Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ο παιδαγωγικός σκοπός του νόμου και η υιοθεσία εν Χριστώ

Η μεσιτεία του Χριστού, η προπαρασκευαστική λειτουργία του ιουδαϊκού νόμου και η πνευματική ενσωμάτωση των πιστών διά του αγίου βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 13

Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω, ὅμως ἀνθρώπου προκεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ, ἢ ἐπιδιατάσσεται. Τί ἐστι, Κατὰ ἄνθρωπον λέγω; Ἐξ ἀνθρωπίνων παραδειγμάτων. Ἐπειδὴ γὰρ καὶ ἀπὸ Γραφῶν, καὶ ἀπὸ τῶν παρ᾽ αὐτοῖς γινομένων θαυμάτων, καὶ ἀφ᾽ ὧν ὁ Χριστὸς ἔπαθε, τὸν λόγον συνέστησε, καὶ ἀπὸ τοῦ πατριάρχου, καὶ εἰς τὴν κοινὴν λοιπὸν ἐκβαίνει συνήθειαν. Ἔθος γὰρ αὐτῷ ἀεὶ τοῦτο ποιεῖν, ὥστε καὶ καταγλυκαίνειν τὸν λόγον, καὶ εὐπαράδεκτόν τε καὶ εὐμαθέστερον τοῖς παχυτέροις ποιεῖν. Οὕτω καὶ Κορινθίοις διαλεγόμενος, φησίν· Τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει; καὶ Ἑβραίοις πάλιν· Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε ἰσχύει, ὅτε ζῇ ὁ διαθέμενος. Καὶ πολλαχοῦ δὲ ἄν τις εὕροι τούτοις αὐτὸν ἐμφιλοχωροῦντα τοῖς λογισμοῖς.

Καὶ γὰρ ὁ Θεὸς ἐν τῇ Παλαιᾷ συνεχῶς αὐτὸ ποιεῖ, οὕτω λέγων· Μὴ ἐπιλήσηται γυνὴ τοῦ παιδίου αὐτῆς; καὶ πάλιν, Μὴ ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ, Τί ποιεῖς; Καὶ ἐν τῷ Ὠσηὲ ἄνδρα μιμεῖται καταφρονούμενον ὑπὸ τῆς γυναικός. Καὶ ἐν τοῖς τύποις δὲ πολὺ τὸ τῶν ἀνθρωπίνων παραδειγμάτων ἴδοι τις ἂν, ὡς ὅταν τὸ περίζωμα ὁ προφήτης λαμβάνῃ, καὶ εἰς τὸν οἰκίσκον τοῦ κεραμέως κατῄει. Τί οὖν αὐτῷ τὸ ὑπόδειγμα βούλεται; Ὅτι ἡ μὲν πίστις ἀρχαιοτέρα ἦν, ὁ δὲ νόμος νεώτερός τε καὶ πρόσκαιρος, καὶ διὰ τοῦτο δεδομένος, ἵνα προοδοποιήσῃ τῇ πίστει. Διό φησιν· Ἀδελφοὶ, κατὰ ἄνθρωπον λέγω. Ἀνωτέρω ἀνοήτους εἰπὼν ἐνταῦθα ἀδελφοὺς καλεῖ, ἐπιστύφων τε ὁμοῦ, καὶ παραμυθούμενος.

Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην. Ἐὰν ἄνθρωπος, φησὶ, διάθηται, μὴ τολμᾷ τις ἀνατρέψαι μετὰ ταῦτα ἐλθὼν, ἢ προσθεῖναί τι; τοῦτο γάρ ἐστιν, Ἢ ἐπιδιατάσσεται. Οὐκοῦν πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ. Καὶ πρὸς τίνα διέθετο ὁ Θεός; Τῷ Ἀβραὰμ, φησὶν, ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει Καὶ τοῖς σπέρμασιν αὐτοῦ, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστι Χριστός. Τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ Θεός. Ἰδοὺ τοίνυν καὶ ὁ Θεὸς διέθετο τῷ Ἀβραὰμ, διαλεγόμενος εἰς τὰ ἔθνη, ἐν τῷ σπέρματι αὐτοῦ ἥξειν τὰς εὐλογίας· πῶς οὖν ὁ νόμος ἀνατρέψαι δύναται ταύτας; Ἐπειδὴ δὲ τὸ παράδειγμα ἅπαν οὐκ ἴσχυσεν ἑλκύσαι πρὸς τὸ ὑποκείμενον, καὶ διὰ τοῦτο προεῖπε· Κατὰ ἄνθρωπον λέγω. Μηδὲν ἀπὸ τοῦ παραδείγματος εἰς τὴν τοῦ Θεοῦ μεγαλοπρέπειαν λάβῃς. Σκόπει δὲ ἄνωθεν τὸ ὑπόδειγμα· Ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ εὐλογεῖσθαι τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ κατὰ σάρκα ἐστὶν ὁ Χριστός. Ἦλθε μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ὁ νόμος. Εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας, καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν.

Εἶτα ἀνθρώπου μὲν οὐδεὶς ἀκυροῖ διαθήκην, τοῦ δὲ Θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη; Εἰ γὰρ ἃ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δίδωσιν, ἀλλ᾽ ἕτερος ἀντ᾽ ἐκείνης, ἐκβέβληται ἐκείνη. Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Τίνος οὖν ἕνεκεν τὸν νόμον ἔδωκε, φησί; Τῶν παραβάσεων χάριν. Οὐδὲ γὰρ οὗτός ἐστι περιττός. Ὁρᾷς πῶς πάντα συνορᾷ; πῶς μυρίοις κέχρηται ὀφθαλμοῖς;

Ἐπειδὴ γὰρ τὴν πίστιν ἐπῆρε, καὶ πρεσβυτέραν ἔδειξεν, ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῆ, ἀλλὰ πάνυ χρησίμως ἐδόθη· Τῶν παραβάσεων χάριν, τουτέστιν, ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῇν, καὶ εἰς ἔσχατον ἐξολισθαίνειν κακίας, ἀλλ᾽ ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ᾖ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ᾽ ὅμως κἂν ἐκ μιᾶς τῶν ἐντολῶν. Ὥστε οὐ μικρὸν τὸ κέρδος τοῦ νόμου. Ἀλλ᾽ ἄχρι τίνος; Ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται· περὶ Χριστοῦ λέγων.

Εἰ τοίνυν μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας δέδοται, τί περαιτέρω καὶ παρὰ καιρὸν αὐτὸν ἕλκεις; Διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου. Ἢ τοὺς ἱερέας ἀγγέλους καλεῖ, ἢ καὶ αὐτοὺς τοὺς ἀγγέλους ὑπηρετήσασθαί φησι τῇ νομοθεσίᾳ. Μεσίτην δὲ ἐνταῦθα τὸν Χριστόν φησι, δεικνὺς ὅτι προῆν, καὶ τὸν νόμον αὐτὸς ἔδωκεν. Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν· ὁ δὲ Θεὸς εἷς ἐστι.

εʹ. Τί ἂν ἐνταῦθα εἴποιεν αἱρετικοί; Εἰ γὰρ τὸ μόνος ἀληθινὸς, οὐκ ἀφίησι τὸν Υἱὸν εἶναι Θεὸν ἀληθινὸν, οὐκ ἄρα οὐδὲ Θεὸν, διὰ τὸ λέγεσθαι, Ὁ δὲ Θεὸς εἷς ἐστιν. Εἰ δὲ ἑνὸς λεγομένου Θεοῦ τοῦ Πατρὸς, ἐστὶ Θεὸς καὶ ὁ Υἱὸς, εὔδηλον ὅτι καὶ ἀληθινοῦ λεγομένου τοῦ Πατρὸς, ἀληθινὸς καὶ ὁ Υἱός. Ὁ δὲ μεσίτης, φησὶ, δύο τινῶν γίνεται μεσίτης. Τίνος οὖν μεσίτης ἦν ὁ Χριστός; Ἦ δῆλον, ὅτι Θεοῦ καὶ ἀνθρώπων.

Ὁρᾷς πῶς δείκνυσιν, ὅτι καὶ τὸν νόμον αὐτὸς ἔδωκεν; Εἰ τοίνυν αὐτὸς ἔδωκε, κύριος ἂν εἴη καὶ λῦσαι πάλιν. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; εἰ γὰρ ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ αἱ εὐλογίαι δέδονται, ὁ δὲ νόμος κατάραν εἰσάγει, ἄρα κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. Πῶς οὖν λύει τὴν ἀντίθεσιν;

Πρῶτον μὲν ἀπαγορεύει, εἰπών· Μὴ γένοιτο· ἔπειτα καὶ κατασκευάζει, οὕτω λέγων· Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ μὲν ἐν αὐτῷ, φησὶ, τὴν ἐλπίδα τῆς ζωῆς εἴχομεν, καὶ αὐτὸς ἦν ὁ τὸ κῦρος ἔχων τῆς ἡμετέρας σωτηρίας, ἴσως ταῦτα καλῶς ἔλεγες· εἰ δὲ ἀπὸ πίστεως σώζει, κἂν ἐπικαταράτους ποιῇ, οὐδὲν ἐβλάβης ἐρχομένης ἐκείνης καὶ πάντα λυούσης. Εἰ μὲν γὰρ δι᾽ ἐκείνου ἡ ἐπαγγελία, εἰκότως ἐδεδοίκεις μὴ τῆς δικαιοσύνης ἐκπέσῃς, ἐκπίπτων τοῦ νόμου· εἰ δὲ διὰ τοῦτο ἐδόθη, ἵνα συγκλείσῃ πάντας, τουτέστιν, ἵνα ἐλέγξῃ, καὶ δείξῃ τὰ οἰκεῖα αὐτῶν πλημμελήματα, οὐ μόνον οὐ κωλύει σε τοῦ τυχεῖν τῆς ἐπαγγελίας, ἀλλὰ καὶ συμπράττει πρὸς τὸ τυχεῖν. Τοῦτο γοῦν δηλῶν ἔλεγεν· Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. Ἐπειδὴ γὰρ Ἰουδαῖοι οὐδὲ τῶν ἁμαρτημάτων ᾐσθάνοντο τῶν οἰκείων, οἱ δὲ μὴ αἰσθανόμενοι, οὐδὲ ἀφέσεως ἐπεθύμουν, ἔδωκε τὸν νόμον ἐλέγχοντα τὰ τραύματα, ἵνα ποθήσωσι τὸν ἰατρόν. Τὸ γὰρ, Συνέκλεισεν, ἤλεγξέν ἐστι, καὶ ἐλέγξας κατεῖχεν ἐν φόβῳ. Εἶδες ὅτι οὐ μόνον κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ οὐκ ἔστιν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐπαγγελιῶν ἐδόθη;

Εἰ μὲν γὰρ ἑαυτῷ τὸ πρᾶγμα ἐξεδίκει καὶ τὴν αὐθεντίαν ὁ νόμος, καλῶς ταῦτα ἐλέγετο· εἰ δὲ ἑτέρῳ τρέχει, καὶ δι᾽ ἐκεῖνον πάντα ἔπραττε, πῶς κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; Εἰ γὰρ μὴ νόμος ἐδόθη, πάντες εἰς κακίαν ἐξώκειλαν, καὶ οὐδεὶς ἔμελλεν Ἰουδαίων ἔσεσθαι ὁ ἀκουσόμενος τοῦ Χριστοῦ· νυνὶ δὲ δοθεὶς, δύο ταῦτα κατώρθωσεν, ἀρετὴν σύμμετρον παιδεύσας τοὺς προσέχοντας, καὶ πείσας εἰδέναι τὰ οἰκεῖα ἁμαρτήματα, ὃ μάλιστα αὐτοὺς ἐποίει προθυμοτέρους πρὸς τὸ ζητεῖν τὸν Υἱόν. Οἱ γοῦν μὴ πιστεύσαντες αὐτῷ, ἐκ τοῦ μὴ καταγνῶναι τῶν οἰκείων ἁμαρτημάτων, οὐκ ἐπίστευσαν. Καὶ τοῦτο δηλῶν ἔλεγεν· Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἶδες πῶς σαφῶς ἅπερ εἰρήκαμεν παρέστησε; Τὸ γὰρ, Ἐφρουρούμεθα, καὶ, Συγκεκλεισμένοι, οὐδὲν ἕτερον δηλοῦντός ἐστιν, ἢ τὴν ἐκ τῶν ἐντολῶν τοῦ νόμου γενομένην ἀσφάλειαν.

Ὥσπερ γὰρ ἐν τειχίῳ τινὶ τῷ φόβῳ κατέχων αὐτοὺς καὶ τῷ βίῳ τῷ κατ᾽ αὐτὸν ὁ νόμος ἐτήρει τῇ πίστει. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ὁ δὲ παιδαγωγὸς οὐκ ἐναντιοῦται τῷ διδασκάλῳ, ἀλλὰ καὶ συμπράττει, πάσης κακίας ἀπαλλάττων τὸν νέον, καὶ μετὰ πάσης σχολῆς τὰ μαθήματα παρὰ τοῦ διδασκάλου δέχεσθαι παρασκευάζων· ἀλλ᾽ ὅταν ἐν ἕξει γένηται, ἀφίσταται λοιπὸν ὁ παιδαγωγός. Διὰ τοῦτό φησιν· Ἐλθούσης δὲ τῆς πίστεως τῆς εἰς τὸν τέλειον ἄνδρα ἀγούσης, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.

Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Εἰ τοίνυν ὁ νόμος παιδαγωγὸς, καὶ ὑπ᾽ αὐτὸν ἐφρουρούμεθα συγκεκλεισμένοι, οὐκ ἐναντίος τῆς χάριτος, ἀλλὰ καὶ συνεργός· εἰ δὲ ἐλθούσης τῆς χάριτος ἐπιμένοι κατέχων, τότε ἐναντίος. Ἂν γὰρ ὀφείλοντας ἐξελθεῖν πρὸς αὐτὴν συγκλείῃ, τότε τὴν ἡμετέραν λυμαίνεται σωτηρίαν. Ὥσπερ γὰρ ὁ λύχνος ἐν τῇ νυκτὶ φωτίσας, ἐὰν γενομένης ἡμέρας ἀναγκάζῃ μὴ καθορᾷν τὸν ἥλιον, οὐ μόνον οὐκ ἐχαρίσατο, ἀλλὰ καὶ ἐλυμήνατο· οὕτω καὶ ὁ νόμος, ἂν πρὸς τὰ μείζονα κώλυμα γίνηται. Οἱ τοίνυν αὐτὸν τηροῦντες νῦν, οὗτοι μάλιστα αὐτὸν διαβάλλουσι. Καὶ γὰρ ὁ παιδαγωγὸς τότε καταγέλαστον ποιεῖ τὸν νέον, ὅταν καιροῦ καλοῦντος αὐτὸν ἀποστῆναι, παρ᾽ ἑαυτῷ κατέχῃ. Διὸ καὶ ὁ Παῦλός φησιν· Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐστε.

Ὥστε οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε. Βαβαὶ, πόση τῆς πίστεως ἡ δύναμις, καὶ πῶς αὐτὴν ἐκκαλύπτει προϊών! Πρότερον μὲν γὰρ ἔδειξεν, ὅτι υἱοὺς ἐποίει τοῦ πατριάρχου· Γινώσκετε γὰρ, φησὶν, ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ· νῦν δὲ ἀποφαίνει, ὅτι καὶ τοῦ Θεοῦ· Πάντες γὰρ υἱοὶ Θεοῦ, φησὶν, ἐστὲ διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ. Διὰ τῆς πίστεως, οὐ διὰ τοῦ νόμου. Εἶτα ἐπειδὴ μέγα εἶπε καὶ θαυμαστὸν, λέγει καὶ τὸν τρόπον τῆς υἱοθεσίας. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.

Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, ἐκ τοῦ Θεοῦ ἐγεννήθητε; τὸ γὰρ ἀκόλουθον τοῦ δεῖξαι υἱοὺς τοῦτο ἦν. Ὅτι πολὺ φρικωδέστερον αὐτὸ τίθησιν. Εἰ γὰρ ὁ Χριστὸς Υἱὸς τοῦ Θεοῦ, σὺ δὲ αὐτὸν ἐνδέδυσαι, τὸν Υἱὸν ἔχων ἐν ἑαυτῷ καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν καὶ μίαν ἰδέαν ἤχθης. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν ἢ θῆλυ. Πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἶδες ψυχὴν ἀκόρεστον; Εἰπὼν γὰρ, ὅτι Υἱοὶ τοῦ Θεοῦ γεγόναμεν διὰ τῆς πίστεως, οὐχ ἵσταται μέχρι τούτου, ἀλλ᾽ ἐπιζητεῖ τι πλέον εὑρεῖν, τὸ δυνάμενον σαφέστερον παραστῆσαι τὴν ἐγγυτέραν πρὸς τὸν Χριστὸν ἕνωσιν. Καὶ εἰπὼν, ὅτι Αὐτὸν ἐνεδύσασθε, οὐδὲ ταύτῃ ἀρκεῖται τῇ λέξει, ἀλλ᾽ ἑρμηνεύων αὐτὴν, ἐνδοτέρω πρόεισι τῆς τοιαύτης συναφείας, καί φησιν, ὅτι Πάντες εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, μίαν μορφὴν, ἕνα τύπον ἔχετε πάντες τὸν τοῦ Χριστοῦ. Τί τούτων γένοιτ᾽ ἂν φρικωδέστερον τῶν ῥημάτων; Ὁ Ἕλλην καὶ ὁ Ἰουδαῖος καὶ ὁ δοῦλος πρώην, οὐκ ἀγγέλου οὐδὲ ἀρχαγγέλου, ἀλλ᾽ αὐτοῦ τοῦ πάντων Δεσπότου τὴν μορφὴν ἔχων περιέρχεται, καὶ ἐν αὐτῷ δεικνὺς τὸν Χριστόν. Εἰ δὲ ὑμεῖς τοῦ Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ, καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι.

Εἶδες πῶς, ὅπερ ἔμπροσθεν ἔλεγεν, ἀπέδειξε νῦν τὸ περὶ τοῦ σπέρματος, ὅτι αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ αἱ εὐλογίαι εἰσὶ δεδομέναι;