Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική νηπιότητα και η ελευθερία από τα στοιχεία του κόσμου

Ανάλυση της προ της χάριτος καταστάσεως, οι συνέπειες της ενανθρωπήσεως του Υιού και η αγωνία του Αποστόλου για την επιστροφή των Γαλατών στον νόμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 13

ΚΕΦΑΛΑΙΟΝ Δʹ. Λέγω δὲ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ᾽ ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅταν ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.

αʹ. Νήπιον ἐνταῦθα οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην, δεικνὺς ὅτι ὁ μὲν Θεὸς ἐξ ἀρχῆς ἐβούλετο ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αὗται γὰρ ἡμῖν αἱ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου γίνονται.

Εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ᾽ ἢ καὶ ἐν τῷ χρόνῳ, τῆς τελείας ἡλικίας εἰς τοὐπίσω πάλιν ὑμᾶς ἀπάγουσιν. Ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα ἐν ὑπηρέτου καθίστησι τάξει. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Δύο τίθησιν ἐνταῦθα αἰτίας καὶ κατορθώματα τῆς σαρκώσεως, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἀγαθῶν χορηγίαν, ἅπερ οὐδενὶ δυνατὸν ἦν, ἢ αὐτῷ κατορθῶσαι μόνῳ. Τίνα δὲ ταῦτα ἦν;

Ἀπαλλαγῆναι τῆς ἀρᾶς τοῦ νόμου, καὶ εἰς υἱοθεσίαν ἀχθῆναι. Ἵνα γὰρ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, φησὶ, καὶ ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Καλῶς εἶπεν, Ἀπολάβωμεν, δεικνὺς ὀφειλομένην. Ἄνωθεν γὰρ ἐπηγγείλατο, καθὼς διὰ πολλῶν καὶ αὐτὸς ἔδειξε πρὸς τὸν Ἀβραὰμ ὑπὲρ τούτων ἐπαγγελίας γενομένας. Καὶ πόθεν δῆλον, ὅτι γεγόναμεν υἱοὶ, φησίν; Εἶπε τρόπον ἕνα, ὅτι τὸν Χριστὸν ἐνεδυσάμεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ πνεῦμα τῆς υἱοθεσίας ἐλάβομεν. Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ὑμῶν, κράζον· Ἀββᾶ ὁ Πατήρ. Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ. Οὐ γὰρ ἂν ἠδυνήθημεν καλέσαι Πατέρα, εἰ μὴ πρότερον υἱοὶ κατέστημεν. Εἰ τοίνυν ἀντὶ δούλων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόμους ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτης ἀγνωμοσύνης ἀφιέναι μὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τοὐπίσω; Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ἐνταῦθα πρὸς τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ἀποτεινόμενός φησιν, ὅτι καὶ εἰδωλολατρεία τὸ τοιοῦτόν ἐστιν, ἡ τῆς τῶν ἡμερῶν παρατηρήσεως φυλακὴ, καὶ ὅτι μείζονα φέρει τὴν κόλασιν νῦν.

Διὸ καὶ θεοὺς οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόμενος, καὶ εἰς μείζονα ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι Τότε μὲν ἐσκοτισμένοι καὶ ἐν τῇ πλάνῃ διάγοντες χαμαὶ ἐσύρεσθε· νῦν δὲ, ὅτε ἔγνωτε τὸν Θεὸν, μᾶλλον δὲ ἐγνώσθητε παρ᾽ αὐτοῦ, πῶς οὐ μείζονα καὶ χαλεπωτέραν ἐπισπάσεσθε κόλασιν, μετὰ τοσαύτην ἐπιμέλειαν τὰ αὐτὰ νοσοῦντες πάλιν; Οὐδὲ γὰρ ὑμεῖς κάμνοντες εὕρετε τὸν Θεὸν, ἀλλ᾽ ὑμεῖς μὲν ἐν τῇ πλάνῃ διετρίβετε, αὐτὸς δὲ ὑμᾶς ἐπεσπάσατο.

Ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μηδεμίαν δύναμιν ἔχειν εἰς τὰ προκείμενα ἀγαθά. Ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. Ἐκ τούτων δῆλον, ὅτι οὐ μόνον περιτομὴν αὐτοῖς ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας.

Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Εἶδες σπλάγχνα ἀποστολικά; ἐκεῖνοι ἐσαλεύοντο, καὶ οὗτος τρέμει καὶ δέδοικε. Διὸ καὶ σφόδρα ἐντρεπτικῶς αὐτὸ τέθεικεν εἰπών· Κεκοπίακα εἰς ὑμᾶς· ὡς ἂν εἰ ἔλεγε· Μὴ κενώσητέ μου τοὺς τοιούτους ἱδρῶτας. Εἰπὼν δὲ, Φοβοῦμαι, καὶ τὸ, Μή πως, προσθεὶς, καὶ εἰς ἀγῶνα αὐτοὺς ἐνέβαλε, καὶ εἰς ἐλπίδας ἤγαγε χρηστάς. Οὐ γὰρ εἶπεν, Εἰκῆ ἐκοπίασα, ἀλλὰ, Μή πως. Οὐδέπω, φησὶ, τοῦτο ἐξέβη τὸ ναυάγιον, ἀλλ᾽ ἔτι τὸν χειμῶνα τοῦτο ὠδίνοντα βλέπω. Διὰ τοῦτο δέδοικα, οὐ μὴν ἀπέγνωκα· κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην. Εἶτα, ὥσπερ χειμαζομένοις χεῖρα ὀρέγων, ἑαυτὸν εἰς μέσον ἄγει, λέγων· Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς. Ταῦτα πρὸς τοὺς ἐξ Ἰουδαίων. Διὸ καὶ ἑαυτὸν εἰς μέσον ἄγει, πείθων κἀντεῦθεν αὐτοὺς ἀποστῆναι τῶν παλαιῶν. Εἰ γὰρ καὶ μηδένα ἕτερον εἴχετε εἰς ὑπόδειγμα, ἤρκει εἰς ἐμὲ μόνον ἰδεῖν ταύτης ἕνεκεν τῆς μεταβολῆς, καὶ θαῤῥῆσαι ῥαδίως. Διαβλέψατε τοίνυν· καὶ γὰρ ταῦτα κἀγὼ ἔπασχον πάλαι, καὶ σφόδρα καὶ περιεκαιόμην τοῦ νόμου, ἀλλ᾽ ὅμως ὕστερον οὐκ ἐφοβήθην ἀφεῖναι τὸν νόμον, οὐδὲ μεταστῆναι τῆς πολιτείας ἐκείνης.

Καὶ ταῦτα ὑμεῖς ἴστε σαφῶς, πῶς μεθ᾽ ὑπερβολῆς πολλῆς ἀντειχόμην τοῦ Ἰουδαϊσμοῦ, καὶ πῶς μετὰ μείζονος αὐτὸν σφοδρότητος εἴασα μετὰ ταῦτα. Καὶ καλῶς αὐτὸ τέθεικεν ὕστερον. Οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων, κἂν μυρίους εὕρωσι λογισμοὺς, καὶ δικαίους, ἀπὸ τοῦ ὁμογενοῦς μᾶλλον ἐφέλκονται, καὶ ὅταν ἴδωσι τὰ αὐτὰ πράττοντα, μᾶλλον ἔχονται τῶν αὐτῶν. Ἀδελφοὶ, δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε.

Ὅρα πῶς πάλιν τῷ τῆς τιμῆς ὀνόματι προσαγορεύει· τὸ δ᾽ αὐτὸ καὶ τῆς χάριτος ὑπόμνησις ἦν. Ἐπειδὴ γὰρ σφόδρα καθήψατο αὐτῶν, καὶ πανταχόθεν συνέκρινε τὰ πράγματα, καὶ ἔδειξε παρανομοῦντας καὶ πολλαχόθεν αὐτοὺς ἔβαλε, πάλιν ἀνίησι καὶ θεραπεύει, προσηνεστέροις κεχρημένος λόγοις.

Ὥσπερ γὰρ τὸ διαπαντὸς θεραπεύειν, ἐκλύει, οὕτω τὸ συνεστραμμένως ἀεὶ διελέγχεσθαι, τραχύτερον ποιεῖ. Διὰ τοῦτο πανταχοῦ τῇ συμμετρίᾳ κεχρῆσθαι καλόν. Ὅρα τοίνυν πῶς αὐτοῖς ὑπὲρ τῶν εἰρημένων ἀπολογεῖται, δεικνὺς ὡς οὐχ ἁπλῶς ἀπεχθανόμενος αὐτοῖς, ἀλλὰ κηδόμενος εἴρηκεν ἅπερ εἴρηκεν. Ἐπειδὴ γὰρ βαθυτέραν ἔδωκε τὴν τομὴν, ὥσπερ ἔλαιον λοιπὸν τὴν παράκλησιν ταύτην ἐνίησι. Καὶ δηλῶν ὅτι οὐ μίσους, οὐδὲ ἔχθρας ἦν τὰ εἰρημένα, ἀναμιμνήσκει τῆς ἀγάπης αὐτοὺς, ἣν ἐνεδείξατο περὶ αὐτοὺς, καὶ μετ᾽ ἐγκωμίων τὴν ἀπολογίαν τίθησι.

βʹ. Διό φησι· Δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε. Οἴδατε δὲ, ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκός μου εὐηγγελισάμην ὑμῖν· καὶ τὸν πειρασμόν μου τὸν ἐν σαρκί μου οὐκ ἐξουθενήσατε. Ἀλλ᾽ οὔπω τοῦτο μέγα τὸ μὴ ἀδικῆσαι· καίτοι γε οὐδὲ ὁ τυχὼν ἄνθρωπος τὸν οὐκ ἀδικήσαντα βλάψαι ἠθέλησεν ἂν, καὶ εἰκῆ λυπῆσαι καὶ μάτην. Ὑμεῖς δὲ οὐ μόνον οὐκ ἠδικήσατε, ἀλλὰ καὶ πολλὴν καὶ ἄφατον ἐπεδείξασθε εὔνοιαν· καὶ οὐχ οἷόν τε τὸν τοιαύτης ἀπολαύσαντα θεραπείας, ἐκ κακονοίας ταῦτα λέγειν. Οὐ τοίνυν δι᾽ ἀπέχθειαν ταῦτα λέγω· λείπεται διὰ φιλοστοργίαν καὶ κηδεμονίαν. Δέομαι ὑμῶν, οὐδέν με ἠδικήσατε. Οἴδατε δὲ, ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκός μου εὐηγγελισάμην ὑμῖν.

Οὐδὲν προσηνέστερον τῆς ἁγίας ἐκείνης ψυχῆς, οὐδὲν γλυκύτερον καὶ φιλοστοργότερον. Οὐ τοίνυν οὐδὲ τὰ πρότερα ἀλόγου θυμοῦ, οὐδὲ πάθους ψυχῆς ἦν, ἀλλὰ κηδεμονίας πολλῆς. Καὶ τί λέγω, οὐκ ἠδικήσατε; πολλὴν μὲν οὖν καὶ γνησίαν σπουδὴν περὶ ἡμᾶς ἐπεδείξατε. Οἴδατε γὰρ, φησὶν, ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν, καὶ τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ διεπτύσατε. Τί ποτέ ἐστιν, ὃ λέγει;

Ἠλαυνόμην, φησὶν, ἐμαστιγούμην, μυρίους θανάτους ὑπέμενον κηρύττων ὑμῖν, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου. Τοῦτο γάρ ἐστι τὸ, Τὸν πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ διεπτύσατε. Εἶδες σύνεσιν πνευματικήν; Καὶ γὰρ ἐν τάξει ἀπολογίας πάλιν αὐτοὺς ἐντρέπει, δεικνὺς ὅσα ἔπαθε δι᾽ αὐτούς. Ἀλλ᾽ ὅμως οὐδὲν τοῦτο ὑμᾶς ἐσκανδάλισε, φησὶν, οὐδὲ διεπτύσατέ με διὰ τὰ πάθη καὶ τοὺς διωγμούς· ἀσθένειαν γὰρ καὶ πειρασμὸν ταῦτα καλεῖ. Ἀλλ᾽ ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με.

Πῶς οὖν οὐκ ἄτοπον διωκόμενον μὲν καὶ ἐλαυνόμενον, ὡς ἄγγελον Θεοῦ δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα μὴ δέχεσθαι; Τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι, εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατε ἐμοί. Ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;

Ἐνταῦθα διαπορεῖ καὶ ἐκπλήττεται, καὶ παρ᾽ αὐτῶν ζητεῖ τὴν αἰτίαν τῆς μεταβολῆς μαθεῖν. Τίς γὰρ ὑμᾶς ἐξηπάτησε, φησὶ, καὶ ἔπεισεν ἑτέρως διατεθῆναι πρὸς ἡμᾶς· οὐχ ὑμεῖς ἐστε οἱ περιέποντες καὶ θεραπεύοντες, καὶ τῶν ὀφθαλμῶν τιμιώτερον ἄγοντες; τί τοίνυν γέγονε; πόθεν ἡ ἔχθρα, πόθεν ἡ ὑποψία; ὅτι τἀληθῆ πρὸς ὑμᾶς εἶπον; Διὰ τοῦτο μὲν οὖν μειζόνως ἐχρῆν τιμᾷν καὶ θεραπεύειν· νυνὶ δὲ ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν. Ἐγὼ γὰρ, φησὶν, οὐκ οἶδα ἄλλην αἰτίαν, ἢ τὰ ἀληθῆ λέγειν ὑμῖν. Καὶ ὅρα μεθ᾽ ὅσης ἀπολογεῖται ταπεινοφροσύνης. Οὐ γὰρ ἀφ᾽ ὧν περὶ αὐτοὺς ἐπεδείξατο, ἀλλ᾽ ἀφ᾽ ὧν αὐτοὶ περὶ αὐτὸν, δείκνυσιν ἀδύνατον εἶναι ἐκ κακονοίας ταῦτα λέγεσθαι. Οὐδὲ γὰρ εἶπεν οὕτω· Καὶ πῶς ἐγχωρεῖ τὸν μαστιζόμενον, τὸν ἐλαυνόμενον, τὸν μυρία παθόντα δι᾽ ὑμᾶς, νῦν ἐπιβουλεύειν ὑμῖν; ἀλλ᾽ ἀφ᾽ ὧν εἶχον ἐναβρύνεσθαι ἐκεῖνοι, ἀπὸ τούτων συλλογίζεται λέγων· πῶς ἐγχωρεῖ τὸν τιμηθέντα παρ᾽ ὑμῶν, τὸν ὡς ἄγγελον δεχθέντα τοῖς ἐναντίοις ἀμείψασθαι;

Ζηλοῦσιν ὑμᾶς οὐκ ἀληθῶς, ἀλλ᾽ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. Ἔστι γὰρ καὶ ζῆλος ἀγαθὸς, ὅταν τις οὕτω ζηλοῖ, ὥστε μιμήσασθαι τὴν ἀρετήν· ἔστι καὶ ζῆλος πονηρὸς, ὥστε ἐκβάλλειν τῆς ἀρετῆς τὸν κατορθοῦντα· ὃ δὴ καὶ αὐτοὶ νῦν ἐπιχειροῦσι, τῆς μὲν τελείας γνώσεως ἐκβάλλειν θέλοντες, εἰς δὲ τὴν ἠκρωτηριασμένην καὶ νόθον ἀγαγεῖν, δι᾽ οὐδὲν ἕτερον, ἀλλ᾽ ἵνα αὐτοὶ μὲν ἐν τάξει κάθωνται διδασκάλων, ὑμᾶς δὲ τοὺς νῦν ὑψηλοτέρους αὐτῶν ὄντας ἐν τάξει καταστήσωσι μαθητῶν. Τοῦτο γὰρ ἐδήλωσεν εἰπών· Ἵνα αὐτοὺς ζηλοῦτε. Ἐγὼ δὲ τοὐναντίον βούλομαι, φησὶν, ὑμᾶς αὐτῶν καλλίονας, καὶ ὑπόδειγμα γίνεσθαι τῶν τελειοτέρων. Ὃ δὴ καὶ ἐγένετο, ὅτε πρὸς ὑμᾶς ἤμην· διὸ καὶ ἐπάγει λέγων· Καλὸν δὲ τὸ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. Ἐνταῦθα γὰρ αἰνίττεται, ὅτι ἡ ἀπουσία αὐτοῦ ταῦτα εἰργάσατο, καὶ ὅτι τὸ μὲν μακάριον τοῦτό ἐστι, μὴ παρόντος τοῦ διδασκάλου μόνον, τοὺς μαθητὰς τὴν δέουσαν ἔχειν γνώμην, ἀλλὰ καὶ ἀπόντος· ἐπειδὴ δὲ ἐκεῖνοι οὐδέπω ἦσαν πρὸς τοῦτο τελειότητος ἀφιγμένοι, πάντα ποιεῖται, ὥστε εἰς τοῦτο αὐτοὺς ἐμβιβάσαι. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.

Ὅρα ταραττόμενον, ὅρα θορυβούμενον. Ἀδελφοί μου, δέομαι ὑμῶν· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Μητέρα μιμεῖται περιτρέμουσαν τοῖς παιδίοις. Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἶδες σπλάγχνα πατρικά; εἶδες ἀθυμίαν ἀποστόλῳ πρέπουσαν; εἶδες οἵαν ἀφῆκεν ὀλολυγὴν πολὺ τῶν τικτουσῶν πικροτέραν;

Διεφθείρατε, φησὶ, τὴν εἰκόνα, ἀπωλέσατε τὴν συγγένειαν, τὴν μορφὴν ἠλλοιώσατε· ἀναγεννήσεως ἑτέρας ὑμῖν δεῖ καὶ ἀναπλάσεως· ἀλλ᾽ ὅμως ἔτι τεκνία καλῶ τὰ ἀμβλωθρίδια, τὰ ἐκτρώματα. Ἀλλ᾽ οὕτω μὲν οὐ λέγει, ἑτέρως δέ· φείδεται γὰρ, καὶ οὐ βούλεται πλῆξαι, οὐδὲ τραύματα ἐπιθεῖναι τραύμασιν· ἀλλ᾽ ὥσπερ οἱ σοφοὶ τῶν ἰατρῶν τοὺς εἰς μακρὰν καταπεσόντας νόσον, οὐχ ὑφ᾽ ἓν θεραπεύουσιν, ἀλλὰ διαλιμπάνοντες, ὥστε μὴ ὀλιγοψυχοῦντας ἀπολέσθαι, οὕτω καὶ ὁ μακάριος οὗτος. Καὶ γὰρ αἱ ὠδῖνες αὗται τῶν σωματικῶν δριμύτεραι ὅσῳ καὶ ἡ φιλοστοργία μείζων, καὶ τὸ ἁμαρτηθὲν οὐ τὸ τυχὸν ἦν.

γʹ. Ὅπερ γὰρ ἀεὶ λέγω, καὶ λέγων οὐ παύσομαι, καὶ τὸ μικρὸν παραβαθὲν ὁλόκληρον τὴν ὄψιν ἠφάνισε, καὶ τὴν μορφὴν ἐλυμήνατο. Ἤθελον παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου. Σκόπει μοι τὸν ἀκαρτέρητον, τὸν θερμὸν, τὸν οὐ δυνάμενον στέγειν τὰ τοιαῦτα. Τοιοῦτον γὰρ ἡ ἀγάπη· οὐκ ἀρκεῖται τοῖς ῥήμασιν, ἀλλ᾽ ἐπιζητεῖ καὶ τὴν παρουσίαν.

Ὥστε ἀλλάξαι τὴν φωνήν μου, φησί. Τουτέστιν, ἀλλάξαι τὸν ὀλοφυρμὸν, ποιῆσαι καὶ δάκρυα, καὶ πάντα εἰς θρῆνον ἐπισπάσασθαι. Διὰ γὰρ ἐπιστολῆς οὐκ ἐνῆν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγμόν· διὸ καίεται τὴν παρουσίαν ἐπιζητῶν. Ὅτι ἀποροῦμαι ἐν ὑμῖν. Οὐκ ἔχω γὰρ, φησὶ, τί εἴπω, οὐκ ἔχω τί λογίσωμαι. Πόθεν οἱ πρὸς αὐτὴν ἀναβάντες τῶν οὐρανῶν τὴν κορυφὴν, καὶ διὰ τῶν κινδύνων, οὓς ὑπεμείνατε ὑπὲρ τῆς πίστεως, καὶ διὰ τῶν σημείων, ὧν ἐπεδείξασθε διὰ τῆς πίστεως, νῦν ἀθρόον οὕτως εἰς τοσαύτην εὐτέλειαν κατηνέχθητε, ὡς εἰς περιτομὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶν Ἰουδαϊζόντων ἐκκρέμασθαι; Διὰ ταῦτα καὶ ἀρχόμενος ἔλεγε· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε· καὶ ἐνταῦθα· Ἀποροῦμαι ἐν ὑμῖν· ὡς ἂν εἰ ἔλεγε· Τί εἴπω τί λαλήσω; τί ἐννοήσω; ἀπορῶ· διὸ καὶ ὀλολύζειν ἀνάγκη· ὅπερ ἐν τοῖς ἀπόροις ποιοῦσι καὶ οἱ προφῆται.

Εἶδος δὲ καὶ τοῦτο θεραπείας οὐ μικρὸν, τὸ μὴ μόνον συμβουλεύειν, ἀλλὰ καὶ θρηνεῖν. Τοῦτο γὰρ καὶ Μιλησίοις διαλεγόμενος ἔλεγε· Τριετίαν μετὰ δακρύων νουθετῶν ὑμᾶς οὐ διέλειπον. Τοῦτο καὶ ἐνταῦθά φησι λέγων· Ἀλλάξαι τὴν φωνήν μου. Καὶ γὰρ ἐν ταῖς ἀπορίαις καὶ ταῖς ἀμηχανίαις ταῖς παρ᾽ ἐλπίδα συμβαινούσαις νικώμενοι, λοιπὸν ἐπὶ τὰ δάκρυα καταφερόμεθα. Ἐπειδὴ τοίνυν ἐπέπληξε καὶ ἐνέτρεψε, καὶ ἐθεράπευσε πάλιν, εἶτα ὠλοφύρατο· ὁ δὲ ὀλοφυρμὸς οὐκ ἐπιπλήξεως μόνον, ἀλλὰ καὶ κολακείας ἐστίν. Οὔτε γὰρ τραχύνει, ὥσπερ ἐπίπληξις, οὔτε χαλᾷ, καθάπερ ἡ θεραπεία, ἀλλ᾽ ἔστι μεμιγμένον φάρμακον, καὶ πολλὴν ἔχει τὴν ἰσχὺν πρὸς παραίνεσιν. Ἐπειδὴ οὖν ὠλοφύρατο καὶ ἐμάλαξεν αὐτῶν τὴν διάνοιαν, καὶ ἐπεσπάσατο μειζόνως, πάλιν εἰς τοὺς ἀγῶνας ἐμβαίνει, κεφάλαιον τιθεὶς μεῖζον, δεικνὺς ὅτι αὐτὸς ὁ νόμος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι. Τότε μὲν οὖν ἐκ τοῦ Ἀβραὰμ τὸ παράδειγμα εἰσήγαγε, νῦν δὲ αὐτὸν εἰσάγει τὸν νόμον παραινοῦντα μὴ φυλάττειν αὐτὸν, ἀλλὰ ἀναχωρεῖν, ὅπερ ἦν ἰσχυρότερον. Ὥστε εἰ βούλεσθε πείθεσθαι τῷ νόμῳ, φησὶν, ἀπόστητε αὐτοῦ· τοῦτο γὰρ αὐτὸς βούλεται. Ἀλλ᾽ οὕτω μὲν οὐ λέγει· ἑτέρως δὲ αὐτὸ κατασκευάζει, καὶ ἱστορίαν ἀναμιγνύς. Λέγετε γάρ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;