Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Το επεισόδιο της Αντιοχείας και η δικαίωση διά της πίστεως

Η παιδαγωγική οικονομία της φαινομενικής σύγκρουσης Πέτρου και Παύλου, η αποτυχία του νόμου να δικαιώσει τον άνθρωπο και η εν Χριστώ ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 13

Πολλοὶ τῶν ἁπλῶς ἀναγινωσκόντων τουτὶ τὸ ῥητὸν τῆς Ἐπιστολῆς, νομίζουσι τοῦ Πέτρου τὸν Παῦλον κατηγορεῖν ὑπόκρισιν· ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἄπαγε· πολλὴν γὰρ εὑρήσομεν καὶ τοῦ Πέτρου καὶ τοῦ Παύλου τὴν σύνεσιν ἐγκεκρυμμένην ἐνταῦθα πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. Πρότερον δὲ ἀναγκαῖον περὶ τῆς τοῦ Πέτρου παῤῥησίας εἰπεῖν, καὶ πῶς ἀεὶ πάντων αὐτὸς κατεπήδα τῶν μαθητῶν.

Καὶ γὰρ τὴν προσηγορίαν ἐντεῦθεν ἔλαβε διὰ τὸ ἀκλινὲς καὶ ἀπερίτρεπτον τῆς πίστεως· καὶ ὅτε κοινῇ πάντες ἠρωτῶντο, τῶν ἄλλων προπηδήσας, φησί· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· ὅτε καὶ τὰς κλεῖς τῶν οὐρανῶν ἐνεπιστεύθη. Καὶ ἐν τῷ ὄρει μόνος φαίνεται φθεγγόμενος, καὶ ὅτε περὶ σταυροῦ διελέγετο, τῶν ἄλλων σιγώντων, αὐτός φησιν, Ἵλεώς σοι. Ταῦτα δὲ τὰ ῥήματα εἰ καὶ μὴ διεσκεμμένης γνώμης ἦν, ἀλλ᾽ ὅμως ζεούσης ἀγάπης.

Καὶ πανταχοῦ δὲ τῶν ἄλλων ὁρῶμεν αὐτὸν θερμότερον ὄντα, καὶ προαλλόμενον ἐν τοῖς κινδύνοις. Καὶ ὅτε ὤφθη ἐν τῷ αἰγιαλῷ, τῶν ἄλλων τὸ πλοῖον ἑλκόντων, αὐτὸς οὐκ ἠνέσχετο τῷ πλοίῳ παραγενέσθαι· καὶ μετὰ τὴν ἀνάστασιν δὲ φονώντων Ἰουδαίων καὶ μαινομένων, καὶ ζητούντων αὐτοὺς διασπάσαι, πρῶτος παρελθὼν ἐτόλμησε ῥῆξαι φωνὴν καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς ἀνελήφθη, καὶ ἐν τοῖς οὐρανοῖς ἐστιν. Οὐκ ἔστι δὲ ἴσον κεκλεισμένην ἀνοῖξαι θύραν καὶ ἀρχὴν δοῦναι πράγματι, καὶ μετὰ ταῦτα παῤῥησιάσασθαι. Ὁ τοίνυν τὴν ἑαυτοῦ ψυχὴν ἐκδοὺς δήμῳ τοσούτῳ, πῶς ἂν ὑπεκρίθη ποτέ; ὁ μαστιχθεὶς καὶ δεθεὶς, καὶ μηδὲν τῆς παῤῥησίας ἑλόμενος καθυφεῖναι, καὶ ταῦτα ἐν ἀρχῇ τοῦ κηρύγματος, ἐν μέσῃ τῇ μητροπόλει, ἔνθα τοσοῦτος κίνδυνος ἦν, πῶς ἂν μετὰ τοσοῦτον χρόνον ἐν Ἀντιοχείᾳ, ἔνθα οὔτε κίνδυνος ἦν, καὶ πολὺ λαμπρότερος αὐτὸς ἐγεγόνει, τὴν ἀπὸ τῶν πραγμάτων μαρτυρίαν ἔχων, τοὺς ἐξ Ἰουδαίων πιστεύσαντας ἔδεισεν ἄν; Ὁ γὰρ αὐτοὺς Ἰουδαίους μὴ φοβηθεὶς καὶ ἐν ἀρχῇ, καὶ ἐν τῇ μητροπόλει, πῶς ἂν μετὰ χρόνον τοσοῦτον ἐν ἀλλοτρίᾳ ὢν, τοὺς ἐξ ἐκείνων μεταστάντας ἐφοβήθη; Οὐ τοίνυν κατὰ Πέτρου ταῦτά φησιν ὁ Παῦλος, ἀλλ᾽ ἀπὸ τῆς γνώμης ἧς εἶπεν, Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι· ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει, ἀπὸ τῆς αὐτῆς καὶ ταῦτα φθέγγεται.

Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλέον διαπορῶμεν ὑπὲρ τούτων, ἀναγκαῖον τῶν λεγομένων ἀναπτύξαι τὴν αἰτίαν. Οἱ γὰρ ἀπόστολοι, καθὼς ἔφθην εἰπὼν, ἐν Ἱεροσολύμοις μὲν συνεχώρουν περιτέμνεσθαι· οὐ γὰρ ἦν ἀθρόως ἀποσπάσαι τοῦ νόμου· ἐν Ἀντιοχείᾳ δὲ ἐλθόντες, οὐδὲν τοιοῦτον παρετήρουν λοιπὸν, ἀλλὰ μετὰ τῶν ἐξ ἐθνῶν πιστευόντων ἀδιαφόρως ἔζων, ὃ δὴ καὶ Πέτρος ἐποίει τότε. Ἐπειδὴ δὲ ἦλθον ἀπὸ Ἱεροσολύμων οἱ ἰδόντες αὐτὸν ἐκεῖ οὕτω κηρύττοντα, οὐκέτι ἐποίει τοῦτο, φοβούμενος πλῆξαι ἐκείνους, ἀλλὰ μετέθετο, δύο ταῦτα οἰκονομῶν, καὶ τὸ μὴ σκανδαλίσαι τοὺς ἐξ Ἰουδαίων, καὶ τὸ παρασχεῖν τῷ Παύλῳ εὔλογον τῆς ἐπιτιμήσεως πρόφασιν.

Εἰ γὰρ αὐτὸς ὁ ἐν τοῖς Ἱεροσολύμοις κηρύξας μετὰ περιτομῆς, μετέθετο ἐν Ἀντιοχείᾳ, ἔδοξεν ἂν τοῖς ἐξ Ἰουδαίων διὰ τὸν τοῦ Παύλου φόβον τοῦτο ποιεῖν, καὶ κατέγνωσαν ἂν αὐτοῦ πολλὴν τὴν εὐκολίαν οἱ μαθηταί· οὐ μικρὸν δὲ τοῦτο σκάνδαλον ἔμελλε γίνεσθαι. Τῷ μέντοι Παύλῳ πάντα σαφῶς εἰδότι μεταστὰς, οὐκ ἂν τοιαύτην παρέσχεν ὑπόνοιαν· καὶ γὰρ ᾔδει τὴν γνώμην μεθ᾽ ἧς ἐγίνετο ταῦτα. Διὸ καὶ Παῦλος ἐπιπλήττει, καὶ Πέτρος ἀνέχεται, ἵνα ἐγκαλουμένου τοῦ διδασκάλου καὶ σιγῶντος, εὐκολώτερον οἱ μαθηταὶ μεταθῶνται. Εἰ γὰρ, μηδενὸς γενομένου τοιούτου, παρῄνεσεν ὁ Παῦλος, οὐδὲν ἂν εἰργάσατο μέγα· νῦν δὲ ἀφορμὴν λαβὼν ἐπιτιμήσεως σφοδροτέρας, πλείονα τοῖς μαθηταῖς Πέτρου τὸν φόβον ἐνέθηκε. Καὶ γὰρ εἰ μὲν ἀκούων ταῦτα Πέτρος ἀντέλεγε, καλῶς ἄν τις ἐμέμψατο, ὡς τῆς οἰκονομίας ἀνατρεπομένης· νυνὶ δὲ, ἐκείνου μὲν ἐπιτιμῶντος, τούτου δὲ σιγῶντος, πολὺς τοῖς ἐξ Ἰουδαίων φόβος ἐγίνετο· διὸ καὶ σφοδρῶς κέχρηται τῷ Πέτρῳ.

εʹ. Καὶ σκόπει μεθ᾽ ὅσης ἀκριβείας κέχρηται τῷ λόγῳ, διδοὺς τοῖς συνετοῖς ἰδεῖν, ὅτι οὐ μάχης ἦν τὰ ῥήματα, ἀλλ᾽ οἰκονομίας. Ὅτε γὰρ ἦλθε Πέτρος, φησὶν, εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτοῦ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. Οὐκ εἶπεν, ὑπ᾽ ἐμοῦ, ἀλλ᾽, ὑπὸ τῶν ἄλλων. Εἰ δὲ αὐτὸς κατεγίνωσκεν, οὐκ ἂν παρῃτήσατο καὶ τοῦτο εἰπεῖν. Καὶ τὸ, Κατὰ πρόσωπον δὲ ἀντέστην, σχῆμα ἦν. Εἰ γὰρ ὄντως ἐμάχοντο, οὐκ ἂν ἐπὶ τῶν μαθητῶν ἀλλήλοις ἐπετίμησαν· σφόδρα γὰρ ἂν αὐτοὺς ἐσκανδάλισαν· νυνὶ δὲ λυσιτελοῦσα ἦν ἡ ἐν τῷ φανερῷ μάχη. Καὶ ὥσπερ ὁ Παῦλος εἶξεν αὐτοῖς ἐν Ἱεροσολύμοις, οὕτω καὶ αὐτοὶ ἐν Ἀντιοχείᾳ. Τίς οὖν ἡ κατάγνωσις; Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου (αὐτὸς γὰρ ἦν ὁ διδάσκαλος ἐν Ἱεροσολύμοις) μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιτομῆς· οὐ τοῦτο φοβούμενος, μὴ κινδυνεύσῃ· ὁ γὰρ ἐν ἀρχῇ μὴ φοβηθεὶς, πολλῷ μᾶλλον τότε· ἀλλ᾽ ἵνα μὴ ἀποστῶσιν.

Ἐπεὶ καὶ αὐτὸς λέγει Γαλάταις, Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῆ κεκοπίακα· καὶ πάλιν, Φοβοῦμαι μή πως ὡς ὄφις Εὔαν ἐξηπάτησεν, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν. Ὁ μὲν γὰρ τοῦ θανάτου φόβος οὐδὲν ἦν αὐτοῖς, ὁ δὲ τῆς ἀπωλείας τῶν μαθητῶν σφόδρα αὐτῶν κατέσειε τὴν ψυχήν. Ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. Μὴ θαυμάσῃς, εἰ τὸ πρᾶγμα ὑπόκρισιν καλεῖ· οὐ γὰρ βούλεται, ὅπερ ἔφθην εἰπὼν, ἐκκαλύψαι τὴν γνώμην, ἵνα ἐκεῖνοι κατορθωθῶσιν. Ἐπειδὴ γὰρ σφοδρῶς ἀντείχοντο τοῦ νόμου, διὰ τοῦτο καὶ ὑπόκρισιν καλεῖ τὸ γινόμενον, καὶ σφόδρα ἐπιπλήττει, ὥστε πρόῤῥιζον αὐτῶν ἀνελεῖν τὴν πρόληψιν. Καὶ ἀκούων ταῦτα Πέτρος συνυποκρίνεται, ὡς ἁμαρτάνων, ἵνα ἐν τῇ πρὸς αὐτὸν ἐπιτιμήσει διορθωθῶσιν. Εἰ μὲν γὰρ τοῖς ἐξ Ἰουδαίων ὁ Παῦλος ἐπέπληξεν, ἠγανάκτησαν καὶ διέπτυσαν· οὐ γὰρ πολλὴν περὶ αὐτοῦ δόξαν εἶχον· νυνὶ δὲ τὸν διδάσκαλον ὁρῶντες ἐπιτιμώμενον καὶ σιγῶντα, οὔτε καταφρονῆσαι, οὔτε ἀντειπεῖν τοῖς λεγομένοις εἶχον. Ἀλλ᾽ ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου. Μηδὲ αὕτη ὑμᾶς θορυβείτω ἡ λέξις· οὐ γὰρ Πέτρου καταγινώσκων ταῦτα λέγει, ἀλλ᾽ οὕτω χαρακτηρίζει τὴν λέξιν, ὡς συμφέρον ἦν ἀκοῦσαι τοὺς διὰ τῆς ἐπιτιμήσεως Πέτρου μέλλοντας βελτίους γίνεσθαι. Εἶπον τῷ Πέτρῳ ἔμπροσθεν πάντων. Εἶδες πῶς τοὺς ἄλλους διορθοῦται; Διὰ γὰρ τοῦτο Ἔμπροσθεν, ἵνα καὶ ἀκούσαντες φοβηθῶσι.

Τί εἶπες, εἰπέ. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν; Καίτοι οὐ τὰ ἔθνη αὐτῷ συναπήχθη, ἀλλ᾽ Ἰουδαῖοι· τί οὖν ἐγκαλεῖς ὃ μὴ γέγονε; τί δὲ μὴ τρέπεις τὸν λόγον ἐπὶ τοὺς ὑποκρινομένους τοὺς ἐξ Ἰουδαίων, ἀλλ᾽ ἐπὶ τὰ ἔθνη; διὰ τί δὲ καὶ Πέτρῳ μόνον ἐγκαλεῖς, εἰ καὶ οἱ λοιποὶ αὐτῷ συνυπεκρίθησαν; Ἴδωμεν δὲ καὶ τί ἐγκαλεῖ. Εἰ σὺ, Ἰουδαῖος ὑπάρχων, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν;

Καὶ μὴν αὐτὸς ὑπεστέλλετο μόνος· τί οὖν ἐστιν ὃ κατασκευάσαι βούλεται; Ἀνύποπτον ποιῆσαι τὴν ἐπιτίμησιν. Εἰ μὲν γὰρ εἶπε, κακῶς ποιεῖς τὸν νόμον τηρῶν, ἐπετίμησαν ἂν οἱ ἐξ Ἰουδαίων αὐτῷ, ὡς θρασυνομένῳ κατὰ τοῦ διδασκάλου· νυνὶ δὲ ὑπὲρ τῶν οἰκείων ἐγκαλῶν αὐτῷ μαθητῶν, τῶν ἐξ ἐθνῶν λέγω, εὐπαράδεκτον ποιεῖ ταύτῃ τὸν λόγον· καὶ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ πάντων ἀποστήσας τὴν ἐπιτίμησιν, τῷ ἀποστόλῳ περιστῆσαι πᾶσαν αὐτήν. Εἰ γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς, καὶ οὐκ ἰουδαϊκῶς· μονονουχὶ διαῤῥήδην λέγων, ὅτι Μιμήσασθε τὸν διδάσκαλον, ὅτι καὶ αὐτὸς Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇ. Ἀλλ᾽ οὕτω μὲν οὐ λέγει· οὐ γὰρ ἂν ἐδέξαντο τὴν παραίνεσιν· προσχήματι δὲ ἐπιτιμήσεως τῆς ὑπὲρ τῶν ἐθνῶν ἐκκαλύπτει τοῦ Πέτρου τὴν γνώμην.

Πάλιν εἰ εἶπε, Διὰ τί τοὺς ἐξ Ἰουδαίων ἀναγκάζεις ἰουδαΐζειν; σφοδρότερος ὁ λόγος ἂν ἐγένετο· νῦν δὲ οὐχ ὡς τῶν Ἰουδαίων μαθητῶν ἀντεχόμενος, ἀλλὰ τῶν ἐξ ἐθνῶν, οὕτω διορθοῦται ἐκείνους. Καὶ γὰρ αἱ ἐπιπλήξεις, ὅταν μὴ σφόδρα φορτικαὶ ὦσι, τότε μάλιστα δύνανται εὐπαράδεκτοι γενέσθαι. Οὐδὲ γὰρ τῶν ἐξ ἐθνῶν τις ἠδύνατο ἐγκαλέσαι τῷ Παύλῳ, ὑπὲρ τῶν Ἰουδαίων ποιουμένῳ τὸν λόγον. Τοῦτο ὅλον κατώρθωσε σιγήσας καὶ καταδεξάμενος ὑποκρίσεως δόξαν ὁ Πέτρος, ἵνα ἀληθοῦς ὑποκρίσεως ἀπαλλάξῃ τοὺς Ἰουδαίους. Τὸ μὲν οὖν πρῶτον, εἰς τὸ Πέτρου πρόσωπον περιέστησε τὸν λόγον εἰπὼν, Εἰ σὺ Ἰουδαῖος ὑπάρχων· προϊὼν δὲ κοινοποιεῖ τὸ λεγόμενον, καὶ ἑαυτὸν προσπαραλαβὼν, καὶ οὕτω λέγων· Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Καὶ τὰ μὲν λεγόμενα παραίνεσις ἦν, σχῆμα δὲ ἐπιπλήξεως αὐτῇ περίκειται διὰ τοὺς ἐξ Ἰουδαίων.

ϛʹ. Ποιεῖ δὲ τοῦτο καὶ ἀλλαχοῦ· δοκῶν γὰρ ἕτερον λέγειν, ἄλλο κατασκευάζει· ὡς ὅταν Ῥωμαίοις ἐπιστέλλων λέγῃ· Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῶν τοῖς ἁγίοις. Οὐ γὰρ τοῦτο ἐβούλετο εἰπεῖν, καὶ διδάξαι αὐτοὺς ἁπλῶς, τίνος ἕνεκεν εἰς Ἱεροσόλυμα ἐπορεύετο, ἀλλ᾽ εἰς ζῆλον ἀγαγεῖν ἐλεημοσύνης.

Εἰ μὲν γὰρ τὴν αἰτίαν ἠθέλησεν εἰπεῖν, ἤρκει τοῦτο εἰπεῖν, ὅτι πορεύομαι διακονῶν τοῖς ἁγίοις· νυνὶ δὲ ὅρα πόσα συνάπτει. Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.

Εὐδόκησαν γὰρ, καὶ ὀφειλέται αὐτῶν εἰσι. Καὶ πάλιν, Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. Ὅρα τοίνυν καὶ ἐνταῦθα πῶς τὰ τῶν Ἰουδαίων καταστέλλει φρονήματα, ἄλλο δι᾽ ἄλλου κατασκευάζων. Καὶ μετ᾽ ἐξουσίας κέχρηται τῷ λόγῳ, Ἡμεῖς φύσει Ἰουδαῖοι, λέγων, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Τί δέ ἐστι, Φύσει Ἰουδαῖοι; Οὐ προσήλυτοι, ἀλλ᾽ ἐκ πρώτης ἡλικίας ἐντραφέντες τῷ νόμῳ, τὴν σύντροφον ἀφέντες πολιτείαν, κατεφύγομεν εἰς πίστιν τὴν εἰς Χριστόν.

Εἰδότες ὅτι οὐ δικαιωθήσεται ἄνθρωπος ἐξ ἔργων νόμου, εἰ μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν. Ὅρα καὶ ἐνταῦθα πῶς μετὰ ἀσφαλείας πάντα φθέγγεται. Οὐ γὰρ ὡς πονηρὸν, ἀλλ᾽ ὡς ἀσθενῆ, φησὶν, αὐτὸν εἰάσαμεν. Εἰ τοίνυν οὐ παρέχει δικαιοσύνην ὁ νόμος, ἄρα περιττὸν τὸ τῆς περιτομῆς. Ἀλλὰ νῦν μὲν οὕτω· προϊὼν δὲ δείκνυσιν, ὅτι οὐ μόνον περιττὸν, ἀλλὰ καὶ ἐπικίνδυνον· ὅπερ καὶ μάλιστα παρατηρητέον, πῶς παρὰ μὲν τὴν ἀρχήν φησιν, Οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, προβαίνων δὲ καὶ φορτικώτερον φθέγγεται. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοὶ, ἄρα Χριστὸς ἁμαρτίας διάκονος. Εἰ γὰρ οὐκ ἰσχύει, φησὶν, ἡ εἰς αὐτὸν πίστις δικαιῶσαι, ἀλλ᾽ ἀνάγκη τοῦ νόμου πάλιν ἔχεσθαι, εἰ τὸν νόμον ἀφέντες διὰ τὸν Χριστὸν, καὶ οὐ δικαιούμενοι ἐκ τῆς ἀφέσεως, ἀλλὰ κατακρινόμενοι, τῆς κατακρίσεως εὑρήσομεν αὐτὸν αἴτιον γενόμενον, δι᾽ ὃν τὸν νόμον ἀφέντες, αὐτῷ ηὐτομολήσαμεν. Εἶδες εἰς ὅσην ἀνάγκην περιέστησεν ἀτοπίας τὸν λόγον, καὶ πῶς ἰσχυρῶς ἠγωνίσατο;

Εἰ γὰρ οὐ δεῖ τὸν νόμον ἀφεῖναι, φησὶν, ἀφήκαμεν δὲ διὰ τὸν Χριστόν· πῶς μέλλομεν κρίνεσθαι; Τί οὖν Πέτρῳ ταῦτα λέγεις καὶ παραινεῖς, τῷ πάντων ἀκριβέστερον ταῦτα εἰδότι; οὐκ αὐτῷ ἔδειξεν ὁ Θεὸς, ὅτι οὐ δεῖ κρίνειν ἄνθρωπον ἀκρόβυστον ἐν περιτομῇ; οὐχὶ Ἰουδαίοις διαλεγόμενος περὶ τούτων, γενναίως ἀπὸ τῆς ὄψεως ταύτης ἀντέστη; οὐχὶ δόγματα τετρανωμένα περὶ τούτων ἐξ Ἱεροσολύμων πάλιν ἔπεμπεν;

Οὐ τοίνυν Πέτρον διορθούμενος ταῦτα λέγει· ἀλλ᾽ ἔδει μὲν πρὸς ἐκεῖνον ὁ λόγος ἀποτείνεσθαι, τοὺς δὲ μαθητὰς ἤλεγχεν. Ταῦτα δὲ οὐ πρὸς Γαλάτας, ἀλλὰ καὶ πρὸς τοὺς τὰ αὐτὰ νοσοῦντας ἐκείνοις. Εἰ γὰρ καὶ μὴ περιτέμνονται πολλοὶ νῦν, νηστεύουσι δὲ, καὶ τὸ σάββατον τηροῦσι μετ᾽ ἐκείνων, ταὐτὰ πράττουσιν, ἐξωθοῦντες ἑαυτοὺς τῆς χάριτος. Εἰ γὰρ τοὺς περιτομῇ μόνον κεχρημένους ὁ Χριστὸς οὐδὲν ὠφελεῖ· ὅταν καὶ νηστεία καὶ σάββατον προσγένηται, καὶ ἀντὶ μιᾶς δύο τηρῶνται ἐντολαὶ, ὅρα τὸν κίνδυνον καὶ ἀπὸ τοῦ χρόνου γενόμενον χαλεπώτερον. Ἐκεῖνοι μὲν γὰρ ἐν ἀρχῇ ταῦτα ἐποίουν, ἔτι τῆς πόλεως οὔσης, καὶ τοῦ ναοῦ, καὶ τῶν ἄλλων ἁπάντων· οὗτοι δὲ καὶ τὴν τιμωρίαν ὁρῶντες, ἣν ἔδοσαν Ἰουδαῖοι, καὶ τὸν τῆς πόλεως ἀφανισμὸν, καὶ πλείονα παρατηροῦντες, ποίαν ἔχοιεν ἂν ἀπολογίαν, τότε τὸν νόμον φυλάττοντες, ὅτε αὐτοὶ οἱ Ἰουδαῖοι ὄντες, καὶ σφόδρα βουλόμενοι, οὐ δύνανται ταῦτα διατηρεῖν; Τὸν Χριστὸν ἐνεδύσω, καὶ μέλος ἐγένου τοῦ Δεσπότου, καὶ εἰς τὴν ἄνω πόλιν ἐνεγράφης, καὶ ἔτι περὶ τὸν νόμον ἕρπεις; καὶ πῶς ἔνι σε τῆς βασιλείας ἐπιτυχεῖν;

Ἄκουσον τοῦ Παύλου λέγοντος, ὅτι τὸ Εὐαγγέλιον ἀνατρέπεται διὰ τῆς παρατηρήσεως τοῦ νόμου. Καὶ, εἰ βούλει, καὶ τὸν τρόπον μάθε, καὶ φρῖξον, καὶ φεῦγε τὸ βάραθρον. Διὰ τί γὰρ τηρεῖς τὸ σάββατον, καὶ νηστεύεις μετ᾽ ἐκείνων; Ὡς δεδοικὼς δηλονότι τὸν νόμον καὶ τὸ ἀφεῖναι τὰ γράμματα ἐκεῖνα· οὐκ ἂν δὲ ἐφοβήθης ἀφεῖναι τὸν νόμον, εἰ μὴ τῆς πίστεως κατέγνως ὡς ἀσθενοῦς καὶ οὐκ ἰσχυούσης καθ᾽ ἑαυτὴν σῶσαι. Εἰ γὰρ τὸ μὴ τηρῆσαι τὸ σάββατον φοβῇ, εὔδηλον ὅτι δέδοικας τὸν νόμον ὡς ἔτι κύριον ὄντα.

Εἰ δὲ χρεία νόμου πάλιν, οὐ μέρους, οὐδὲ μιᾶς ἐντολῆς, ἀλλὰ παντὸς δῆλον ὅτι χρεία τοῦ νόμου· εἰ δὲ παντὸς, ἐξεβλήθη κατὰ μικρὸν ἡ διὰ τῆς πίστεως δικαιοσύνη. Εἰ γὰρ σάββατα τηρεῖς, διὰ τί μὴ καὶ περιτέμνῃ; εἰ δὲ περιτέμνῃ, διὰ τί μὴ καὶ περιθύεις;

Εἰ γὰρ φυλάττειν χρὴ, ὅλον τὸν νόμον χρὴ φυλάττειν· εἰ δὲ ὅλον οὐ χρὴ, οὐδὲ μέρος. Εἰ δὲ ὑπὲρ τοῦ μέρους φρίττεις, μὴ παραβάσεως κριθῇς, ἄλλως καὶ ὑπὲρ παντὸς ἀνάγκη φοβεῖσθαι· εἰ δὲ ὅλος παραβαινόμενος οὐ κολάζει, δῆλον ὅτι οὐδὲ μέρος· εἰ δὲ μέρος, πολλῷ μᾶλλον ὅλος· εἰ δὲ ὅλον ἀνάγκη φυλάξαι, ἀνάγκη παρακοῦσαι τοῦ Χριστοῦ, ἢ ἀκούοντας τοῦ Χριστοῦ παραβάτας γενέσθαι τοῦ νόμου. Εἰ γὰρ δεῖ φυλάττειν αὐτὸν, οἱ μὴ φυλάττοντες αὐτὸν, παραβάται, καὶ τῆς παραβάσεως ταύτης εὑρεθήσεται αἴτιος ἡμῖν ὁ Χριστός· αὐτὸς γὰρ τὸν νόμον ἔλυσε τὸν περὶ αὐτῶν, καὶ λύειν ἐκέλευσεν.

ζʹ. Ὁρᾷς τί κατασκευάζουσιν οἱ ἰουδαΐζοντες; τὸν Χριστὸν τὸν τῆς δικαιοσύνης ἡμῖν αἴτιον, τοῦτον καὶ ἁμαρτίας ἀποφαίνουσιν αἴτιον, καθὼς καὶ Παῦλός φησιν· Ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Εἶτα εἰς ἄτοπον τὸν λόγον ἀναγαγὼν, οὐδὲ ἐδεήθη λοιπὸν κατασκευῆς πρὸς τὴν ἀνατροπὴν, ἀλλ᾽ ἠρκέσθη τῇ ἀπαγορεύσει, μόνον, εἰπὼν, Μὴ γένοιτο. Πρὸς γὰρ τὰ λίαν ἀναίσχυντα καὶ ἀναιδῆ οὐδὲ κατασκευαστικῶν δεῖ λόγων, ἀλλ᾽ ἀρκεῖ καὶ ἀπαγορεῦσαι μόνον.

Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ὅρα τοῦ Παύλου τὴν σύνεσιν. Ἐκεῖνοι δεῖξαι ἐβούλοντο, ὅτι ὁ μὴ τηρῶν τὸν νόμον, παραβάτης· οὗτος δὲ εἰς τοὐναντίον περιέτρεψε τὸν λόγον, δεικνὺς ὅτι ὁ τηρῶν τὸν νόμον, παραβάτης, οὐ τῆς πίστεως, ἀλλὰ καὶ αὐτοῦ τοῦ νόμου. Ἃ γὰρ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, τὸν νόμον φησίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· πέπαυται ὁ νόμος, καὶ τοῦτο ὡμολογήσαμεν, δι᾽ ὧν ἀφέντες αὐτὸν, κατεφύγομεν ἐπὶ τὴν ἐκ πίστεως σωτηρίαν.

Ἂν τοίνυν φιλονεικήσωμεν στῆσαι αὐτὸν, αὐτῷ τούτῳ παραβάται γινόμεθα, τὰ παρὰ τοῦ Θεοῦ λυθέντα φιλονεικοῦντες τηρεῖν. Εἶτα καὶ πῶς κατελύθη, δείκνυσιν. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον. Διπλῆν ἔχει τοῦτο τὴν θεωρίαν· ἢ γὰρ νόμου τοῦ τῆς χάριτός φησιν· οἶδε γὰρ καὶ τοῦτον νόμον καλεῖν, ὡς ὅταν λέγῃ· Ὁ δὲ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐλευθέρωσέ με· ἢ τὸν νόμον ἐνταῦθα τὸν παλαιὸν λέγει, δεικνὺς ὅτι δι᾽ αὐτοῦ τοῦ νόμου τῷ νόμῳ ἀπέθανε· τουτέστιν· Αὐτός με ὁ νόμος ἐνήγαγεν εἰς τὸ μηκέτι προσέχειν αὐτῷ. Εἰ τοίνυν μέλλοιμι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω. Πῶς καὶ τίνι τρόπῳ; Μωϋσῆς φησι, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε· περὶ τοῦ Χριστοῦ λέγων. Ὥστε οἱ μὴ τούτῳ πειθόμενοι, παραβαίνουσι τὸν νόμον.

Καὶ ἑτέρως δὲ πάλιν τοῦτο νοητέον ἡμῖν, τὸ, Διὰ νόμον νόμῳ ἀπέθανον. Ὁ γὰρ νόμος πάντα κελεύει ποιεῖν τὰ ἐγγεγραμμένα, καὶ τὸν μὴ ποιοῦντα κολάζει. Οὐκοῦν ἅπαντες αὐτῷ τετελευτήκαμεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. Καὶ ὅρα πῶς καὶ ἐνταῦθα μεμετρημένως ποιεῖται τὴν πρὸς αὐτὸν μάχην· οὐ γὰρ εἶπεν, ὁ νόμος μοι ἀπέθανεν, ἀλλ᾽, Ἐγὼ τῷ νόμῳ ἀπέθανον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ τὸν νεκρὸν καὶ τεθνεῶτα οὐκ ἔστιν ὑπακούειν ταῖς ἐντολαῖς τοῦ νόμου, οὕτως οὐδὲ ἐμὲ τὸν ἐκ τῆς ἀρᾶς τῆς ἐκείνου τελευτήσαντα· τῷ γὰρ ἐκείνου λόγῳ ἀπέθανον. Μὴ τοίνυν ἐπιταττέτω τῷ τεθνεῶτι, ὃν καὶ αὐτὸς ἀνεῖλε, καὶ θάνατον οὐ τὸν σωματικὸν μόνον, ἀλλὰ καὶ τὸν ψυχικὸν, δι᾽ οὗ καὶ τὸν σωματικὸν ἐπήγαγεν. Ὅτι γὰρ τοῦτο λέγει, διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἵνα γὰρ Θεῷ ζήσω, φησὶ, Χριστῷ συνεσταύρωμαι.

Ἐπειδὴ γὰρ εἶπεν, Ἀπέθανον, ἵνα μή τις εἴπῃ, πῶς οὖν ζῇς; ἐπήγαγε καὶ τὴν αἰτίαν τῆς ζωῆς, καὶ ἔδειξεν, ὅτι ὁ μὲν νόμος ζῶντα ἀπέκτεινεν, ὁ δὲ Χριστὸς νεκρὸν λαβὼν, διὰ θανάτου ἐζωοποίησε· καὶ διπλοῦν τὸ θαῦμα δείκνυσιν, ὅτι καὶ τὸν νεκρὸν ἐζωογόνησε, καὶ διὰ θανάτου τὴν ζωὴν ἐχαρίσατο. Ζωὴν δὲ λέγει νῦν τὸν θάνατον· τοῦτο γάρ ἐστιν, Ἵνα Θεῷ ζήσω, Χριστῷ συνεσταύρωμαι.

Καὶ πῶς ὁ ζῶν καὶ ἐμπνέων συνεσταυρώθη, φησίν, Ὅτι μὲν γὰρ ὁ Χριστὸς ἐσταυρώθη, δῆλον· σὺ δὲ πῶς ἐσταύρωσαι καὶ ζῇς; Ὅρα πῶς καὶ αὐτὸ ἑρμηνεύει, λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τῷ μὲν γὰρ εἰπεῖν, Χριστῷ συνεσταύρωμαι, τὸ βάπτισμα ᾐνίξατο· τῷ δὲ εἰπεῖν, Ζῶ δὲ οὐκέτι ἐγὼ, τὴν μετὰ ταῦτα πολιτείαν, δι᾽ ἧς νεκροῦται ἡμῶν τὰ μέλη. Τί δέ ἐστι, Ζῇ δὲ ἐν ἐμοὶ Χριστός;

Οὐδὲν γίνεται, φησὶν, ὑπ᾽ ἐμοῦ, ὧν ὁ Χριστὸς οὐ βούλεται. Ὥσπερ γὰρ θάνατον λέγει οὐ τοῦτον τὸν κοινὸν, ἀλλὰ τὸν ἐκ τῶν ἁμαρτιῶν, οὕτω καὶ ζωὴν, τὴν ἐκείνων ἀπαλλαγήν· Θεῷ γὰρ οὐκ ἔστιν ἄλλως ζῇν, ἀλλ᾽ ἢ νεκρωθέντα τῇ ἁμαρτίᾳ. Ὥσπερ οὖν ὁ Χριστὸς τὸν σωματικὸν ὑπέστη θάνατον, οὕτως ἐγὼ τὸν κατὰ τῆς ἁμαρτίας. Νεκρώσατε γὰρ τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, ἅτινά ἐστι πορνεία, ἀκαθαρσία, μοιχεία· παὶ πάλιν λέγει, Ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη· ὅπερ ἐν τῷ λουτρῷ γέγονε. Μετὰ δὲ ταῦτα ἐὰν μένῃς νεκρὸς τῇ ἁμαρτίᾳ, ζῇς τῷ Θεῷ· ἂν δὲ πάλιν αὐτὴν ἀναστήσῃς, ἐλυμήνω τῇ τοιαύτῃ ζωῇ. Ἀλλ᾽ οὐχ ὁ Παῦλος τοιοῦτος, ἀλλ᾽ ἔμενε δι᾽ ὅλου νεκρός. Εἰ τοίνυν ζῶ τῷ Θεῷ, φησὶν, ἑτέραν παρὰ τὴν ἐν τῷ νόμῳ ζωὴν, καὶ νεκρὸς ἐγενόμην τῷ νόμῳ, οὐδὲν τοῦ νόμου φυλάττειν δύναμαι.

ηʹ. Καὶ ὅρα τὴν ἀκρίβειαν τῆς πολιτείας, καὶ θαύμασον μεθ᾽ ὑπερβολῆς τὴν μακαρίαν ἐκείνην ψυχήν. Οὐ γὰρ εἶπε, Ζῶ ἐγὼ, ἀλλὰ, Ζῇ ἐν ἐμοὶ Χριστός. Τίς ταύτην τολμήσει ῥῆξαι τὴν φωνήν; Ἐπειδὴ γὰρ εὐήνιον ἑαυτὸν τῷ Χριστῷ κατεσκεύασε, καὶ ἅπαντα ἐξέβαλε τὰ βιωτικὰ, καὶ πρὸς τὸ θέλημα τὸ ἐκείνου πάντα ἔπραττεν, οὐκ εἶπε, Ζῶ τῷ Χριστῷ, ἀλλ᾽, ὃ πολλῷ πλέον ἦν, Ζῇ δὲ ἐν ἐμοὶ Χριστός.

Ὥσπερ γὰρ ἡ ἁμαρτία, ὅταν κρατήσῃ, αὕτη ἐστὶν ἡ ζῶσα, πρὸς ἃ βούλεται τὴν ψυχὴν ἄγουσα· οὕτως εἰ ἐκείνης νεκρωθείσης τὰ τῷ Χριστῷ δοκοῦντα γίνεται, οὐδὲ ἀνθρωπίνη λοιπόν ἐστιν ἡ τοιαύτη ζωὴ, αὐτοῦ ζῶντος ἐν ἡμῖν, τουτέστιν, ἐνεργοῦντος, κρατοῦντος.

Ἐπειδὴ δὲ ἔλεγε, Συνεσταύρωμαι, καὶ, Οὐκέτι ζῶ, ἀλλ᾽ ἀπέθανον, καὶ ἐδόκει πολλοῖς ἀπίθανον λέγειν, ἐπήγαγεν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Τὰ μὲν εἰρημένα μοι, φησὶ, περὶ τῆς νοερᾶς ζωῆς· εἰ δέ τις ἐξετάζοι καὶ ταύτην τὴν αἰσθητὴν, καὶ αὕτη διὰ τὴν εἰς Χριστόν μοι πίστιν γέγονεν. Ὅσον γὰρ εἰς τὴν παλαιὰν πολιτείαν καὶ τὸν νόμον, ἐσχάτης κολάσεως ἄξιος ἤμην, καὶ πάλαι ἂν ἀπωλώλειν. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦντο τῆς δόξης τοῦ Θεοῦ, καὶ ὑπὸ τὴν ἀπόφασιν ἡμᾶς κειμένους ἠλευθέρωσεν ὁ Χριστός· καὶ γὰρ οἱ πάντες ἀπέθανον, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ ἀποφάσει· καὶ τὴν πληγὴν ἐκδεχομένους ἀπήλλαξεν.

Ἐπειδὴ καὶ ὁ νόμος κατηγόρησε, καὶ ὁ Θεὸς ἀπεφήνατο, ἐλθὼν ὁ Χριστὸς καὶ εἰς θάνατον ἑαυτὸν ἐκδοὺς, πάντας ἡμᾶς ἐξήρπασε τοῦ θανάτου. Ὥστε Ὃ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐδὲν ἐκώλυσε πάντας ἀφανισθῆναι· ὃ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ γέγονεν· ἀλλ᾽ ἡ τοῦ Χριστοῦ παρουσία στήσασα τοῦ Θεοῦ τὴν ὀργὴν, διὰ τῆς πίστεως ζῇν ἡμᾶς ἐποίησεν. Ὅτι γὰρ τοῦτό φησιν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ, ὅτι Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ, ἐπήγαγε· Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τί ποιεῖς, ὦ Παῦλε, τὰ κοινὰ σφετεριζόμενος, καὶ τὰ ὑπὲρ τῆς οἰκουμένης γενόμενα ἰδιοποιῶν; οὐ γὰρ εἶπε, τοῦ ἀγαπήσαντος ἡμᾶς, ἀλλὰ, Τοῦ ἀγαπήσαντός με. Καὶ μὴν ὁ εὐαγγελιστής φησιν, Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον καὶ σὺ δὲ αὐτὸς λέγεις, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ἔδωκεν αὐτὸν, οὐχ ὑπὲρ σοῦ, ἀλλ᾽ ὑπὲρ πάντων· καὶ πάλιν, Ἵνα περιποιήσηται ἑαυτῷ λαὸν περιούσιον.

Τί οὖν ἐστιν ἐνταῦθα ὃ λέγει; Ἐννοήσας τὴν ἀπόγνωσιν τῆς ἀνθρωπίνης φύσεως, καὶ τὴν ἄφατον τοῦ Χριστοῦ κηδεμονίαν, καὶ τίνων ἀπήλλαξε, καὶ τίνα ἐχαρίσατο, καὶ πυρωθεὶς ὑπὸ τοῦ περὶ αὐτὸν πόθου, οὕτω φθέγγεται. Ἐπεὶ καὶ οἱ προφῆται τὸν κοινὸν Θεὸν ἰδιοποιοῦνται πολλάκις, οὕτω λέγοντες· Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· καὶ χωρὶς δὲ τούτων δεικνὺς, ὅτι ἕκαστον ἡμῶν τοσαύτην δίκαιον ὀφείλειν τῷ Χριστῷ χάριν, ὅσην ἂν εἰ καὶ δι᾽ αὐτὸν μόνον ἦλθεν. Οὐ γὰρ ἂν παρῃτήσατο καὶ ὑπὲρ ἑνὸς τοσαύτην οἰκονομίαν ἐπιδείξασθαι· οὕτως ἕκαστον ἄνθρωπον τοσούτῳ ἀγάπης μέτρῳ φιλεῖ, ὅσῳ τὴν οἰκουμένην ἅπασαν. Ἡ μὲν οὖν θυσία ὑπὲρ πάσης προσενήνεκτο τῆς φύσεως, καὶ ἱκανὴ πάντας ἦν σῶσαι· οἱ δὲ τῇ εὐεργεσίᾳ χρησάμενοι, οἱ πιστεύοντές εἰσι μόνοι. Ἀλλ᾽ ὅμως οὐκ ἀπέστησεν αὐτὸν τῆς τοιαύτης οἰκονομίας τὸ μὴ πάντας προσελθεῖν, ἀλλ᾽ ὥσπερ τὸ ἄριστον τὸ ἐν τῷ Εὐαγγελίῳ πᾶσι μὲν ηὐτρέπιστο, ἐπειδὴ δὲ οὐκ ἠθέλησαν ἐλθεῖν οἱ κληθέντες, οὐ συνεῖλε τὰ προκείμενα, ἀλλ᾽ ἑτέρους ἐκάλεσεν· οὕτω καὶ ἐνταῦθα πεποίηκε. Καὶ γὰρ καὶ τὸ πρόβατον τὸ τῶν ἐνενηκονταεννέα ἀποσπασθὲν, ἓν ἦν, ἀλλ᾽ ὅμως οὐδὲ αὐτοῦ κατεφρόνησε. Τοῦτο δὲ αὐτὸ οὕτω πως καὶ περὶ Ἰουδαίων διαλεγόμενος ὁ Παῦλος αἰνίττεται, λέγων· Τί γὰρ, εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει;

Μὴ γένοιτο. Γενέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης. Εἶτα αὐτὸς μὲν οὕτω σε ἠγάπησεν, ὡς καὶ ἑαυτὸν παραδοῦναι, καὶ οὐκ ἔχοντα σωτηρίας ἐλπίδα εἰς τοσαύτην καὶ τοιαύτην ζωὴν ἀγαγεῖν· σὺ δὲ μετὰ τοσαῦτα ἀγαθὰ πρὸς τὰ παλαιὰ παλινδρομεῖς; Ἐπειδὴ τοίνυν τὰ ἀπὸ τῶν λογισμῶν ἐνέθηκεν ἀκριβῶς, λοιπὸν ἐν ἀποφάσει σφοδρῶς ἀνακηρύττει, λέγων· Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ.

Ἀκουέτωσαν οἱ ἔτι καὶ νῦν Ἰουδαΐζοντες, καὶ τῷ νόμῳ προσέχοντες. Καὶ γὰρ πρὸς ἐκείνους ταῦτα λέγεται. Εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε. Τί ταύτης τῆς ἁμαρτίας χαλεπώτερον; τί τῶν ῥημάτων τούτων ἐντρεπτικώτερον;

Εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς, εὔδηλον ὅτι διὰ τὸ μὴ ἰσχύειν τὸν νόμον ἡμᾶς δικαιοῦν· εἰ δὲ ὁ νόμος δικαιοῖ, περιττὸς ὁ τοῦ Χριστοῦ θάνατος. Καὶ πῶς ἂν ἔχοι λόγον, πρᾶγμα τοσοῦτον, τοσαύτης γέμον φρίκης, καὶ λογισμὸν ἀνθρώπινον ὑπερβαῖνον, καὶ μυστήριον οὕτως ἀπόῤῥητον, ὃ πατριάρχαι μὲν ὤδινον, προφῆται δὲ προὔλεγον, ἄγγελοι δὲ ἐξεπλήττοντο βλέποντες, κεφάλαιον δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας παρὰ πᾶσιν ὡμολόγηται ὂν, τοῦτο εἰκῆ καὶ μάτην γεγενῆσθαι λέγειν; Ἐννοήσας τοίνυν τὴν ὑπερβολὴν τῆς ἀτοπίας, εἰ τοσοῦτον πρᾶγμα καὶ τηλικοῦτον περιττῶς λέγοιεν γεγενῆσθαι (τοῦτο γὰρ καὶ ἀφ᾽ ὧν ἐποίουν συνίστατο), καὶ ὕβρει κατ᾽ αὐτῶν κέχρηται, λέγων οὕτως·