Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν
Αλληλεγγύη, αγαθοεργία και ο πνευματικός θερισμός
Ποιμαντικές προτροπές για την υποστήριξη των αδυνάτων, τη φροντίδα των διδασκάλων και την αδιάλειπτη ελεημοσύνη ως πνευματική σπορά.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αλληλεγγύη, αγαθοεργία και ο πνευματικός θερισμός
Ποιμαντικές προτροπές για την υποστήριξη των αδυνάτων, τη φροντίδα των διδασκάλων και την αδιάλειπτη ελεημοσύνη ως πνευματική σπορά.
ΚΕΦΑΛΑΙΟΝ ϛʹ. Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος. αʹ. Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὑτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν, τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησίν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν πράξῃ, ἀλλ᾽, Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε, Κολάζετε, οὐδὲ, Καταδικάζετε, ἀλλὰ, Διορθοῦσθε. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ δεικνὺς, ὅτι σφόδρα αὐτοὺς ἡμέρους εἶναι δεῖ τοῖς ὑποσκελιζομένοις, οὕτως ἐπήγαγεν· Ἐν πνεύματι πραότητος. Οὐκ εἶπεν, ἐν πραότητι, ἀλλ᾽, Ἐν πνεύματι πραότητος· δηλῶν ὅτι καὶ τῷ Πνεύματι ταῦτα δοκεῖ, καὶ τὸ δύνασθαι μετ᾽ ἐπιεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευματικοῦ.
Εἶτα, ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν, οὕτως εἰπών· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ὥσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεομένοις εἰσφέρουσιν, ἵν᾽, εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν· οὕτω δὴ καὶ ἡμᾶς ποιεῖν χρή.
Διὸ καὶ αἰτίαν ἀναγκαίαν τίθησι, λέγων οὕτω· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Καὶ ἀπολογεῖται ὑπὲρ τοῦ ἡμαρτηκότος, πρῶτον μὲν εἰπὼν, Ἐὰν καὶ προληφθῇ, δεύτερον τὸ τῆς πολλῆς ἀσθενείας ὄνομα, εἶτα, Ἵνα μὴ καὶ σὺ πειρασθῇς, δαίμονος ἐπήρειαν μᾶλλον, ἢ ψυχῆς ῥᾳθυμίαν αἰτιώμενος.
Ἀλλήλων τὰ βάρη βαστάζετε. Ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄνθρωπον ὄντα χωρὶς ἐλαττώματος εἶναι, παραινεῖ μὴ ἀκριβεῖς ἐξεταστὰς εἶναι τῶν ἑτέροις πεπλημμελημένων, ἀλλὰ καὶ φέρειν τὰ τῶν πλησίον ἐλαττώματα, ἵνα καὶ τὰ αὐτοῦ φέρηται παρ᾽ ἑτέρων. Καθάπερ γὰρ ἐπὶ τῆς οἰκοδομῆς, οὐ τὴν αὐτὴν ἅπαντες ἕδραν ἔχουσιν οἱ λίθοι, ἀλλ᾽ ὁ μὲν πρὸς γωνίαν ἐπιτήδειος, οὐκέτι δὲ πρὸς θεμελίους, ὁ δὲ πρὸς θεμελίους μὲν, οὐκέτι δὲ πρὸς γωνίαν· οὕτω δὴ καὶ ἐπὶ τοῦ σώματος τῆς Ἐκκλησίας. Καὶ ἐπὶ τῆς σαρκὸς δὲ τῆς ἡμετέρας τοῦτο αὐτὸ ἴδοι τις ἂν ἀλλ᾽ ὅμως θατέρου θάτερον ἀνέχεται, καὶ οὐ παρὰ πάντων πάντα ζητοῦμεν. Ὁ γὰρ ἐκ τοῦ κοινοῦ γινόμενος ἔρανος, καὶ σῶμα καὶ οἰκοδομὴν συνίστησι. Καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Οὐκ εἶπε, Πληρώσατε, ἀλλ᾽, Ἀναπληρώσατε, τουτέστι, κοινῇ πάντες πληρώσατε, δι᾽ ὧν ἀλλήλους φέρετε· οἷον, ὁ δεῖνά ἐστιν ὀργίλος, σὺ δὲ ὑπνηλός· φέρε τοίνυν τὴν ὁρμὴν αὐτοῦ τὴν σφοδρὰν, ἵνα καὶ αὐτός σου τὴν νωθείαν φέρῃ. Καὶ οὕτως οὔτε ἐκεῖνος ἁμαρτήσεται ὑπὸ σοῦ βασταζόμενος, οὔτε σὺ πλημμελεῖς ἐν οἷς εἶ βαρὺς, ἀνεχομένου σοῦ τοῦ ἀδελφοῦ σου. Οὕτω δὲ ἀλλήλοις χεῖρα ὀρέγοντες ἐν οἷς μέλλετε καταπίπτειν, δι᾽ ἀλλήλων κοινῇ πληρώσατε τὸν νόμον, τὸ λεῖπον τῷ πλησίον ἀναπληρῶν ἕκαστος διὰ τῆς οἰκείας ὑπομονῆς.
Ἐὰν δὲ μὴ οὕτω ποιῆτε, ἀλλ᾽ ἕκαστος ἐπεξιέναι μέλλῃ τοῖς τοῦ πλησίον, οὐδέποτε οὐδὲν ἔσται τῶν δεόντων ὑμῖν. Ὥσπερ γὰρ ἐν τῷ σώματι εἰ τὴν αὐτήν τις ἀπαιτοίη παρὰ πάντων χρείαν, οὐδέποτε τὸ σῶμα στήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀδελφῶν πολύς ἐστι πόλεμος, εἰ παρὰ πάντων πάντα ἐπιζητοῦμεν. Εἰ γάρ τις δοκεῖ εἶναί τι, μηδὲν ὢν, φρεναπατᾷ ἑαυτόν. Πάλιν ἐνταῦθα τὴν ἀπόνοιαν κατασκοπεῖ. Ὁ γὰρ δοκῶν εἶναί τι, οὐδέν ἐστι, πρῶτον τῆς εὐτελείας αὐτοῦ δεῖγμα ἐκφέρων τὴν τοιαύτην εὐμένειαν. Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος. Ἐνταῦθα δείκνυσιν ὅτι δεῖ βίου ἐξεταστὰς εἶναι, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετ᾽ ἀκριβείας δοκιμάζειν τὰ πεπραγμένα ὑμῖν. Οἷον, ἐποίησάς τι καλόν; Σκόπησον μή ποτε διὰ κενοδοξίαν, μὴ δι᾽ ἀνάγκην, μὴ πρὸς ἀπέχθειαν, μὴ ὑποκρίσει, μὴ δι᾽ ἄλλην τινὰ αἰτίαν ἀνθρωπίνην. Καθάπερ γὰρ τὸ χρυσίον δοκεῖ μὲν εἶναι λαμπρὸν πρὸ τοῦ χωνευτηρίου, ὅταν δὲ αὐτὸ παραδοθῇ τῷ πυρὶ, τότε ἀκριβῶς διαδείκνυται, τοῦ νόθου παντὸς ἀπὸ τοῦ γνησίου χωριζομένου· οὕτω καὶ τὰ ἡμέτερα ἔργα, ὅταν μετὰ ἀκριβείας ἐξετάζωμεν, τότε σαφῶς ἐκκαλυφθήσεται, καὶ πολλῶν ὀψόμεθα ἑαυτοὺς ὄντας ὑπευθύνους ἐγκλημάτων.
Καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ταῦτα οὐ νομοθετῶν φησιν, ἀλλὰ συγκαταβαίνων· ὡς ἂν εἰ ἔλεγεν· Ἄτοπον μὲν τὸ καυχᾶσθαι· εἰ δ᾽ ἄρα βούλει, μὴ κατὰ τοῦ πλησίον, ὡς ὁ Φαρισαῖος. Ὁ γὰρ τοῦτο παιδευθεὶς, καὶ ἐκείνου ἀποστήσεται ταχέως. Διὸ καὶ τοῦτο συνεχώρησεν, ἵνα τὸ ὅλον κατὰ μικρὸν ἐξέλῃ. Ὁ γὰρ συνεθισθεὶς εἰς ἑαυτὸν μόνον καυχᾶσθαι, καὶ μὴ κατ᾽ ἄλλων, ταχέως καὶ τοῦτο διορθώσεται τὸ ἐλάττωμα.
Ὁ γὰρ μὴ νομίσας τῶν ἄλλων ἑαυτὸν εἶναι βελτίονα (τοῦτο γάρ ἐστιν, Οὐκ εἰς τὸν ἕτερον), ἀλλ᾽ αὐτὸν καθ᾽ ἑαυτὸν ἐξετάζων ἁβρύνεται, παύσεται καὶ τοῦτο ποιῶν ὕστερον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο βούλεται κατασκευάσαι, ὅρα πῶς αὐτὸν συστέλλει τῷ φόβῳ· ἀνωτέρω μὲν εἰπὼν, Δοκιμαζέτω τὸ ἔργον αὐτοῦ, ἐνταῦθα δὲ ἐπαγαγών· Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει. Δοκεῖ μὲν γὰρ τιθέναι λογισμὸν κωλύοντα καθ᾽ ἑτέρου καυχᾶσθαι, διορθοῦται δὲ τὸν καυχώμενον, ὥστε μηδ᾽ ἐφ᾽ ἑαυτῷ μέγα φρονεῖν, εἰς ἔννοιαν ἄγων αὐτὸν τῶν οἰκείων ἁμαρτημάτων, καὶ τοῖς ὀνόμασι τοῦ φορτίου καὶ τῆς ἀχθοφορίας πιέζων αὐτοῦ τὸ συνειδός. Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.
βʹ. Ἐνταῦθα περὶ τῶν διδασκάλων λοιπὸν ὁ λόγος αὐτῷ, ὥστε πολλῆς ἀπολαύειν παρὰ τῶν μαθητευομένων θεραπείας. Καὶ τίνος ἕνεκεν οὕτως ὁ Χριστὸς ἐνομοθέτησε; Καὶ γὰρ ἐν τῇ Καινῇ οὗτος κεῖται ὁ νόμος, ὥστε τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν· καὶ ἐν τῇ Παλαιᾷ δὲ ὁμοίως πολλαὶ τοῖς Λευΐταις παρὰ τῶν ἀρχομένων ἦσαν αἱ πρόσοδοι. Τίνος οὖν ἕνεκεν ταῦτα διετάξατο; Ταπεινοφροσύνης καὶ ἀγάπης ὑπόθεσιν προαποτιθέμενος.
Ἐπειδὴ γὰρ τὸ διδασκαλικὸν ἀξίωμα πολλάκις φυσᾷ τοὺς ἔχοντας, καταστέλλω[ν] αὐτοῦ τὸ φρόνημα, εἰς ἀνάγκην κατέστησε τοῦ δεῖσθαι τῶν μαθητευομένων· κἀκείνους πάλιν εἰς ἀφορμὴν ἤγαγε τοῦ πρὸς εὔνοιαν εὐκολωτέρους γίνεσθαι, γυμνάζων αὐτοὺς ἐν τῇ περὶ τοὺς διδασκάλους εὐνοίᾳ καὶ περὶ τοὺς ἄλλους ἡμέρους εἶναι· ὅπερ καὶ ἀγάπην οὐ μικρὰν εἰργάζετο ἐν ἑκατέρῳ τῷ μέρει. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ὅπερ εἶπον, τίνος ἕνεκεν τοὺς Ἰουδαίους τοὺς ἀγνώμονας ἀπὸ τοῦ μάννα τρέφων, τοὺς ἀποστόλους εἰς τὴν τῶν προσαιτούντων κατέστησεν ἀνάγκην; οὐκ εὔδηλον ὅτι τὰ μεγάλα ἐκ τούτου κατασκευάζων ἀγαθὰ, ταπεινοφροσύνην καὶ ἀγάπην, καὶ ὥστε τοὺς μαθητευομένους μὴ αἰσχύνεσθαι ἐπὶ τοῖς δοκοῦσιν ἐπονειδίστοις εἶναι; Τὸ γὰρ ἐπαιτεῖν, αἰσχύνης εἶναι δοκεῖ· ἀλλ᾽ οὐκ ἐδόκει λοιπὸν, τῶν διδασκάλων αὐτὸ μετιόντων μετὰ παῤῥησίας ἁπάσης· ὥστε οὐ μικρὰ κἀντεῦθεν ἐκέρδαινον οἱ μαθηταὶ, πάσης δόξης παιδευόμενοι διὰ τούτων ὑπερορᾷν. Διὰ τοῦτό φησι· Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. Τουτέστι, πᾶσαν ἐπιδεικνύσθω περὶ αὐτὸν δαψίλειαν· τοῦτο γὰρ αἰνιττόμενος ἔλεγεν· Ἐν πᾶσιν ἀγαθοῖς. Μηδὲν γὰρ ἔστω τοῦ μαθητοῦ, φησὶν, ἴδιον, ἀλλὰ πάντα κοινά.
Μείζονα γὰρ λαμβάνει ἢ δίδωσι, καὶ τοσούτῳ μείζω, ὅσῳ τῶν γηΐνων τὰ ἐπουράνια ἀμείνω· ὃ καὶ ἀλλαχοῦ δηλῶν ἔλεγεν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα, εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Διὰ τοῦτο καὶ κοινωνίαν τὸ πρᾶγμα καλεῖ, δεικνὺς ἀντίδοσιν γινομένην. Ἐκ τούτου δὲ καὶ τὰ τῆς ἀγάπης ἐγίνετο θερμότερα πολλῷ καὶ βεβαιότερα.
Ἂν μὲν οὖν τὴν αὐτάρκειαν ὁ διδάσκαλος ζητεῖ, μένει καὶ λαμβάνων ἐπὶ τῆς οἰκείας ἀξίας. Καὶ γὰρ καὶ τοῦτο ἔπαινος τὸ οὕτω προσεδρεύειν τῷ λόγῳ, ὡς ἑτέρων δεῖσθαι, καὶ ἐν πενίᾳ μυρίᾳ εἶναι, καὶ τῶν βιωτικῶν ὑπερορᾷν ἁπάντων. Ἂν δὲ ὑπερβαίνῃ τὸ μέτρον, ἐλυμήνατο τὴν ἀξίαν, οὐ τῷ λαμβάνειν, ἀλλὰ τῷ ἀμέτρῳ. Εἶτα ἵνα μὴ ἡ πονηρία τοῦ διδασκάλου ὀκνηρότερον περὶ ταῦτα ποιῇ τὸν μαθητὴν, καὶ πένητα ὄντα πολλάκις παρατρέχῃ διὰ τὸν τρόπον, προϊὸν μέν φησι· Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· ἐνταῦθα δὲ τὸ μέσον τῆς τοιαύτης, καὶ τῆς ἐν τοῖς βιωτικοῖς φιλοτιμίας δείκνυσιν, οὕτω λέγων.
Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
Ὥσπερ γὰρ ἐπὶ τῶν σπερμάτων οὐκ ἔνι σπείροντα ὀρόβους σῖτον ἀμῆσαι· δεῖ γὰρ τοῦ αὐτοῦ γένους καὶ τὸν σπόρον εἶναι καὶ τὸν ἀμητόν· οὕτω καὶ ἐν τοῖς ἔργοις, ὁ καταβαλὼν εἰς τὴν σάρκα τρυφὴν, μέθην, ἐπιθυμίαν ἄτοπον, τὰ ἐκ τούτων ἀμήσει. Τίνα δέ ἐστι ταῦτα; Κόλασις, τιμωρία, αἰσχύνη, γέλως, φθορά. Τῶν γὰρ πολυτελῶν τραπεζῶν καὶ τῶν ἡδυσμάτων οὐδὲν ἕτερον τὸ τέλος, ἢ φθορά· καὶ γὰρ αὐτὰ φθείρεται, καὶ συμφθείρει τὸ σῶμα. Τὰ δὲ τοῦ πνεύματος οὐ τοιαῦτα, ἀλλ᾽ ἀπ᾽ ἐναντίας ἅπαντα τούτοις. Σκόπει δέ· Ἔσπειρας ἐλεημοσύνην, ἀναμένουσί σε οἱ τῶν οὐρανῶν θησαυροὶ καὶ δόξα αἰώνιος· ἔσπειρας σωφροσύνην, τιμὴ καὶ βραβεῖον καὶ αἱ παρ᾽ ἀγγέλων εὐφημίαι καὶ οἱ παρὰ τοῦ ἀγωνοθέτου στέφανοι. Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Ἄρ᾽ οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ καλὸν πρὸς πάντας, μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἵνα γὰρ μή τις νομίσῃ, ὅτι διδασκάλων μὲν ἐπιμελεῖσθαι δεῖ καὶ τρέφειν αὐτοὺς, τῶν δὲ ἄλλων ἀμελεῖν, εἰς κοινὸν ἐξάγει τὸν λόγον, καὶ πᾶσι τὴν θύραν τῆς τοιαύτης ἀνοίγει φιλοτιμίας, καὶ τοσαύτην ποιεῖται τὴν ὑπερβολὴν, ὡς καὶ Ἰουδαίους καὶ Ἕλληνας ἐλεεῖν κελεύειν, μετὰ προσηκούσης μὲν τάξεως, ἐλεεῖν δ᾽ ὅμως. Τίς δὲ ἡ τάξις; Τὸ πλείονα περὶ τοὺς πιστοὺς ἐνδείκνυσθαι τὴν πρόνοιαν.
Καὶ ὅπερ καὶ ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, οὐ περὶ τοῦ ἐλεεῖν διαλεγόμενος μόνον, ἀλλὰ καὶ περὶ τοῦ φιλοτίμως καὶ διηνεκῶς· τὸ γὰρ τοῦ σπόρου ὄνομα καὶ τὸ μὴ δεῖν ἐκκακεῖν, τοῦτο αἰνίττεται. Εἶτα ἐπειδὴ μέγα ἀπῄτησε, καὶ τὸ ἔπαθλον ἐπὶ θύραις τίθησιν, ἀμητοῦ μεμνημένος καινοῦ τινος καὶ παραδόξου.
γʹ. Ἐπὶ μὲν γὰρ τῶν γηπόνων οὐχ ὁ σπείρων μόνον, ἀλλὰ καὶ ὁ θερίζων πολὺν ὑπομένει τὸν πόνον, αὐχμῷ καὶ κονιορτῷ καὶ πολλῇ μαχόμενος ταλαιπωρίᾳ· τότε δὲ οὐδὲν τούτων ἔνι, φησίν· ἃ καὶ παραδηλῶν ἔλεγε· Καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Καὶ ἐντεῦθεν μὲν αὐτοὺς προτρέπει καὶ ἐφέλκεται· καὶ ἑτέρωθεν δὲ κατεπείγει καὶ συνωθεῖ, λέγων· Ἄρ᾽ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν. Ὥσπερ γὰρ οὐκ ἀεὶ τοῦ σπείρειν ἐσμὲν κύριοι, οὕτως οὐδὲ τοῦ ἐλεεῖν. Ὅταν γὰρ ἐντεῦθεν ἀπενεχθῶμεν, κἂν μυριάκις βουληθῶμεν, οὐδὲν περανοῦμεν πλέον. Καὶ μαρτυροῦσιν ἡμῖν αἱ παρθένοι τῷ λόγῳ, αἳ μυρία προθυμηθεῖσαι, ἐπειδὴ δαψιλῆ τὴν ἐλεημοσύνην οὐκ ἀπῆλθον ἔχουσαι, ἀπεκλείσθησαν τοῦ νυμφῶνος· καὶ ὁ τὸν Λάζαρον παριδὼν πλούσιος· καὶ γὰρ κἀκεῖνος, ἐπειδὴ ταύτης ἔρημος ἦν τῆς συμμαχίας, καὶ ὀλοφυρόμενος καὶ ἱκετεύσας πολλὰ, οὐ παρὰ τοῦ πατριάρχου, οὐ παρὰ ἄλλου τινὸς ἠλεεῖτο, ἀλλ᾽ ἔμενε διηνεκῶς ἀποτηγανιζόμενος χωρὶς συγγνώμης ἁπάσης. Διὰ ταῦτά φησιν, Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν, καὶ πρὸς πάντας· καὶ ταύτῃ μάλιστα ἀπαλλάττων τῆς Ἰουδαϊκῆς ταπεινότητος. Ἐκεῖνος μὲν γὰρ τὰ τῆς φιλανθρωπίας ἅπαντα πρὸς τοὺς ὁμοφύλους ἦν· ἡ δὲ τῆς χάριτος φιλοσοφία γῆν ὁμοῦ καὶ θάλατταν ἐπὶ τὴν τῆς ἐλεημοσύνης καλεῖ τράπεζαν, εἰ καὶ πλείονα περὶ τοὺς οἰκείους τὴν σπουδὴν ἐπιδείκνυται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.