή αγιογραφικών προτύπων ταπείνωσης και προτροπή για απόλυτη υποταγή στο θείο θέλημα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Β΄: Ηθική προτροπή περί ταπεινοφροσύνης
Επισήμανση του κινδύνου της κενοδοξίας, προβολή αγιογραφικών προτύπων ταπείνωσης και προτροπή για απόλυτη υποταγή στο θείο θέλημα.
Ἄκουσον, καὶ φρίξον· Μηδέποτε ἐπαρθῇς ἐπὶ ταπεινοφροσύνῃ. Τάχα γελᾶτε τὸ λεχθὲν, εἰ ταπεινοφροσύνη ἐπαίρει· ἀλλὰ μὴ θαυμάσητε· ἐπαίρει, ὅταν μὴ γνησία ᾖ. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν διὰ τὸ ἀποδέξασθαι ἀνθρώπους γένηται, καὶ οὐχὶ Θεὸν, ὅταν πρὸς τὸ ἐπαινεῖσθαι καὶ μεγαλοφρονεῖν· καὶ γὰρ τοῦτο διαβολικόν. Ὥσπερ γὰρ πολλοὶ διὰ τὸ μὴ κενοδοξεῖν κενοδοξοῦσιν· οὕτω καὶ διὰ τὸ ταπεινοῦσθαι ἐπαίρονται διὰ τὸ μέγα φρονεῖν. Οἷον, ἦλθέ τις ἀδελφὸς ἢ καὶ οἰκέτης, προσελάβου αὐτὸν, τοὺς πόδας ἔνιψας, εὐθέως μέγα ἐφρόνησας· Ἐποίησα, λέγεις, ὃ οὐδεὶς ἐποίησε, κατώρθωσα τὴν ταπεινοφροσύνην.
Πῶς οὖν ἄν τις ἐν τῇ ταπεινοφροσύνῃ μένοι; Εἰ μνημονεύει τῆς παραγγελίας τοῦ Χριστοῦ τῆς λεγούσης· Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· καὶ πάλιν τοῦ Διδασκάλου τῆς οἰκουμένης λέγοντος· Ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι. Ὁ πείσας ἑαυτὸν, ὅτι οὐδὲν μέγα κατώρθωσεν, ὅσα ἂν ποιήσῃ, οὗτος μόνος ταπεινοφρονεῖν δύναται, ὁ μὴ πρὸς τὸ τέλος ἥκειν νομίζων. Πολλοὶ ἀπὸ ταπεινοφροσύνης ἐπήρθησαν. Ἀλλὰ μὴ ἡμεῖς τοῦτο πάθωμεν. Ἐποίησάς τι ταπεινόν; μὴ φρονήσῃς μέγα, ἐπεὶ τὸ πᾶν ἀπώλεσας. Τοιοῦτος ἦν ὁ Φαρισαῖος· ἐπήρθη, ἐπειδὴ ἐδίδου τοῖς πένησι τὰς δεκάτας, καὶ τὸ πᾶν ἀπώλεσεν. Ἀλλ᾽ οὐχ ὁ τελώνης οὕτως.
Ἄκουε Παύλου πάλιν λέγοντος· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁρᾷς, ὅτι οὐκ ἐπῆρεν αὐτὸν, ἀλλὰ παντοίως συνέστελλε καὶ ἐταπείνου, καὶ ταῦτα εἰς τὴν ἄκραν κορυφὴν ἀνεληλυθώς; Καὶ οἱ τρεῖς παῖδες ἐν πυρὶ ἦσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ, καὶ τί ἔλεγον; Ἡμάρτομεν, ἠνομήσαμεν μετὰ τῶν πατέρων ἡμῶν. Τοῦτό ἐστι καρδίαν συντετριμμένην ἔχειν. Διὰ τοῦτο ἠδύναντο λέγειν· Ἀλλ᾽ ἐν καρδίᾳ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Οὕτω καὶ μετὰ τὸ ἐμπεσεῖν εἰς τὴν κάμινον, σφόδρα ἦσαν τεταπεινωμένοι, καὶ μᾶλλον ἢ πρὸ τοῦ ἐμπεσεῖν. Ἐπειδὴ γὰρ εἶδον τὸ θαῦμα τὸ γενόμενον, ἀναξίους νομίσαντες ἑαυτοὺς τῆς σωτηρίας, εἰς ταπεινοφροσύνην κατηνέχθησαν. Ὅταν γὰρ πεισθῶμεν, ὅτι παρ᾽ ἀξίαν μεγάλα εὐηργετήμεθα, τότε μάλιστα ἀνιώμεθα.
Καίτοι τί παρ᾽ ἀξίαν εὐηργετήθησαν ἐκεῖνοι; Ἐξέδωκαν ἑαυτοὺς εἰς κάμινον, ἐξῃχμαλωτίσθησαν, ἑτέρων ἁμαρτόντων (ἔτι γὰρ νέοι ἦσαν) καὶ οὐκ ἐγόγγυσαν, οὐδὲ ὠργίσθησαν, οὐδὲ εἶπον· Ναὶ, τί γὰρ ἡμῖν ἀγαθὸν, ὅτι δουλεύομεν τῷ Θεῷ; τί ὠφελήσαμεν προσκυνοῦντες αὐτόν; Οὗτος ἀσεβής ἐστι, καὶ γέγονεν ἡμῶν δεσπότης· μετὰ τῶν εἰδωλολατρῶν ὑπὸ τοῦ εἰδωλολάτρου κολαζόμεθα, εἰς αἰχμαλωσίαν ἤχθημεν, πατρίδος ἐξεπέσομεν, ἐλευθερίας, τῶν πατρῴων ἁπάντων, αἰχμάλωτοι καὶ δοῦλοι γεγόναμεν, βασιλεῖ βαρβάρῳ δουλεύομεν. Οὐδὲν τούτων εἶπον· ἀλλὰ τί; Ἡμάρτομεν, ἠνομήσαμεν· καὶ οὐδὲ ὑπὲρ ἑαυτῶν, ἀλλ᾽ ὑπὲρ τῶν ἄλλων ποιοῦνται τὴν δέησιν· Ὅτι βασιλεῖ, φασὶν, ἐχθίστῳ καὶ πονηροτάτῳ παρέδωκας ἡμᾶς. Πάλιν ὁ Δανιὴλ δεύτερον εἰς λάκκον ἐμβεβλημένος, ἔλεγεν· Ἐμνήσθη μου γὰρ ὁ Θεός. Διὰ τί οὐκ ἂν ἐμνήσθη, ὦ Δανιὴλ, ὅτε αὐτὸν ἐδόξασας ἐπὶ τοῦ βασιλέως, λέγων· Καὶ ἐγὼ οὐκ ἐν τῇ σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοί· ἀλλ᾽ ὅτε ἐνεβλήθης εἰς λάκκον λεόντων διὰ τὸ μὴ ὑπακοῦσαι τῷ πονηροτάτῳ δόγματι ἐκείνῳ, διὰ τί οὐκ ἂν ἐμνήσθη;
Δι᾽ αὐτὸ δὴ τοῦτο. Οὐχὶ δι᾽ αὐτὸν ἐμβέβλησαι νῦν; Ναὶ, φησὶν, ἀλλὰ πολλῶν ὀφειλέτης εἰμί. Εἰ δὲ ἐκεῖνος τοιαῦτα μετὰ τοσαύτην ἀρετὴν, τί ἂν εἴποιμεν λοιπὸν ἡμεῖς; Ἀλλ᾽ ὁ Δαβὶδ ἄκουε τί φησι· Καὶ ἐὰν εἴπῃ μοι· Οὐ τεθέληκά σε, ἰδοὺ ἐγὼ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ· καίτοι μυρία ἔχων εἰπεῖν ἑαυτοῦ κατορθώματα. Καὶ ὁ Ἠλεὶ δέ φησι· Κύριος αὐτὸς, τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει.
δʹ. Τοῦτο δούλων εὐγνωμόνων, μὴ μόνον ἐν ταῖς εὐεργεσίαις, ἀλλὰ καὶ ἐν ταῖς κολάσεσι, καὶ ἐν ταῖς τιμωρίαις τὸ πᾶν αὐτῷ παραχωρεῖν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ἡμεῖς μὲν δεσπότας ἐῶμεν τύπτοντας τοὺς οἰκέτας, εἰδότες ὅτι φείδονται αὐτῶν, ἅτε αὐτῶν ὄντων ἐκείνων, ὁ δὲ Θεὸς κολάζων οὐ φείσεται;
Τοῦτο καὶ ὁ Παῦλος ᾐνίξατο εἰπών· Ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. Οὐ βούλεται αὐτῷ, φησὶ, τὸν πλοῦτον ἐλαττωθῆναι, οἶδε πῶς κολάζει, οἰκείους κολάζει παῖδας. Οὐδεὶς ἡμῶν μᾶλλον αὐτοῦ φείδεται τοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος ἡμᾶς, τοῦ τὸν ἥλιον ἀνατέλλοντος, τοῦ βρέχοντος, τοῦ ψυχὴν ἐμπνέοντος, τοῦ τὸν Υἱὸν αὐτοῦ δεδωκότος ὑπὲρ ἡμῶν. Ἀλλ᾽ ὅπερ ἔφην, καὶ δι᾽ ὃ πάντα μοι ταῦτα εἴρηται, ταπεινοφρονῶμεν, ὡς χρὴ, μετριάζωμεν, ὡς χρή· μὴ ἀφορμὴ ἡμῖν τοῦτο γενέσθω ἐπάρσεως. Ταπεινὸς εἶ, καὶ πάντων ἀνθρώπων ταπεινότερος; μὴ διὰ τοῦτο μέγα φρόνει, μηδὲ ἑτέροις ὀνείδιζε, μὴ ἀπολέσῃς τὸ καύχημα. Διὰ τοῦτο ταπεινοφρονεῖς, ἵνα ἀπονοίας ἀπαλλαγῇς. Ἂν τοίνυν δι᾽ αὐτῆς εἰς ἀπόνοιαν πέσῃς, κρεῖττον μὴ ταπεινοφρονεῖν.
Ἄκουε γὰρ Παύλου λέγοντος· Διὰ τοῦ ἀγαθοῦ μοι κατεργάζεται θάνατον, ἵνα γένηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. Ὅταν εἰς ἔννοιαν ἔλθῃς θαυμάσαι ἑαυτὸν ἐπὶ ταπεινοφροσύνῃ, νόησον τὸν Δεσπότην σου, ποῦ κατῆλθε, καὶ οὐκέτι θαυμάσεις σαυτὸν οὐδὲ ἐπαινέσεις, ἀλλὰ καὶ καταγελάσεις σαυτοῦ ὡς οὐδὲν πεποιηκότος. Πάντως ἑαυτὸν ὀφειλέτην εἶναι νόμιζε. Ἅπερ ἂν ποιήσῃς, ἐκείνην ἀναμιμνήσκου τὴν παραβολὴν, Τίς ἐξ ὑμῶν, φησὶν, ὃς ἔχει δοῦλον, μὴ εἰσελθόντι αὐτῷ, Ἀνάπεσον, λέγει; Οὐχὶ λέγω ὑμῖν, ἀλλὰ, Στῆθι, καὶ διακόνει μοι. Μὴ χάριν ἴσμεν τοῖς οἰκέταις ἡμῶν διακονουμένοις ἡμῖν; Οὐδαμῶς. Ἀλλ᾽ ὁ Θεὸς ἡμῖν οἶδε χάριν οὐκ αὐτῷ διακονουμένοις, ἀλλὰ τὸ ἡμῖν συμφέρον ποιοῦσι. Πλὴν ἀλλὰ μὴ οὕτω διακεώμεθα, ὡς χάριν εἰδότος αὐτοῦ, ἵνα μᾶλλον εἰδῇ, ἀλλ᾽ ὡς ὀφειλὴν ἐκπληροῦντες· καὶ γὰρ ὄντως ὀφειλὴ τὸ πρᾶγμα, καὶ ὀφειλῆς ἐστι πάντα, ἅπερ ἂν πράττωμεν. Εἰ γὰρ ἀργυρίου παῖδας ὠνούμενοι, πάντα ἡμῖν αὐτοὺς ζῇν βουλόμεθα, καὶ ὅσα ἂν ἔχωσιν ἡμῖν ἔχειν, πόσῳ μᾶλλον ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ὁ μετὰ ταῦτα τιμίῳ αἵματι ἡμᾶς πριάμενος; Τιμὴν κατέβαλεν ὑπὲρ ἡμῶν, ὅσην οὐδεὶς οὐδὲ ὑπὲρ τέκνου καταβαλεῖν ἂν ἀνάσχοιτο, τὸ αἷμα ἐξέχεε τὸ ἑαυτοῦ.
Ἂν οὖν μυρίας ἔχοντες ψυχὰς, ταύτας πάσας καταθώμεθα, ἆρα τὴν ἴσην ἀποδώσομεν; Οὐδαμῶς. Διὰ τί; Ὅτι αὐτὸς οὐκ ὀφείλων ἡμῖν τοῦτο πεποίηκεν, ἀλλὰ τὸ πᾶν χάριτος γέγονεν, ἡμεῖς δὲ λοιπὸν ὀφείλομεν. Καὶ αὐτὸς Θεὸς ὢν, δοῦλος γέγονε, καὶ οὐκ ὢν ὑπὸ θάνατον, ὑπὸ τὸν θάνατον γέγονεν ἐν σαρκί· ἡμεῖς δὲ, κἂν μὴ ὑπὲρ αὐτοῦ καταθώμεθα τὰς ψυχὰς, τῷ νόμῳ τῆς φύσεως πάντως καταθησόμεθα, καὶ ἄκοντες μικρὸν ὕστερον αὐτῆς ἀποστησόμεθα. Οὕτω καὶ ἐπὶ τῶν χρημάτων, κἂν μὴ δι᾽ αὐτὸν αὐτὰ δῶμεν, διὰ τὴν τῆς τελευτῆς ἀνάγκην ἀποδωσόμεθα. Οὕτω καὶ ἐπὶ τῆς ταπεινοφροσύνης, κἂν μὴ δι᾽ αὐτὸν ταπεινοφρονήσωμεν, διὰ τὰς θλίψεις, διὰ τὰς συμφορὰς, διὰ τὰς δυναστείας ταπεινωθησόμεθα. Ὁρᾷς οὖν, ὅση ἡ χάρις; Οὐκ εἶπε· Τί γὰρ μέγα ποιοῦσιν οἱ μάρτυρες; κἂν μὴ δι᾽ ἐμὲ ἀποθάνωσι, τεθνήξονται πάντως· ἀλλὰ πολλὴν αὐτοῖς οἶδε χάριν, ὅτι ἑκόντες ἀποτίθενται ὅπερ ὕστερον ἀπὸ τῆς φύσεως ἄκοντες ἔμελλον.
Οὐκ εἶπε· Τί γὰρ μέγα ποιοῦσιν οἱ τὰ χρήματα κενοῦντες; πάντως αὐτὰ ἀποθήσονται καὶ ἄκοντες, ἀλλὰ πολλὴν καὶ τούτοις οἶδε χάριν, καὶ οὐκ αἰσχύνεται ἐπὶ πάντων ὁμολογῶν, ὅτι ἐτράφη παρὰ τῶν δούλων ὁ δεσπότης. Καὶ γὰρ καὶ τοῦτο δόξα δεσπότου, τὸ οἰκέτας ἔχειν εὐγνώμονας· καὶ τοῦτο δόξα δεσπότου, τὸ οὕτω φιλεῖν αὐτὸν τοὺς δούλους· καὶ τοῦτο δόξα δεσπότου, τὸ οἰκειοῦσθαι τὰ ἐκείνων· καὶ τοῦτο δόξα δεσπότου, τὸ μὴ ἐπαισχύνεσθαι ἐπὶ πάντων ὁμολογεῖν. Αἰδεσθῶμεν τοίνυν τὴν τοσαύτην ἀγάπην τοῦ Χριστοῦ, διαθερμανθῶμεν τῷ φίλτρῳ. Κἂν ταπεινὸς ᾖ τις, κἂν εὐτελὴς, ἀκούωμεν δὲ ὅτι φιλεῖ ἡμᾶς, μάλιστα πάντων διαθερμαινόμεθα πρὸς αὐτὸν, καὶ εἰς τιμὴν αὐτὸν ἄγομεν σφοδράν· καὶ ἡμεῖς φιλοῦμεν, ὁ δὲ Δεσπότης ἡμῶν ἡμᾶς φιλεῖ τοσοῦτον, καὶ οὐ διανιστάμεθα; Μὴ, παρακαλῶ, μὴ οὕτω ῥᾴθυμοι γινώμεθα περὶ τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν, ἀλλὰ καὶ ἀγαπῶμεν κατὰ δύναμιν τὴν ἡμετέραν, καὶ πάντα κενώσωμεν εἰς τὴν ἀγάπην αὐτοῦ, καὶ ψυχὴν, καὶ χρήματα, καὶ δόξαν, καὶ πᾶν ὁτιοῦν, μετὰ χαρᾶς, μετὰ εὐφροσύνης, μετὰ προθυμίας, μὴ ὡς ἐκείνῳ τι παρέχοντες, ἀλλ᾽ ὡς ἡμῖν αὐτοῖς. Τοιοῦτος γὰρ τῶν φιλούντων ὁ νόμος. Εὖ πάσχειν ἡγοῦνται, ὅταν κακῶς πάσχωσι διὰ τοὺς φιλουμένους.
Οὕτω τοίνυν καὶ ἡμεῖς διακεώμεθα περὶ τὸν Δεσπότην τὸν ἡμέτερον, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.