Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Γαλάτας ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία προέλευση του κηρύγματος και η ανεξαρτησία του αποστόλου Παύλου

Απολογητική έκθεση της επιστροφής του Παύλου, της απευθείας αποκαλύψεως του Ευαγγελίου από τον Χριστό και της ιεραποστολικής του δράσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 13

Διὰ τοῦτό φησιν· Ἐάν τις ὑμᾶς εὐαγγελίσηται παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν. Καὶ οὐκ εἶπεν, Ὁ δεῖνα καὶ ὁ δεῖνα, συνετῶς σφόδρα καὶ ἀνεπαχθῶς. Τί γὰρ ἔδει λοιπὸν ὀνομάτων μνησθῆναι τὸν τοσαύτῃ χρησάμενον ὑπερβολῇ, ὡς καὶ ἅπαντας, καὶ τοὺς ἄνω καὶ τοὺς κάτω, περιλαβεῖν; Διὰ μὲν γὰρ τοῦ τοὺς εὐαγγελιστὰς καὶ ἀγγέλους ἀναθεματίσαι, πᾶν ἀξίωμα περιέγραψε· διὰ δὲ τοῦ ἑαυτὸν, πᾶσαν οἰκειότητα καὶ γνησιότητα. Μὴ γάρ μοι εἴπῃς, ὅτι Οἱ συναπόστολοί σου καὶ ἑταῖροι ταῦτα λέγουσιν· οὐδὲ γὰρ ἐμαυτοῦ φείδομαι τοιαῦτα κηρύττοντος. Ταῦτα δὲ οὐχ ὡς καταγινώσκων τῶν ἀποστόλων φησὶν, οὐδὲ ὡς παραβαινόντων τὸ κήρυγμα, ἄπαγε· Εἴτε γὰρ ἡμεῖς, εἴτε ἐκεῖνοι, φησὶν, οὕτω κηρύσσομεν· ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι ἀξίωμα προσώπων οὐ προσίεται, ὅταν περὶ ἀληθείας ὁ λόγος ᾖ. Ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Εἰ γὰρ καὶ ὑμᾶς ἠπάτων, φησὶ, ταῦτα λέγων, μὴ τὸν Θεὸν δύναμαι παραλογίσασθαι τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας εἰδότα, καὶ ᾧ πᾶσά μοι σπουδὴ διαπαντὸς ἀρέσκειν; Εἶδες φρόνημα ἀποστολικόν; εἶδες ὕψος εὐαγγελικόν; Τὰ αὐτὰ δὲ ταῦτα καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγεν, Οὐχ ὑμῖν ἀπολογούμεθα, ἀλλ᾽ ἀφορμὴν διδόντες ὑμῖν καυχήματος· καὶ πάλιν, Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας.

Ἐπειδὴ γὰρ μαθηταῖς διδάσκαλος ὢν ἀναγκάζεται ἀπολογεῖσθαι, ὑπομένει μὲν αὐτὸ, δυσανασχετεῖ δὲ, οὐ δι᾽ ἀπόνοιαν, μὴ γένοιτο, ἀλλὰ διὰ τὴν εὐκολίαν τῆς τῶν ἀπατωμένων γνώμης, καὶ τὸ μὴ σφόδρα παρ᾽ αὐτοῖς πιστεύεσθαι. Διὸ καὶ ταῦτα εἴρηκε, μονονουχὶ λέγων· Μὴ γὰρ πρὸς ὑμᾶς μοι ὁ λόγος ἐστί; μὴ γὰρ ἄνθρωποί μοι δικάζειν μέλλουσι; πρὸς τὸν Θεὸν ἡμῖν ὁ λόγος ἐστὶ, καὶ ὑπὲρ τῶν εὐθυνῶν τῶν ἐκεῖ ἅπαντα πράττομεν, καὶ οὐκ ἂν εἰς τοσοῦτον ἤλθομεν ἀθλιότητος, ὡς μέλλοντες ἀπολογεῖσθαι τῷ πάντων Δεσπότῃ ὑπὲρ ὧν κηρύττομεν, διαφθείρειν τὰ δόγματα.

ηʹ. Ὥστε ὁμοῦ μὲν ἀπολογούμενος, ὁμοῦ δὲ αὐτῶν κατεξανιστάμενος, ταῦτα τέθεικε. Τοὺς γὰρ μαθητευομένους οὐ δικάζειν τοῖς διδασκάλοις, ἀλλὰ πιστεύειν προσῆκεν· ἐπειδὴ δὲ ἀντεστράφη ἡ τάξις, καὶ κριταὶ καθέζεσθε, φησὶ, μάθετε ὅτι τῆς μὲν πρὸς ὑμᾶς ἀπολογίας οὐ πολύς μοι λόγος, τὸ δὲ πᾶν διὰ τὸν Θεὸν πράττομεν, καὶ ὥστε ἐκεῖνον περὶ δογμάτων ἀπολογήσασθαι τούτων. Ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ καὶ διεστραμμένα, καὶ ἀπάτῃ κέχρηται καὶ ψεύδει, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην· ὁ δὲ Θεὸν πείθων, καὶ ἀρέσκειν ἐκείνῳ σπουδάζων, ἁπλῆς δεῖται διανοίας καὶ καθαρᾶς· ἀνεξαπάτητον γὰρ τὸ Θεῖον. Ὅθεν δῆλον, ὅτι καὶ ἡμεῖς, φησὶν, οὐ φιλαρχίας ἕνεκεν, οὐδὲ ὥστε μαθητὰς ἔχειν, οὐδὲ τῆς παρ᾽ ὑμῶν ἐφιέμενοι δόξης ταῦτα γράφομεν· οὐ γὰρ ἀνθρώποις ἀρέσαι ἐσπουδάκαμεν, ἀλλὰ Θεῷ. Εἰ γὰρ ἤθελον ἀνθρώποις ἀρέσκειν, ἔτι μετὰ Ἰουδαίων ἤμην, ἔτι τὴν Ἐκκλησίαν ἐδίωκον. Ὁ δὲ ἔθνους ὁλοκλήρου καὶ οἰκείων καὶ φίλων καὶ συγγενῶν καὶ δόξης τοσαύτης καταφρονήσας, καὶ ἀνταλλαξάμενος τούτων διωγμοὺς καὶ ἔχθρας καὶ πολέμους καὶ θανάτους καθημερινοὺς, εὔδηλον ὅτι καὶ ταῦτα, ἃ λέγω νῦν, οὐ τῆς τῶν ἀνθρώπων δόξης ἐφιέμενος λέγω.

Τοῦτο δὲ εἴρηκεν, ἐπειδὴ μέλλει καὶ τὸν πρότερον αὐτοῦ διηγεῖσθαι βίον, καὶ τὴν ἀθρόαν μεταβολὴν, καὶ δεικνύναι δι᾽ ἐναργῶν ἀποδείξεων, ὅτι μετ᾽ ἀληθείας μετέστη, ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοῖς ἀπολογούμενος ταῦτα ποιεῖ, καὶ ἐπαρθῶσι. Διὰ τοῦτο προεῖπεν· Ἄρτι γὰρ ἀνθρώπους πείθω; Οἶδε γὰρ εἰς καιρὸν τὸν προσήκοντα πρὸς τὴν τῶν μαθητευομένων διόρθωσιν καὶ ὑψηλὸν καὶ μέγα τι φθέγγεσθαι. Καίτοι γε ἦν ἑτέρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ μετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σημείων, ἀπὸ τῶν θαυμάτων, ἀπὸ τῶν κινδύνων, ἀπὸ τῶν δεσμωτηρίων, ἀπὸ τῶν καθημερινῶν θανάτων, ἀπὸ τοῦ λιμοῦ καὶ τοῦ δίψους, καὶ τῆς γυμνότητος, ἀπὸ τῶν ἄλλων τῶν τοιούτων· ἀλλ᾽ ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους, ἀλλὰ πρὸς τοὺς ἀποστόλους ὁ λόγος ἦν αὐτῷ νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνηκότες, τῶν κινδύνων λέγω, ἑτέρωθεν μεθοδεύει τὸν λόγον· ἐπεὶ, ὅτε πρὸς τοὺς ψευδαποστόλους ἀπετείνατο, οὕτω προσάγει τὴν σύγκρισιν, τὴν ἐν τοῖς κινδύνοις ὑπομονὴν εἰς μέσον φέρων καὶ λέγων· Διάκονοι Χριστοῦ εἰσι; (παραφρονῶν λαλῶ·) ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· νῦν μέντοι τὴν προτέραν ἀναστροφὴν λέγει, καί φησι· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον.

Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ὅρα πῶς ἄνω καὶ κάτω τοῦτο διισχυρίζεται, ὅτι τοῦ Χριστοῦ γέγονε μαθητὴς, οὐκ ἀνθρώπου μεσιτεύοντος, ἀλλ᾽ αὐτοῦ δι᾽ ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν. Καὶ ποία τοῖς ἀπιστοῦσιν ἀπόδειξις γένοιτ᾽ ἂν τοῦ τὸν Θεὸν ἀποκαλύψαι σοι δι᾽ ἑαυτοῦ, καὶ μὴ διὰ μέσου τινὸς τὰ ἀπόῤῥητα ἐκεῖνα μυστήρια;

Ἡ προτέρα ἀναστροφὴ, φησίν· οὐ γὰρ ἂν, εἰ μὴ Θεὸς ἦν ὁ ἐκκαλύπτων, οὕτως ἀθρόαν ἔσχον μεταβολήν. Οἱ μὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόμενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς μηχανῆς πρὸς τὸ πεισθῆναι· ὁ δὲ οὕτως ἀθρόον μεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς μανίας ἀκμῇ καθαρῶς νήψας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας, ἀθρόον πρὸς τὴν καθαρὰν ἐπανῆλθεν ὑγείαν. Διὰ τοῦτο ἀναγκάζεται περὶ τῆς προτέρας αὐτοῦ διηγήσασθαι ἀναστροφῆς, καὶ μάρτυρας αὐτοὺς καλεῖ τῶν γενομένων. Ὅτι μὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς δι᾽ ἑαυτοῦ με καλέσαι ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· πῶς γὰρ, οἱ μὴ παρόντες; ὅτι δὲ διώκτης ἤμην, σφόδρα ἴστε.

Καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διεδόθη· καίτοι πολὺ τὸ διάστημα Παλαιστινῶν καὶ Γαλατῶν· ὥστε οὐκ ἂν τοσοῦτον διέβη ἡ φήμη, εἰ μὴ πολλὴ τῶν γινομένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος. Διὸ καί φησιν· Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Ὁρᾷς πῶς ἕκαστον μετὰ ἐπιτάσεως τίθησι, καὶ οὐκ αἰσχύνεται; Οὐ γὰρ ἁπλῶς ἐδίωκεν, ἀλλὰ μεθ᾽ ὑπερβολῆς ἁπάσης, καὶ οὐκ ἐδίωκε μόνον, ἀλλὰ καὶ ἐπόρθει, τουτέστι, σβέσαι ἐπεχείρει τὴν Ἐκκλησίαν, καταστρέψαι, καθελεῖν, ἀφανίσαι· τοῦτο γὰρ πορθοῦντος ἔργον. Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.

θʹ. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι θυμοῦ τὸ πρᾶγμα ἦν, δείκνυσιν ὅτι ζήλῳ τὸ πᾶν ἐποίει, εἰ καὶ μὴ κατ᾽ ἐπίγνωσιν, οὐκ ἀπὸ κενοδοξίας, οὐδὲ ἔχθρας ἐκδιώκων, ἀλλὰ καὶ Ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὃ δέ φησι, τοῦτό ἐστιν· Εἰ τὰ κατὰ τῆς Ἐκκλησίας οὐ δι᾽ ἄνθρωπον ἔπραττον, ἀλλὰ διὰ ζῆλον θεῖον, ἐσφαλμένον μὲν, ζῆλον δὲ ὅμως· πῶς νῦν ὑπὲρ τῆς Ἐκκλησίας τρέχων καὶ τὴν ἀλήθειαν ἐπιγνοὺς, διὰ κενοδοξίαν ταῦτα πράττω;

Εἰ γὰρ ἐν τῷ σφάλλεσθαι οὐκ ἐκράτει μου πάθος τοιοῦτον, ἀλλ᾽ ὁ τοῦ Θεοῦ ζῆλος ἐπὶ τοῦτό με ἤγαγε, πολλῷ μᾶλλον, ὅτε τὴν ἀλήθειαν ἐπέγνων, πάσης ἀπηλλάχθαι τοιαύτης δίκαιος ἂν εἴην ὑπονοίας. Ὁμοῦ τε γὰρ μετέστην πρὸς τὰ τῆς Ἐκκλησίας δόγματα, καὶ πᾶσαν ἀπεδυσάμην πρόληψιν Ἰουδαϊκὴν, πολλῷ πλείονα ζῆλον ἐνταῦθα ἐπιδειξάμενος· ὅπερ ἐστὶ σημεῖον τοῦ μετὰ ἀληθείας μεταστῆναι, καὶ ζήλῳ κατεχόμενον θείῳ. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἦν ἕτερον, εἰπέ μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν, καὶ ὕβριν τιμῆς, καὶ κινδύνους ἀνέσεως, καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι; Οὐκ ἔστιν οὐδὲν, ἀλλ᾽ ὁ τῆς ἀληθείας ἔρως μόνον. Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίσωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Ὅρα τί σπουδάζει ἐνταῦθα δεῖξαι, ὅτι καὶ τὸν χρόνον, ὃν ἐγκατελείφθη, διά τινα οἰκονομίαν ἀπόῤῥητον ἀφείθη. Εἰ γὰρ ἐκ κοιλίας μητρὸς ἀφώριστο γενέσθαι ἀπόστολος, καὶ κληθῆναι πρὸς τὴν διακονίαν ταύτην· ἐκλήθη δὲ τότε, καὶ ἅμα κληθεὶς ὑπήκουσε· δῆλον ὅτι ὁ Θεὸς δι᾽ ἀπόῤῥητόν τινα αἰτίαν ἀνεβάλλετο τέως. Τίς οὖν αὕτη ἡ οἰκονομία;

Τάχα παρ᾽ ἐμοῦ προοίμιον ἀκοῦσαι κεχήνατε, τί δήποτε οὐ μετὰ τῶν δώδεκα αὐτὸν ἐκάλεσεν· ἀλλ᾽ ἵνα μὴ τοῦ κατεπείγοντος ἀποστὰς, μακρότερον ποιήσω τὸν λόγον, παρακαλῶ καὶ ἐγὼ τὴν ὑμετέραν ἀγάπην μὴ πάντα παρ᾽ ἐμοῦ μανθάνειν, ἀλλὰ καὶ ἐξ ἑαυτῶν ζητεῖν, καὶ τὸν Θεὸν παρακαλεῖν ἀποκαλύπτειν. Καὶ ἡμῖν δὲ εἴρηταί τις ὑπὲρ τούτων λόγος, ὅτε περὶ τῆς μεταθέσεως αὐτοῦ τῆς προσηγορίας πρὸς ὑμᾶς διελεγόμεθα, καὶ τίνος ἕνεκεν Σαῦλον αὐτὸν καλούμενον, Παῦλον ἐκάλεσεν· εἰ δὲ ἐπιλέλησθε, ἐντυχόντες ἐκείνῳ τῷ βιβλίῳ, πάντα εἴσεσθε ταῦτα. Τέως δὲ τῆς ἀκολουθίας ἐχώμεθα, καὶ σκοπῶμεν πῶς πάλιν δείκνυσιν οὐδὲν ἀνθρώπινον περὶ αὐτὸν γεγενημένον, ἀλλὰ πάντα τὸν Θεὸν τὰ κατ᾽ αὐτὸν μετὰ πολλῆς οἰκονομοῦντα προνοίας. Καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ. Ὁ μὲν Θεὸς, φησὶ, διὰ τὴν ἀρετὴν αὐτοῦ κεκληκέναι αὐτόν. Σκεῦος γὰρ ἐκλογῆς μοί ἐστι, πρὸς τὸν Ἀνανίαν ἔλεγε, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, τουτέστιν, ἱκανὸς διακονῆσαι καὶ ἔργον ἐπιδεῖξαι μέγα. Καὶ ταύτην τὴν αἰτίαν τῆς κλήσεως τίθησιν· αὐτὸς δὲ πανταχοῦ τῆς χάριτος εἶναί φησι τὸ πᾶν καὶ τῆς φιλανθρωπίας αὐτοῦ τῆς ἀφάτου, οὕτω λέγων· Ἀλλ᾽ ἠλεήθην, οὐχ ὅτι ἱκανὸς ἤμην, οὐδ᾽ ὅτι ἐπιτήδειος, ἀλλ᾽ ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον.

Εἶδες ταπεινοφροσύνης ὑπερβολήν; Διὰ τοῦτο ἐγὼ, φησὶν, ἠλεήθην, ἵνα μηδεὶς ἀπογνῷ, ὡς τοῦ πάντων ἀνθρώπων κακίστου φιλανθρωπίας ἀπολελαυκότος. Τοῦτο γὰρ δηλοῖ ἐν τῷ εἰπεῖν, Ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ. Ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί. Ἀλλαχοῦ δέ φησιν ὁ Χριστὸς, Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.

Εἶδες ὅτι καὶ ὁ Πατὴρ Υἱὸν, καὶ ὁ Υἱὸς Πατέρα ἀποκαλύπτει; Οὕτω καὶ ἐπὶ τῆς δόξης, καὶ ὁ Υἱὸς δοξάζει Πατέρα, καὶ ὁ Πατὴρ Υἱόν· Δόξασόν με, φησὶν, ἵνα δοξάσω σε· καὶ, Καθώς σε ἐγὼ ἐδόξασα· Διὰ τί δὲ μὴ εἶπεν, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐμοὶ, ἀλλ᾽ Ἐν ἐμοί; Δεικνὺς ὅτι οὐ διὰ ῥημάτων μόνον ἤκουσε τὰ περὶ τῆς πίστεως, ἀλλὰ καὶ πολλοῦ πνεύματος ἐπληρώθη· τῆς ἀποκαλύψεως καταλαμπούσης αὐτοῦ τὴν ψυχὴν, καὶ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα. Ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν. Οὐ γὰρ τὸ πιστεῦσαι μόνον, ἀλλὰ καὶ τὸ χειροτονηθῆναι αὐτὸν παρὰ τοῦ Θεοῦ γέγονεν.

Οὕτω γάρ μοι αὐτὸν ἀπεκάλυψεν, οὐχ ἵνα ἴδω μόνον αὐτὸν, ἀλλ᾽ ἵνα καὶ εἰς ἄλλους ἐξενέγκω. Καὶ οὐκ εἶπεν ἄλλους ἁπλῶς, ἀλλ᾽ Ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, ἐντεῦθεν ἤδη προανακρουόμενος οὐ μικρὸν τῆς ἀπολογίας κεφάλαιον, ἀπὸ τοῦ τῶν μαθητῶν προσώπου. Οὐ γὰρ ὁμοίως Ἰουδαίοις καὶ τοῖς ἔθνεσι κηρύττειν ἀναγκαῖον ἦν. Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Τοὺς ἀποστόλους ἐνταῦθα αἰνίττεται, ἀπὸ τῆς φύσεως αὐτοὺς καλῶν. Εἰ δὲ καὶ περὶ πάντων ἀνθρώπων τοῦτό φησιν, οὐδὲ ἡμεῖς ἀντεροῦμεν.

Οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους. Ταῦτα εἰ μέν τις αὐτὰ καθ᾽ ἑαυτὰ ἐξετάσειε τὰ ῥήματα, δοκεῖ πολλῆς μεγαληγορίας γέμειν, καὶ πόῤῥω τοῦ φρονήματος εἶναι τοῦ ἀποστολικοῦ. Τὸ γὰρ ἑαυτῷ ψηφίζεσθαι, καὶ μηδένα λαμβάνειν κοινωνὸν τῆς γνώμης, ἀνοίας εἶναι δοκεῖ.

Εἶδον γὰρ, φησὶν, ἄνθρωπον φρόνιμον δόξαντα εἶναι παρ᾽ ἑαυτῷ, ἐλπίδα δὲ ἔχει μᾶλλον αὐτοῦ ὁ ἄφρων· καὶ, Οὐαὶ οἱ συνετοὶ παρ᾽ ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες· καὶ αὐτὸς πάλιν, Μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς.

ιʹ. Οὐκ ἂν οὖν ὁ τοσαῦτα παρ᾽ ἑτέρων ἀκούσας, καὶ αὐτὸς τὰ αὐτὰ παραινῶν ἑτέροις, τούτοις περιέπεσεν, οὐχ ὅτι Παῦλος, ἀλλ᾽ οὐδὲ ὁ τυχὼν ἄνθρωπος. Ἀλλ᾽ ὅπερ ἔφην, γυμνὴ μὲν αὕτη ἐξεταζομένη ἡ ῥῆσις καὶ ὑφορμεῖν καὶ προσίστασθαι δύναταί τισι τῶν ἀκροατῶν· ἂν δὲ τὴν αἰτίαν προσθῶμεν δι᾽ ἣν ταῦτα ἐλέγετο, καὶ κροτήσουσι καὶ θαυμάσονται πάντες τὸν εἰρηκότα. Τοῦτο τοίνυν ποιῶμεν. Οὐδὲ γὰρ δεῖ τὰ ῥήματα γυμνὰ ἐξετάζειν, ἐπεὶ πολλὰ ἕψεται τὰ ἁμαρτήματα· οὐδὲ τὴν λέξιν καθ᾽ ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος. Καὶ γὰρ ἐν ταῖς ἡμετέραις διαλέξεσιν, ἂν μὴ τούτῳ ὦμεν κεχρημένοι τῷ τρόπῳ, καὶ τὴν γνώμην ἐξετάζωμεν τοῦ λέγοντος, πολλὰς ὑποστησόμεθα τὰς ἀπεχθείας, καὶ πάντα ἀνατραπήσεται. Καὶ τί δεῖ λέγειν ἐπὶ ῥημάτων, ὅπου καὶ ἐπὶ πραγμάτων ἂν μή τις τὸν κανόνα τοῦτον φυλάττῃ, πάντα ἄνω καὶ κάτω γενήσεται;

Καὶ γὰρ καὶ ἰατροὶ καὶ τέμνουσι καὶ διακλῶσί τινα τῶν ὀστέων, καὶ λῃσταὶ ταῦτα ποιοῦσι πολλάκις. Πόσης οὖν ἀθλιότητος ἂν εἴη, ὅταν λῃστὴν καὶ ἰατρὸν μὴ δυνηθῶμεν διελεῖν; Πάλιν ἀνδροφόνοι καὶ μάρτυρες τὰς αὐτὰς ὑπομένουσιν ὀδύνας βασανιζόμενοι· ἀλλὰ πολὺ τὸ μέσον ἑκατέρων. Κἂν μὴ τοῦτον διατηρῶμεν τὸν κανόνα, οὐ δυνησόμεθα εἰδέναι ταῦτα, ἀλλὰ καὶ τὸν Ἠλίαν ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Σαμουὴλ καὶ τὸν Φινεὲς, τὸν δὲ Ἀβραὰμ καὶ παιδοκτόνον, εἰ τὰ πράγματα μέλλοιμεν ἐξετάζειν γυμνὰ, μὴ προστιθέντες αὐτοῖς τὴν τῶν ποιούντων γνώμην.

Ἐξετάσωμεν τοίνυν καὶ τοῦ Παύλου τὴν διάνοιαν, ἀφ᾽ ἧς ταῦτα ἔγραφεν· ἴδωμεν αὐτοῦ τὸν σκοπὸν, καὶ τίς ἦν διόλου περὶ τοὺς ἀποστόλους, καὶ τότε εἰσόμεθα ταῦτα ἐκ ποίας ἐλέγετο γνώμης. Οὐδὲ γὰρ ἐξευτελίζων ἐκείνους, οὔτε ἑαυτὸν ἐπαινῶν, οὔτε ταῦτα εἴρηκεν, οὔτε τὰ πρότερα· πῶς γὰρ, ὅπου καὶ ἑαυτὸν ἀνεθεμάτισεν; ἀλλὰ πανταχοῦ τοῦ Εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν. Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν Ἐκκλησίαν πορθοῦντες, ὅτι Τοῖς ἀποστόλοις ἕπεσθαι δεῖ τοῖς μὴ κωλύουσι ταῦτα, οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲ κατὰ μικρὸν ἡ Ἰουδαϊκὴ πλάνη εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς ταῦτα γενναίως, οὐ τοὺς ἀποστόλους εἰπεῖν κακῶς βουλόμενος, ἀλλὰ τῶν οὐκ ὀρθῶς ἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖλαι βουλόμενος. Διὰ τοῦτό φησιν, Οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Καὶ γὰρ ἦν ἀτοπίας ἐσχάτης τὸν παρὰ τοῦ Θεοῦ μαθόντα, ἀνθρώποις ἀνατίθεσθαι λοιπόν. Ὁ μὲν γὰρ παρὰ ἀνθρώπων μανθάνων, εἰκότως ἀνθρώπους λαμβάνει κοινωνοὺς πάλιν· ὁ δὲ τῆς θείας ἐκείνης καὶ μακαρίας ἀξιωθεὶς φωνῆς, καὶ παρ᾽ αὐτοῦ τοῦ τὸν θησαυρὸν ἔχοντος τῆς σοφίας πάντα διδαχθεὶς, τίνος ἕνεκεν λοιπὸν ἀνθρώποις ἀνετίθετο; Ὁ γὰρ τοιοῦτος οὐ μανθάνειν παρὰ ἀνθρώπων, ἀλλὰ διδάσκειν ἀνθρώπους δίκαιος ἂν εἴη. Οὐ τοίνυν ἀπονοίας ἕνεκεν ταῦτα ἔλεγεν, ἀλλ᾽ ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα.

Οὐδὲ ἀνῆλθον, φησὶ, πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους.

Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο ἔλεγον, ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι, πρὸ αὐτοῦ ἐκλήθησαν, οὐκ ἀνῆλθον πρὸς ἐκείνους, φησίν. Εἰ δὲ ἐχρῆν αὐτοῖς κοινώσασθαι, ὁ ἀποκαλύψας αὐτῷ τὸ κήρυγμα, καὶ τοῦτο ἂν αὐτῷ ἐκέλευσε.

Τί οὖν, οὐκ ἀνῆλθεν ἐκεῖ; Καὶ μὴν ἀνῆλθε, καὶ οὐχ ἁπλῶς, ἀλλὰ μαθησόμενός τι παρ᾽ αὐτῶν. Πότε; Ὅτε ἐν τῇ πόλει τῶν Ἀντιοχέων, τῇ τὸν πολὺν ζῆλον ἄνωθεν ἐπιδειξαμένῃ Ἐκκλησίᾳ, γέγονε περὶ αὐτοῦ τούτου τοῦ νῦν προκειμένου, καὶ ἐζήτουν πότερον χρὴ περιτέμνειν τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ἢ μηδὲν τοιοῦτον ἀναγκάζειν αὐτοὺς ὑπομένειν. Τότε ἀνῆλθεν αὐτὸς οὗτος ὁ Παῦλος καὶ Σίλας. Πῶς οὖν φησιν, Οὐκ ἀνῆλθον, οὐδὲ ἀνεθέμην; Ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ᾽ ἀπεστάλη παρ᾽ ἑτέρων· δεύτερον δὲ οὐ μαθησόμενος παρεγένετο, ἀλλ᾽ ἑτέρους πείθων. Αὐτὸς μὲν γὰρ ἐξ ἀρχῆς ταύτης εἴχετο τῆς γνώμης, ἣν καὶ οἱ ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι· ἐπειδὴ δὲ αὐτοῖς οὐκ ἐδόκει τέως ἀξιόπιστος εἶναι, ἀλλὰ τοῖς ἐν Ἱεροσολύμοις προσεῖχον, ἀνῆλθεν, οὐκ αὐτός τι εἰσόμενος πλέον, ἀλλὰ πείσων τοὺς ἀντιλέγοντας, ὅτι καὶ οἱ ἐν Ἱεροσολύμοις τούτοις ψηφίζονται. Οὕτω καὶ ἐξ ἀρχῆς τὰ δέοντα συνεώρα, καὶ οὐδενὸς ἐδεῖτο διδασκάλου, ἀλλ᾽ ἃ μετὰ πολλὴν διάκρισιν ἔμελλον οἱ ἀπόστολοι κυροῦν, ταῦτα αὐτὸς πρὸ τῆς διακρίσεως ἄνωθεν ἔσχεν ἀκίνητα παρ᾽ ἑαυτῷ. Καὶ ταῦτα ὁ Λουκᾶς δηλῶν, ἔλεγεν, ὅτι πολὺν καὶ μακρὸν λόγον ὑπὲρ τούτων ἀπέτεινε πρὸς αὐτοὺς ὁ Παῦλος καὶ πρὶν εἰς Ἱεροσόλυμα ἐλθεῖν. Ἐπειδὴ δὲ τοῖς ἀδελφοῖς ἔδοξε καὶ περὶ ἐκείνων μαθεῖν, ἀνῆλθεν ὑπὲρ ἐκείνων, οὐχ ὑπὲρ ἑαυτοῦ.

Εἰ δὲ λέγει, Οὐκ ἀνῆλθον, ἔστι κἀκεῖνο εἰπεῖν, ὅτι οὔτε ἐν προοιμίοις τοῦ κηρύγματος ἀνῆλθεν, οὔτε ἡνίκα ἀνῆλθεν, ἐπὶ τῷ μαθεῖν ἀνῆλθε.

Καὶ γὰρ καὶ ταῦτα ἀμφότερα ἐπισημαίνεται, λέγων· Εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. Οὐκ εἶπεν ἁπλῶς, Οὐ προσανεθέμην, ἀλλ᾽, Εὐθέως. Εἰ δὲ μετὰ ταῦτα ἀνῆλθεν, οὐχ ὑπὲρ τοῦ τι προσλαβεῖν. Ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν. Ὅρα ζέουσαν ψυχήν· τοὺς τόπους ἐσπούδαζε καταλαμβάνειν τοὺς οὐδέπω γεωργηθέντας, ἀλλ᾽ ἀγριώτερον ἔτι διακειμένους. Εἰ γὰρ μετὰ τῶν ἀποστόλων ἀνέμενεν, οὐδὲν ἔχων μανθάνειν, τὸ κήρυγμα ἂν ἐνεποδίσθη· ἔδει γὰρ αὐτοὺς πανταχοῦ τὸν λόγον διαδοῦναι. Διὰ τοῦτο ὁ μακάριος οὗτος, καὶ ζέων τῷ πνεύματι, τῆς διδασκαλίας εὐθέως ἥπτετο ἀνθρώπων βαρβάρων καὶ ἀγρίων, βίον ἐναγώνιον αἱρούμενος, καὶ πολὺν ἔχοντα τὸν πόνον.

ιαʹ. Καὶ θέα μοι τὴν ταπεινοφροσύνην. Εἰπὼν γὰρ, Ἀπῆλθον εἰς Ἀραβίαν, ἐπήγαγε, Καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Οὐ λέγει τὰ κατορθώματα αὐτοῦ, οὐδὲ τίνας κατήχησε καὶ πόσους, καίτοι γε ἅμα τῷ βαπτισθῆναι τοσοῦτον ἐπεδείξατο ζῆλον, ὡς συγχέειν Ἰουδαίους, καὶ εἰς τοσοῦτον ἤγαγε παροξυσμὸν, ὡς ἐφεδρεύειν καὶ βούλεσθαι αὐτὸν ἀνελεῖν καὶ αὐτοὺς καὶ τοὺς Ἕλληνας· ὅπερ οὐκ ἂν ἐγένετο, εἰ μὴ πολλὴν ἐποίησε τοῖς πιστεύουσι τὴν προσθήκην.

Ἐπειδὴ γὰρ ἡττῶντο τῇ διδασκαλίᾳ, λοιπὸν ἐπὶ φόνον ἐτρέποντο ὅπερ τῆς τοῦ Παύλου νίκης σημεῖον καθαρὸν ἦν. Ἀλλ᾽ οὐκ εἴασεν αὐτὸν ὁ Χριστὸς ἀποθανεῖν, τηρῶν αὐτὸν τῷ κηρύγματι· ἀλλ᾽ ὅμως οὐδέν φησι τῶν κατορθωμάτων τούτων· οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιμίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νομισθῆναι τῶν ἀποστόλων μείζων, οὐδὲ δακνόμενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς μή τι γένηται τῷ κηρύγματι βλάβος ἐντεῦθεν. Καὶ γὰρ ἔκτρωμα ἑαυτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁμαρτωλῶν, καὶ ἔσχατον τῶν ἀποστόλων, καὶ τῆς προσηγορίας τῆς τοιαύτης ἀνάξιον· καὶ ταῦτα ἔλεγεν ὁ πλέον πάντων κοπιάσας, ὅπερ μάλιστά ἐστι ταπεινοφροσύνης. Ὁ μὲν γὰρ μηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, ταπεινὰ δὲ περὶ ἑαυτοῦ λέγων, εὐγνώμων, οὐ ταπεινόφρων ἐστίν· ὁ δὲ μετὰ τοσούτους στεφάνους τοιαῦτα φθεγγόμενος, ἐκεῖνός ἐστιν ὁ μετριάζειν εἰδώς. Καὶ πάλιν ὑπέστρεψα, φησὶν, εἰς Δαμασκόν. Καίτοι πόσα αὐτὸν ἐκεῖ εἰργάσθαι εἰκὸς ἦν; Περὶ γὰρ τῆς πόλεώς φησι ταύτης, ὅτι πᾶσαν αὐτὴν ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφύλαττε, τὸν μακάριον τοῦτον σαγηνεῦσαι βουλόμενος· ὅπερ σημεῖον μέγιστον ἦν τοῦ σφόδρα καὶ κατὰ κράτος ἐλαύνειν αὐτὸν τοὺς Ἰουδαίους.

Ἀλλ᾽ οὐδὲν τούτων ἐνταῦθα λέγει, οὐδ᾽ ἂν ἐκεῖ αὐτὰ τότε τέθεικεν, εἰ μὴ καὶ τότε τὸν καιρὸν εἶδεν ἐκεῖνον ἀπαιτοῦντα τὴν ἱστορίαν, ἀλλ᾽ ἐσίγησεν ἄν· ὥσπερ οὖν καὶ ἐνταῦθα, ὅτι ἦλθε καὶ ἀπῆλθε λέγων, οὐκέτι προστίθησι τὰ ἐντεῦθεν γενόμενα. Ἔπειτα μετὰ τρία ἔτη ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον. Τί ταύτης ταπεινοφρονέστερον γένοιτ᾽ ἂν τῆς ψυχῆς; Μετὰ τοσαῦτα καὶ τοιαῦτα κατορθώματα, μηδὲν Πέτρου δεόμενος, μηδὲ τῆς ἐκείνου φωνῆς, ἀλλ᾽ ἰσότιμος ὢν αὐτῷ (πλέον γὰρ οὐδὲν ἐρῶ τέως), ὅμως ἀνέρχεται ὡς πρὸς μείζονα καὶ πρεσβύτερον· καὶ τῆς ἀποδημίας αὐτῷ τῆς ἐκεῖ γίνεται αἰτία ἡ ἱστορία Πέτρου μόνη. Ὁρᾷς πῶς τὴν προσήκουσαν αὐτοῖς ἀπονέμει τιμὴν, καὶ οὐ μόνον ἀμείνω, ἀλλ᾽ οὐδὲ ἴσον ἑαυτὸν ἐκείνων εἶναι νομίζει; Καὶ τοῦτο ἐκ τῆς ἀποδημίας ταύτης δῆλον. Καθάπερ γὰρ νῦν πολλοὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων πρὸς ἁγίους ἄνδρας ἀποδημοῦσιν, οὕτω καὶ Παῦλος πρὸς Πέτρον τότε διακείμενος ἀπῄει· μᾶλλον δὲ καὶ πολλῷ ταπεινότερον.

Οἱ μὲν γὰρ νῦν ὠφελείας ἕνεκεν ἀποδημοῦσιν· ὁ δὲ μακάριος τότε ἐκεῖνος, οὐχ ὡς μαθησόμενός τι παρ᾽ αὐτοῦ, οὐδὲ ὡς διόρθωσίν τινα δεξόμενος, ἀλλὰ διὰ τοῦτο μόνον, ὥστε ἰδεῖν αὐτὸν καὶ τιμῆσαι τῇ παρουσίᾳ. Ἱστορῆσαι γὰρ, φησὶ, Πέτρον. Καὶ οὐκ εἶπεν, Ἰδεῖν Πέτρον, ἀλλ᾽, Ἱστορῆσαι Πέτρον, ὅπερ οἱ τὰς μεγάλας πόλεις καὶ λαμπρὰς καταμανθάνοντες λέγουσιν. Οὕτω πολλῆς ἄξιον ἡγεῖτο σπουδῆς εἶναι καὶ τὸ μόνον ἰδεῖν τὸν ἄνδρα. Τοῦτο δὲ καὶ ἀπὸ τῶν πράξεων δῆλον. Ὅτε γὰρ ἦλθεν εἰς Ἱεροσόλυμα, πολλοὺς τῶν ἐθνῶν ἐπιστρέψας, καὶ τοσαῦτα ἐργασάμενος, ὅσα τῶν ἑτέρων οὐδεὶς, τὴν Παμφυλίαν, τὴν Λυκαονίαν, τὸ Κιλίκων ἔθνος, πάντας τοὺς κατὰ τὸ μέρος ἐκεῖνο τῆς οἰκουμένης διορθωσάμενος καὶ τῷ Χριστῷ προσαγαγὼν, πρῶτον μὲν εἰσέρχεται πρὸς Ἰάκωβον μετὰ πολλῆς τῆς ταπεινοφροσύνης ὡς πρὸς μείζονα καὶ τιμιώτερον.

Ἔπειτα συμβουλεύοντος ἀνέχεται, καὶ συμβουλεύοντος ἐναντία τῶν νῦν. Ὁρᾷς γὰρ, φησὶν, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Ἀλλὰ ξύρησαι, καὶ ἁγνίσθητι. Καὶ ἐξυρήσατο, καὶ τὰ Ἰουδαϊκὰ πάντα ἐπετέλεσεν. Ἔνθα μὲν γὰρ οὐκ ἐβλάπτετο τὸ Εὐαγγέλιον, πάντων ταπεινότερος ἦν· ἔνθα δὲ ἐκ τῆς ταπεινοφροσύνης ἑώρα τινὰς ἀδικουμένους, οὐκέτι ἐκέχρητο τούτῳ τῷ πλεονεκτήματι· τοῦτο γὰρ οὐκ ἦν λοιπὸν ταπεινοφρονεῖν, ἀλλὰ λυμαίνεσθαι καὶ διαφθείρειν τοὺς μαθητευομένους.

Καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. Τὸ μὲν οὖν δι᾽ αὐτὸν ἀποδημῆσαι, τιμῆς ἦν πολλῆς· τὸ δὲ καὶ τοσαύτας ἐπιμεῖναι ἡμέρας, φιλίας καὶ σφοδροτάτης ἀγάπης. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

Ὅρα πῶς πρὸς τὸν Πέτρον μείζονα τὴν φιλίαν ἔχει· καὶ γὰρ δι᾽ αὐτὸν ἀπεδήμησε, καὶ πρὸς αὐτὸν ἔμεινε. Ταῦτα δὲ καὶ λέγω συνεχῶς, καὶ ἀξιῶ φυλάττειν, ἵν᾽ ὅταν ἀκούσητε, ἃ κατὰ Πέτρου δοκεῖ εἰρηκέναι, μηδεὶς ὑποπτεύσῃ τὸν Ἀπόστολον. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς τοῦτο προδιορθούμενος ταῦτά φησιν, ἵνα ὅταν λέγῃ, ὅτι Ἀντέστην Πέτρῳ, μηδεὶς ἔχθρας καὶ φιλονεικίας ταῦτα εἶναι νομίσῃ τὰ ῥήματα· καὶ γὰρ τιμᾷ τὸν ἄνδρα καὶ φιλεῖ μᾶλλον πάντων. Δι᾽ οὐδένα γὰρ τῶν ἀποστόλων ἀνεληλυθέναι φησὶν, ἀλλ᾽ ἢ δι᾽ αὐτὸν μόνον. Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, φησὶν, εἰ μὴ Ἰάκωβον. Εἶδον, οὐκ ἐδιδάχθην, φησὶ, παρ᾽ αὐτοῦ οὐδέν. Ἀλλ᾽ ὅρα καὶ τοῦτον μεθ᾽ ὅσης τιμῆς ὠνόμασεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἰάκωβον, ἀλλὰ καὶ τὸ σεμνολόγημα προσέθηκεν, Τὸν ἀδελφὸν τοῦ Κυρίου· οὕτω βασκανίας ἁπάσης ἀπηλλαγμένος ἦν.

Εἰ γὰρ σημῆναι ὃν ἔλεγεν ἤθελεν, ἐνῆν καὶ ἐξ ἑτέρου γνωρίσματος τοῦτο ποιῆσαι δῆλον, καὶ εἰπεῖν τὸν τοῦ Κλωπᾶ, ὅπερ καὶ ὁ εὐαγγελιστὴς ἔλεγεν. Ἀλλ᾽ οὐκ εἶπεν οὕτως, ἀλλ᾽ ἐπειδὴ τὰ τῶν ἀποστόλων σεμνολογήματα ἴδια εἶναι ἐνόμιζεν, ὡς ἑαυτὸν ἐπαίρων, οὕτω σεμνύνει κἀκεῖνον. Οὐ γὰρ ἐκάλεσεν αὐτὸν οὕτως, ὡς εἶπον, ἀλλὰ πῶς; Τὸν ἀδελφὸν τοῦ Κυρίου. Καίτοι γε οὐδὲ κατὰ σάρκα ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ᾽ οὕτως ἐνομίζετο· ἀλλ᾽ ὅμως οὐδὲ οὕτως ἀπεστράφη τὸ ἀξίωμα θεῖναι τοῦ ἀνδρός. Καὶ πολλαχόθεν ἄλλοθεν δείκνυται, ὅτι διέκειτο πρὸς τοὺς ἀποστόλους πάντας οὕτω γνησίως, ὡς αὐτῷ πρέπον ἦν. Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ ψεύδομαι. Εἶδες διὰ πάντων ὁμοίως ἐκλάμπουσαν τῆς ἁγίας ταύτης ψυχῆς τὴν ταπεινοφροσύνην; Καθάπερ γὰρ ἐν δικαστηρίῳ ἀγωνιζόμενος, καὶ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἐσπούδακεν ἀπολογήσασθαι.

Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ Κιλικίας· μετὰ τὸ Πέτρον ἰδεῖν. Πάλιν ἄρχεται τοῦ λόγου καὶ τοῦ ἀγῶνος τοῦ προκειμένου, τῆς μὲν Ἰουδαίας οὐχ ἁπτόμενος, διά τε τὸ πρὸς τὰ ἔθνη ἀπεστάλθαι, καὶ διὰ τὸ μὴ ἂν ἑλέσθαι ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομεῖν.

Διόπερ οὐδὲ κατὰ ψιλὴν αὐτοὺς συντυχίαν εἶδε· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἤμην γὰρ, φησὶν, ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας. Μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἤν ποτε ἐπόρθει. Τί ταύτης τῆς ψυχῆς μετριώτερον γένοιτ᾽ ἄν; Ὅτε μὲν γὰρ τὰ φέροντα αὐτῷ κατηγορίαν διελέγετο, οἷον ὅτι ἐδίωκε τὴν Ἐκκλησίαν, καὶ ἐπόρθει αὐτὴν, μετὰ πολλῆς αὐτὰ τέθεικε τῆς ὑπερβολῆς, ἐκπομπεύων αὑτοῦ τὸν βίον τὸν πρότερον· τὰ δὲ μέλλοντα αὐτὸν δεικνύναι λαμπρὸν, ταῦτα παρατρέχει.

Καὶ δυνάμενος, εἴπερ ἐβούλετο, τὰ κατορθώματα αὑτοῦ πάντα εἰπεῖν, οὐδὲν αὐτῶν τίθησιν, ἀλλ᾽ ἑνὶ ῥήματι πέλαγος παρελθὼν ἄφατον, καὶ εἰπὼν, ὅτι Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας, καὶ ὅτι Ἀκούοντες ἦσαν, ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει, οὐδὲν πλέον προσέθηκε. Τί δὲ αὐτῷ βούλεται τὸ λέγειν, ὅτι Ἀγνοούμενος ἤμην ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας; Ἵνα μάθῃς, ὅτι τοσοῦτον ἀπεῖχε τοῦ κηρύξαι αὐτοῖς περιτομὴν, ὅτι οὐδὲ ἀπὸ ὄψεως γνώριμος ἦν αὐτοῖς. Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.

Σκόπει καὶ ἐνταῦθα τὸν κανόνα αὐτοῦ τῆς ταπεινοφροσύνης, πῶς αὐτὸν διατηρεῖ μετὰ ἀκριβείας. Οὐ γὰρ εἶπεν, ὅτι ἐθαύμαζόν με, ἐπῄνουν με, ἐξεπλήττοντο, ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξεν ὄν. Τὸν γὰρ Θεὸν ἐδόξαζον, φησὶν, ἐν ἐμοί.