Ποῖον δὲ τοῦτό ἐστι, καὶ τίς ἡ δύναμις τῶν εἰρημένων καλῶν, ἢ τὸ πνεύματι ζῇν; Διό φησι· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις, ἵνα μὴ, ἃ ἂν θέλητε, ταῦτα ποιῆτε. Ἐνταῦθα δὲ ἐπιτίθενταί τινες λέγοντες, ὅτι διεῖλεν εἰς δύο τὸν ἄνθρωπον ὁ Ἀπόστολος, ὥσπερ ἐξ ἐναντίας οὐσίας κατεσκευασμένον εἰσάγων, καὶ μάχην τῷ σώματι πρὸς τὴν ψυχὴν δεικνὺς οὖσαν. Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· σάρκα γὰρ ἐνταῦθα, οὐ τὸ σῶμα καλεῖ· εἰ γὰρ τοῦτό φησι, πῶς ἔχει λόγον τὸ ἑξῆς εἰρημένον; Ἐπιθυμεῖ γὰρ, φησὶ, κατὰ τοῦ πνεύματος. Καὶ μὴν τοῦτο οὐ τῶν κινούντων, ἀλλὰ τῶν κινουμένων ἐστὶν, οὐ τῶν ἐνεργούντων, ἀλλὰ τῶν ἐνεργουμένων· πῶς οὖν ἐπιθυμεῖ; ἡ γὰρ ἐπιθυμία οὐ σαρκὸς, ἀλλὰ ψυχῆς. Καὶ γὰρ ἀλλαχοῦ φησι· Κατεπίθυμός ἐστιν ἡ ψυχή μου· καὶ τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ ποιήσω σοι, Καὶ, Μὴ πορεύου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου· καὶ πάλιν, Οὕτως ἐπιποθεῖ ἡ ψυχή μου. Πῶς οὖν Παῦλός φησιν, Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος; Οἶδε σάρκα καλεῖν, οὐ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ τὴν πονηρὰν προαίρεσιν, ὡς ὅταν λέγῃ· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ᾽ ἐν πνεύματι· Καὶ πάλιν, Οἱ δὲ ἐν σαρκὶ ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται. Τί οὖν; ἀνελεῖν δεῖ τὴν σάρκα;