Ναὶ, φησίν· ἀλλ᾽ ὥσπερ οὐκ ἔστιν ἡμῶν τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· οὕτως οὐδὲ τὸ, παρὸν τούτου τυχεῖν, μεῖναι ἐνταῦθα ἡμῶν· ἀλλ᾽ ἀμφότερα Παύλου καὶ τῆς ἐκείνου ψυχῆς. Τί λέγεις; οἶδας καὶ πέπεισαι, ὅτι μετὰ Χριστοῦ μέλλεις εἶναι, καὶ ἀμφιβάλλεις λέγων, Οὐκ οἶδα τί αἱρήσομαι; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐνταῦθα αἱρῇ, τὸ ἐπιμεῖναι λέγω τῇ σαρκί; Τί ποτε τοῦτό ἐστιν; Οὐχὶ κατάπικρον ἔζης βίον; ἐν ἀγρυπνίαις, ἐν ναυαγίοις, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, ἐν μερίμναις, ἐν φροντίσι; μετὰ τῶν ἀσθενούντων ἠσθένεις, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦ. Ἐν ὑπομονῇ πολλῇ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν νηστείαις, ἐν ἁγνότητι· πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν ψευδαδέλφοις. Οὐχὶ, ὅτε τὸ Γαλατῶν ἅπαν ἔθνος ἐπὶ τὴν τοῦ νόμου παρατήρησιν ἐπανῆλθεν, ἐβόας λέγων, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε; πόσα τότε οὐκ ἐπένθησας, καὶ ἔτι μᾶλλον τοῦτον ποθεῖς τὸν ἐπίκηρον βίον; Εἰ γὰρ μηδέν σοι τούτων συμβεβήκει, ἀλλὰ πάντα, ἅπερ κατωρθώκεις, κατώρθωσας μετὰ ἀδείας, μετὰ τρυφῆς, οὐκ ἐχρῆν τὸ ἄδηλον τοῦ μέλλοντος δεδοικότα πρός τινα λιμένα σπεύδειν;