Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Η αληθινή χριστιανική ελευθερία και ο κίνδυνος της περιτομής

Προτροπή προς παραμονή στη χάρη, έλεγχος των ψευδοδιδασκάλων και απόδειξη ότι η περιτομή αναιρεί τη λυτρωτική σημασία του σταυρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 13

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε. αʹ. Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε, ὅτι πάλιν ἐπὶ προτέραν τρέχετε δεσποτείαν; ἀλλ᾽ αὐτός ἐστιν ὁ ὑμᾶς ἐξηγορακὼς, ἄλλος ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν; Ὁρᾷς δι᾽ ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης; Πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους δούλους ἀντ᾽ ἐλευθέρων ἐπιθυμεῖν εἶναι· δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀγνώμονες καὶ ἀχάριστοι δειχθήσονται, τοῦ μὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάμενον στέργοντες· τρίτον, ὅτι οὐ δυνατὸν τοῦτο. Οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὁ νόμος, ἅπαξ ἑτέρου παρ᾽ αὐτοῦ πάντας ἡμᾶς πριαμένου. Στήκετε δὲ εἰπὼν, τὸν σάλον ἔδειξε. Καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Τῷ μὲν τοῦ ζυγοῦ ὀνόματι τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς ἐνδείκνυται· τῷ δὲ, Πάλιν, εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσι τὴν ἀναισθησίαν. Εἰ μὲν γὰρ ἄπειροι ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι· οἱ δὲ τῇ πείρᾳ μαθόντες τὸ φορτικὸν τοῦ ζυγοῦ, εἶτα ὑποτιθέντες ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἂν εἴητε δίκαιοι τυχεῖν συγγνώμης; Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ὅρα πόση ἀπειλή. Εἰκότως ἄρα καὶ ἀγγέλους ἀνεθεμάτιζε. Πῶς δὲ Χριστὸς αὐτοὺς οὐδὲν ὠφελήσει;

Αὐτὸς μὲν γὰρ τοῦτο οὐ κατεσκεύασεν, ἀλλ᾽ ἀπεφήνατο, ὡς τῆς τοῦ προσώπου ἀξιοπιστίας ἀρκούσης ἀντὶ πάσης ἀποδείξεως λοιπὸν (διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅπερ ἦν θαῤῥοῦντος οἷς λέγει)· ἡμεῖς δὲ ὡς ἂν οἷόν τε τὰ παρ᾽ ἑαυτῶν προσθήσομεν. Πῶς οὐδὲν ὠφελήσει τὸν περιτεμνόμενον ὁ Χριστός; Ὁ περιτεμνόμενος, ὡς νόμον δεδοικὼς περιτέμνεται· ὁ δὲ δεδοικὼς, ἀπιστεῖ τῇ δυνάμει τῆς χάριτος, ὁ δὲ ἀπιστῶν, οὐδὲν κερδαίνει παρὰ τῆς ἀπιστουμένης. Πάλιν ἑτέρως, ὁ περιτεμνόμενος τὸν νόμον κύριον ποιεῖ· κύριον δὲ εἶναι νομίζων, καὶ ἐκ τοῦ μείζονος αὐτὸν παραβαίνων μέρους, ἐκ δὲ τοῦ ἐλάττονος τηρῶν, πάλιν ὑπὸ τὴν ἀρὰν ἑαυτὸν τίθησιν· ὑποβάλλων δὲ ἑαυτὸν τῇ ἀρᾷ, καὶ διακρουσάμενος τὴν ἀπὸ τῆς πίστεως ἐλευθερίαν, πῶς δύναται σωθῆναι; Εἰ γὰρ χρή τι καὶ παράδοξον εἰπεῖν, οὗτος οὔτε τῷ Χριστῷ, οὔτε τῷ νόμῳ πιστεύει, ἀλλ᾽ ἐν μέσῳ ἕστηκε, κἀκεῖθεν καὶ ἔνθεν βουλόμενος κερδαίνειν· διόπερ οὐδαμόθεν οὐδὲν καρπώσεται. Εἶτα εἰπὼν, ὅτι Οὐδὲν ὠφελήσει, αἰνιγματωδῶς καὶ διὰ βραχέων τὴν ἀπόδειξιν τίθησιν, οὕτω λέγων· Μαρτύρομαι δὲ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Ἵνα γὰρ μὴ νομίσῃς κατ᾽ ἔχθραν ταῦτα λέγεσθαι, οὐχ ὑμῖν λέγω μόνον, φησὶν, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι· ἀλλήλων γὰρ ἔχεται τὰ νόμιμα.

Καὶ καθάπερ ὁ ἀπογραψάμενος εἶναι δοῦλος ἐξ ἐλευθέρου, οὐκέτι ποιεῖ ὃ βούλεται, ἀλλὰ πᾶσι τοῖς τῆς δουλείας κατέχεται νόμοις· οὕτω καὶ ἐπὶ τοῦ νόμου ὅταν ἀναδέξῃ μικρόν τι τοῦ νόμου, καὶ ὑπάγῃς σεαυτὸν τῷ ζυγῷ, ὅλην ἐφειλκύσω τὴν δεσποτείαν. Οὕτω καὶ ἐπὶ τῆς ἔξωθεν κληρονομίας· ὁ μὲν μηδενὸς ἁψάμενος, πάντων ἀπήλλακται τῶν ἐπαγομένων τῷ κλήρῳ τοῦ τετελευτηκότος πραγμάτων· ἂν δὲ μικρόν τι χειρίσῃ, κἂν μὴ πάντα λάβῃ, πᾶσιν ἑαυτὸν ὑπεύθυνον κατέστησε διὰ τοῦ μέρους. Τοῦτο καὶ ἐπὶ τοῦ νόμου συμβαίνει, οὐ διὰ τοῦτον δὲ μόνον ὃν εἴρηκα τρόπον, ἀλλὰ καὶ δι᾽ ἕτερον· ἀλλήλων γὰρ τὰ νόμιμα ἔχεται. Οἷόν τι λέγω· Ἡ περιτομὴ θυσίαν ἔχει συνεζευγμένην καὶ ἡμερῶν παρατήρησιν· ἡ θυσία πάλιν καὶ ἡμέρας καὶ τόπου φυλακὴν, ὁ τόπος μυρίων καθαρμῶν τρόπους, οἱ καθαρμοὶ ἐσμόν τινα παρατηρήσεων εἰσάγουσι ποικίλων. Τὸν γὰρ ἀκάθαρτον οὐ θύειν, οὐχ ἱερῶν ἐπιβαίνειν ἀδύτων, οὐκ ἄλλο τι τῶν τοιούτων ποιεῖν θέμις. Διὸ καὶ πολλὰ ἐφέλκεται καὶ διὰ τῆς μιᾶς ἐντολῆς ὁ νόμος. Ἂν τοίνυν περιτμηθῇς, μὴ ἐν τῇ ὀγδόῃ δὲ ἡμέρᾳ, ἢ ἐν τῇ ὀγδόῃ μὲν, μὴ οὔσης δὲ θυσίας, θυσίας δὲ οὔσης, μὴ ἐν τῷ ὡρισμένῳ δὲ τόπῳ, ἢ ἐν τῷ ὡρισμένῳ τόπῳ, μὴ τὰ νενομισμένα δὲ, ἢ τὰ νενομισμένα μὲν, μὴ καθαρὸς δὲ ὢν, ἢ καθαρὸς μὲν ὢν, οὐ τοῖς προσήκουσι δὲ θεσμοῖς καθαρθεὶς, πάντα οἴχεται ἐκεῖνα.

Διὰ τοῦτό φησιν, ὅτι Ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Εἰ μὲν κύριος ὁ νόμος, μὴ μέρος πληρώσῃς, ἀλλὰ τὸ πᾶν· εἰ δὲ οὐκ ἔστι κύριος, μηδὲ τὸ μέρος. Κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσετε. Ἐπειδὴ γὰρ κατεσκεύασεν, ἀποφαίνεται λοιπὸν, καὶ τὸν περὶ τῶν ἐσχάτων κρημνῶν κίνδυνον. Ὅταν γὰρ ὁ τῷ νόμῳ προστρέχων, μήτε ἐκεῖθεν δύνηται σώζεσθαι, καὶ τῆς χάριτος ἐκπίπτῃ, τί τὸ λοιπὸν, ἀλλ᾽ ἢ κόλασις ἀπαραίτητος, τοῦ μὲν ἀτονοῦντος, τῆς δὲ οὐ προσιεμένης αὐτόν;

βʹ. Αὐξήσας τοίνυν αὐτῶν οὕτω τὸν φόβον, καὶ κατασείσας αὐτῶν τὴν διάνοιαν, καὶ δείξας τὸ ναυάγιον, ὃ μέλλουσιν ὑπομένειν, πᾶν, ἐγγύθεν ἀνοίγει αὐτοῖς τῆς χάριτος τὸν λιμένα· ὃ πανταχοῦ ποιεῖ, εὐκολωτάτην τε καὶ ἀσφαλεστάτην ἐντεῦθεν ἀποφαίνων τὴν σωτηρίαν. Διὸ καὶ ἐπάγει λέγων· Ἡμεῖς γὰρ διὰ πίστεως ἐν πνεύματι ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.

Οὐδενὸς ἐκείνων τῶν νομίμων δεόμεθα, φησίν· ἀρκεῖ γὰρ ἡ πίστις ἡμῖν πνεῦμα παρασχεῖν, καὶ δι᾽ αὐτοῦ δικαιοσύνην, καὶ τὰ πολλὰ καὶ μεγάλα ἀγαθά. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη. Ὁρᾷς πῶς λοιπὸν μετὰ πλείονος ἀποδύεται παῤῥησίας; Ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω, φησί. Καὶ μὴν ἔλεγεν, ὅτι βλαβερὸν ἡ περιτομή· πῶς οὖν ἀδιάφορον αὐτὸ τίθησιν; Ἀδιάφορον ἐπὶ τῶν ἤδη πρὸ τῆς πίστεως ἐσχηκότων, οὐκ ἐπὶ τῶν μετὰ τὴν πίστιν περιτεμνομένων.

Ὅρα δὲ ποῦ αὐτὴν ἐξέβαλε, μετὰ ἀκροβυστίας στήσας αὐτήν. Τὸ γὰρ ποιοῦν τὴν διαφορὰν ἡ πίστις ἐστίν. Ὥσπερ οὖν ἂν ἀθλητάς τις καταλέγῃ, ἄν τε γρυποὺς, ἄν τε σιμοὺς, ἄν τε μέλανας, ἄν τε λευκοὺς, οὐδὲν διαφέρει πρὸς τὴν δοκιμασίαν ταῦτα, ἀλλ᾽ ἵνα ἰσχυροὶ καὶ ἐπιστήμονες ὦσι μόνον, τοῦτο δεῖ ζητεῖν· οὕτω καὶ τὸν μέλλοντα ἀπογράφεσθαι εἰς τὴν Καινὴν Διαθήκην, οὐδὲν βλάπτει τὰ σωματικὰ ταῦτα ἅπαντα, ὥσπερ οὖν οὔτε ὀνίνησιν, ἂν προσῇ.

Τί δέ ἐστι, Δι᾽ ἀγάπης ἐνεργουμένη; Μεγάλην ἐνταῦθα πληγὴν αὐτοὺς ἔπληξεν, ἐμφήνας ὅτι ἐκ τοῦ τὴν πρὸς Χριστὸν ἀγάπην μὴ ῥιζωθῆναι αὕτη ἡ παρείσδυσις γέγονεν· οὐ γὰρ τὸ πιστεῦσαί ἐστι τὸ ζητούμενον μόνον, ἀλλὰ καὶ τὸ μεῖναι ἀγαπῶντας.

Ὡς ἂν εἰ ἔλεγεν· Εἰ ἠγαπᾶτε τὸν Χριστὸν ὡς ἐχρῆν, οὐκ ἂν ηὐτομολήσατε πρὸς τὴν δουλείαν, οὐκ ἂν τὸν ἐξαγοράσαντα ὑμᾶς ἀφήκατε, οὐκ ἂν ὑβρίσατε τὸν ἐλευθερώσαντα. Αἰνίττεται δὲ ἐνταῦθα καὶ τοὺς ἐπιβουλεύοντας αὐτοῖς, δεικνὺς ὅτι καὶ ἐκεῖνοι, εἰ ἀγάπην εἶχον πρὸς αὐτοὺς, οὐκ ἂν ἐτόλμησαν ταῦτα ποιεῖν.

Βούλεται δὲ καὶ τὸν βίον αὐτοῖς διορθοῦν ἀπὸ τοῦ ῥήματος τούτου. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψεν; Οὐκ ἐρωτῶντός ἐστι τοῦτο, ἀλλ᾽ ἀποροῦντος καὶ ὀλοφυρομένου. Πῶς ὁ τοσοῦτος ἐνεκόπη δρόμος; τίς ὁ τοσοῦτον ἰσχύσας; Οἱ πάντων ἀνώτεροι καὶ ἐν τάξει διδασκάλων ὄντες, οὐδὲ ἐν τάξει μαθητῶν ἐμείνατε. Τί γέγονε; τίς τοσοῦτον ἴσχυσε; Ταῦτα ἀνακαλοῦντός ἐστι καὶ θρηνοῦντος μᾶλλον, ὥσπερ καὶ ἔμπροσθεν ἔλεγε· Τίς ὑμᾶς ἐβάσκανεν; Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. Οὐκ ἐπὶ τούτοις ἐκάλεσεν ὑμᾶς ὁ καλῶν, ὥστε οὕτω σαλεύεσθαι· οὐ ταῦτα ἐνομοθέτησεν, ὥστε Ἰουδαΐζειν. Εἶτα ἵνα μή τις λέγῃ· Τί οὕτω τὸ πρᾶγμα ἐπαίρεις καὶ δεινοῖς τῷ λόγῳ; μίαν ἐντολὴν τοῦ νόμου ἐφυλάξαμεν μόνον, καὶ τοσαῦτα θορυβεῖς; ἄκουσον πῶς φοβεῖ οὐκ ἀπὸ τῶν παρόντων, ἀλλ᾽ ἀπὸ τῶν μελλόντων, λέγων οὕτω· Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.

Οὕτω καὶ ὑμᾶς ἰσχύει, φησὶ, τὸ μικρὸν τοῦτο σφάλμα, μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν, ὥσπερ ἡ ζύμη τὸ φύραμα. Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Χριστῷ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπεν, ὅτι Οὐ φρονεῖτε, ἀλλ᾽ ὅτι Οὐ φρονήσετε· τουτέστιν, ὅτι Διορθώσεσθε. Πόθεν οἶδας τοῦτο; Οὐκ εἶπεν, Οἶδα, ἀλλὰ, Πιστεύω. Πιστεύω τῷ Θεῷ, φησὶ, καὶ τὴν ἐκείνου καλῶ συμμαχίαν πρὸς τὴν ὑμετέραν διόρθωσιν θαῤῥῶν. Καὶ οὐχ ἁπλῶς εἶπε, Πέποιθα εἰς ὑμᾶς, ἀλλ᾽, Ἐν Κυρίῳ. Πανταχοῦ γὰρ μετ᾽ ἐγκωμίων πλέκει τὰς κατηγορίας· ὡς ἂν εἰ ἔλεγεν· οἶδα τοὺς ἐμοὺς μαθητὰς, οἶδα ὑμῶν τὸ εὐδιόρθωτον· θαῤῥῶ τοῦτο μὲν διὰ τὸν Κύριον τὸν οὐκ ἐῶντα ἀπολέσθαι οὐδὲ τὸ τυχὸν, τοῦτο δὲ δι᾽ ὑμᾶς τοὺς δυναμένους ταχέως ἑαυτοὺς ἀνακτήσασθαι. Ἅμα δὲ καὶ προτρέπει καὶ τὴν παρ᾽ ἑαυτῶν σπουδὴν εἰσενεγκεῖν, ὡς οὐκ ἐνὸν τῶν παρὰ τοῦ Θεοῦ τυχεῖν, ἂν μὴ καὶ τὰ παρ᾽ ἡμῶν εἰσφέρηται. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Ἑκατέρωθεν αὐτοὺς ἀλείφει, καὶ ἐξ ὧν παρεθάῤῥυνε, καὶ ἐξ ὧν ἐκείνοις ἐπηράσατο, ἢ προεφήτευσε. Σὺ δέ μοι σκόπει πῶς οὐδαμοῦ ὄνομα τίθησι τῶν ἐπιβουλευόντων, ἵνα μὴ ἀναισχυντότεροι γένωνται.

Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἐπειδὴ ὑμεῖς οὐδὲν ἄλλο φρονήσετε, διὰ τοῦτο οἱ τῆς ἀπάτης αἴτιοι ἀπηλλαγμένοι τῆς κολάσεώς εἰσιν, ἀλλὰ δώσουσι δίκην· οὐδὲ γὰρ προσῆκον τὴν ἑτέρων σπουδὴν τῆς ἄλλων κακοηθείας γενέσθαι παραμυθίαν. Γίνεται δὲ τοῦτο, ἵνα μὴ καὶ ἑτέροις πάλιν ἐπίθωνται. Καὶ οὐχ ἁπλῶς εἶπεν, οἱ ταράσσοντες, ἀλλὰ καὶ ἐπῆρε τὸν λόγον εἰπών· Ὅστις ἂν ᾖ. Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύττω, τί ἔτι διώκομαι; Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς πολλαχοῦ Ἰουδαΐζοντα, καὶ ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶς ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν. Οἴδατε γὰρ, φησὶ, καὶ ὑμεῖς, ὅτι τῶν διωγμῶν μου πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι τοῦ νόμου· εἰ δὲ περιτομὴν κηρύσσω, τί ἔτι διώκομαι; Οὐδὲν γὰρ ἕτερον ἐγκαλεῖν ἔχουσί μοι οἱ ἐξ Ἰουδαίων, ἢ τοῦτο μόνον. Καὶ γὰρ εἰ συνεχώρουν αὐτοῖς μετὰ τῶν πατρῴων ἐθῶν πιστεύειν, οὐκ ἂν οὔτε οἱ πιστεύσαντες, οὔτε οἱ ἀπιστήσαντες ἐπεβούλευσαν, τῷ μηδὲν τῶν οἰκείων παρασαλεύεσθαι.

γʹ. Τί οὖν; Οὐκ ἐκήρυξε περιτομήν; Οὐ περιέτεμε τὸν Τιμόθεον; Περιέτεμε μέν. Πῶς οὖν φησιν, Οὐ κηρύσσω; Καὶ ἐνταῦθα αὐτοῦ μάθε τὴν ἀκρίβειαν. Οὐ γὰρ εἶπεν, ὅτι περιτομὴν οὐκ ἐργάζομαι, ἀλλὰ, Οὐ κηρύσσω, τουτέστιν, οὐχ οὕτω κελεύω πιστεύειν.

Μὴ γὰρ εἰς δογμάτων λάβῃς βεβαίωσιν· περιέτεμον μὲν γὰρ, οὐκ ἐκήρυξα δὲ περιτομήν. Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. Τουτέστι, Τὸ ἐμπόδιον, τὸ κώλυμα ἀνῄρηται, εἰ τοῦτό ἐστιν ὅ φατε. Οὐδὲ γὰρ οὕτως ὁ σταυρὸς ἦν σκάνδαλον τοῖς Ἰουδαίοις, ὡς τὸ μὴ δεῖν πείθεσθαι τοῖς πατρῴοις νόμοις.

Καὶ γὰρ τὸν Στέφανον προσενεγκόντες, οὐκ εἶπον, ὅτι Οὗτος τὸν ἐσταυρωμένον προσκυνεῖ, ἀλλ᾽ ὅτι Κατὰ τοῦ τόπου καὶ τοῦ νόμου λέγει τοῦ ἁγίου. Καὶ τῷ Ἰησοῦ τοῦτο ἐνεκάλουν, ὅτι τὸν νόμον παραλύει. Διό φησιν ὁ Παῦλος· Εἰ συγκεχώρηται περιτέμνεσθαι, λέλυται ἡ φιλονεικία ἡ πρὸς ὑμᾶς· οὐδεμία λοιπὸν ἔχθρα μένει πρὸς τὸν σταυρὸν καὶ τὸ κήρυγμα· εἰ δὲ καθ᾽ ἑκάστην ἡμέραν φονῶσι καθ᾽ ἡμῶν, πῶς τοῦτο ἐγκαλοῦσιν ἡμῖν; Ἐμοὶ γοῦν διὰ τοῦτο ἐπέθεντο, ὅτι εἰσήνεγκα ἀκρόβυστον εἰς τὸν ναόν· Ἆρ᾽ οὖν οὕτως ἀνόητός εἰμι, φησὶν, ὡς συγκεχωρημένης περιτομῆς, εἰκῆ καὶ μάτην τοσαύτην ἀναδέξασθαι βλάβην, τοσοῦτον σκάνδαλον θεῖναι τῷ σταυρῷ; Ὁρᾶτε γὰρ, ὅτι δι᾽ οὐδὲν ἡμῖν πολεμοῦσιν οὕτως, ὡς διὰ τὴν περιτομήν. Οὕτως οὖν ἀνόητος ἤμην, ὡς ὑπὲρ τοῦ μηδενὸς θλίβεσθαι, καὶ σκανδαλίζειν ἑτέρους; Σταυροῦ δὲ σκάνδαλον ἐκάλεσεν, ἐπειδὴ καὶ ὁ τοῦ σταυροῦ λόγος τοῦτο ἐπέταττε, καὶ τοῦτο μάλιστα ἦν τὸ σκανδαλίζον Ἰουδαίους, καὶ κωλύον τὸν σταυρὸν ἀναδέξασθαι, τὸ κελεύεσθαι τῶν πατρῴων ἀφίστασθαι ἐθῶν. Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. Ὅρα πῶς ἐστι πικρὸς ἐνταῦθα κατὰ τῶν ἠπατηκότων. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ἐπὶ τοὺς ἠπατημένους τὴν κατηγορίαν ἔτρεπεν, ἀνοήτους καλῶν, καὶ ἅπαξ καὶ δεύτερον· ἐπειδὴ δὲ καλῶς αὐτοὺς ἐπαίδευσε καὶ διώρθωσε, πρὸς τοὺς ἠπατηκότας τρέπεται λοιπόν.

Δεῖ δὲ ἡμᾶς συνιδεῖν καὶ ἐντεῦθεν αὐτοῦ τὴν σοφίαν, πῶς τούτους μὲν ὡς παῖδας οἰκείους, καὶ δυναμένους λαβεῖν διόρθωσιν, νουθετεῖ καὶ σωφρονίζει· τοὺς δὲ ἠπατηκότας, ὡς ἀλλοτρίους καὶ ἀνίατα νοσοῦντας, ἐκκόπτει· τοῦτο μὲν λέγων, Βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ, τοῦτο δὲ ἐπαρώμενος αὐτοῖς, καὶ λέγων, Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.

Καὶ καλῶς εἶπεν, Ἀναστατοῦντες. Τὴν γὰρ οἰκείαν πατρίδα καὶ τὴν ἐλευθερίαν καὶ τὴν συγγένειαν ἀφέντες τὴν ἄνω, τὴν ἀλλοτρίαν καὶ ξένην μεταδιώκειν ἠνάγκασαν, ἀπὸ μὲν τῆς ἄνω Ἱερουσαλὴμ καὶ τῆς ἐλευθέρας ἐκβάλλοντες, βιαζόμενοι δὲ καθάπερ αἰχμαλώτους καὶ μετανάστας πλανᾶσθαι.

Διόπερ αὐτοῖς ἐπαρᾶται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδέν μοι μέλει περὶ ἐκείνων· Αἱρετικὸν γὰρ ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν παραιτοῦ. Εἰ βούλονται, μὴ περιτεμνέσθωσαν μόνον, ἀλλὰ καὶ περικοπτέσθωσαν.