αʹ. Πολλοῦ τὸ προοίμιον γέμει θυμοῦ καὶ μεγάλου φρονήματος· οὐ τὸ προοίμιον δὲ μόνον, ἀλλὰ καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ Ἐπιστολή. Τὸ γὰρ μετ᾽ ἐπιεικείας ἀεὶ τοῖς μαθητευομένοις διαλέγεσθαι, κἂν σφοδρότητος δέωνται, οὐ διδασκάλου, ἀλλὰ λυμεῶνος ἂν εἴη καὶ πολεμίου. Διὰ τοῦτο καὶ ὁ Κύριος πολλὰ προσηνῶς τοῖς μαθηταῖς διαλεχθεὶς, ἔστιν ὅπου καὶ αὐστηρότερον κέχρηται τῷ λόγῳ, καὶ νῦν μὲν μακαρίζει, νῦν δὲ ἐπιτιμᾷ. Τῷ γοῦν Πέτρῳ εἰπὼν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, καὶ ἐπαγγειλάμενος τὰ θεμέλια τῆς Ἐκκλησίας ἐπὶ τῆς ὁμολογίας αὐτοῦ καταθήσεσθαι, μετ᾽ οὐ πολὺ τῶν λόγων τούτων φησίν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· καὶ πάλιν ἀλλαχοῦ, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Καὶ τοσοῦτον αὐτοῖς φόβον ἐνέθηκεν, ὡς καὶ τὸν Ἰωάννην εἰπεῖν, ὅτι ὁρῶντες αὐτὸν μετὰ γυναικὸς Σαμαρείτιδος λαλοῦντα, περὶ μὲν τῆς τροφῆς ὑπέμνησαν, Οὐδεὶς δὲ ἐτόλμησεν εἰπεῖν, Τί λαλεῖς, ἢ Τί ζητεῖς μετ᾽ αὐτῆς; Ταῦτα μαθὼν ὁ Παῦλος, ὁ κατ᾽ ἴχνος τοῦ διδασκάλου βαίνων, ἐποίκιλε τὸν λόγον πρὸς τὴν τῶν μαθητευομένων χρείαν, νῦν μὲν καίων καὶ τέμνων, νῦν δὲ προσηνῆ φάρμακα ἐπιτιθείς. Καὶ Κορινθίοις μὲν ἔλεγε· Τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος; Γαλάταις δὲ, Ὢ ἀνόητοι Γαλάται· καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον κέχρηται ταύτῃ τῇ ἐπιτιμήσει.