Τί δὲ τοῦτό ἐστι; Μὴ νομίσητε, φησὶν, ἀναισχυντίας εἶναι τὰ ῥήματα, τὸ ἐγκαλεῖν, καὶ λέγειν, Ἤδη ποτὲ ἀνεθάλετε, καὶ τοῦ ἐν χρείᾳ εἶναι· οὐ γὰρ δεόμενος ταῦτα λέγω, ἀλλὰ τί; Ἐκ τοῦ σφόδρα θαῤῥεῖν ὑμῖν· καὶ τούτου δὲ ὑμεῖς αἴτιοι. Ὁρᾷς πῶς αὐτοὺς θεραπεύει, καὶ πῶς φησιν, Ὑμεῖς αἴτιοι, πρὸ τῶν ἄλλων ἐπιπηδήσαντες τῷ πράγματι, καὶ παῤῥησίαν ἡμῖν δόντες ὑπὲρ τῶν τοιούτων ὑπομιμνήσκειν ὑμᾶς; Καὶ θέα τὸ σεμνόν· μὴ πέμπουσι μὲν οὐκ ἐγκαλεῖ, ἵνα μὴ δόξῃ τὸ ἑαυτοῦ θεραπεύειν· ἐπειδὴ δὲ ἔπεμψαν, τότε ἐπετίμησεν ὑπὲρ τοῦ παρελθόντος χρόνου, καὶ ἤνεγκαν· λοιπὸν γὰρ οὐκ ἂν ἔδοξε τὸ αὑτοῦ θεραπεύειν. Οἴδατε, φησὶ, καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Βαβαὶ, ἡλίκον τὸ ἐγκώμιον! εἴ γε Κορίνθιοι μὲν ἐκ τοῦ ἀκούειν ἐκεῖνα παρ᾽ αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται, οὗτοι δὲ οὐδεμιᾶς Ἐκκλησίας ἀρξαμένης (καὶ γὰρ, Ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, φησὶ), τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὶ πρῶτοι τῆς καρποφορίας ἄρξασθαι ταύτης. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι παραμένοντι αὐτῷ οὐδὲ τῶν πρὸς αὐτοὺς ἕνεκεν ταῦτα ἐποίουν· Ὅτε ἐξῆλθον γὰρ, φησὶν, ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Τί ἐστι, Λήψεως;