Κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὢν αὐτὰς γράφει· ὡς ἂν εἰ ἀριστεὺς σφαγὰς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν· οὕτω δὲ ἐποίει καὶ αὐτός. Οἶδε γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησὶν, Ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου. Ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς τὰ δεινὰ, ἀλλὰ καὶ χαίρωμεν. Ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησὶ, Καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν· καὶ ἐνταῦθα, Εἴπατε Ἀρχίππῳ. Δοκεῖ μοι οὗτος ἐγκεχειρίσθαι τινὰ τῆς Ἐκκλησίας. Οὐκ εἶδε δὲ οὔτε τούτους, οὔτε Ῥωμαίους, οὔτε Ἑβραίους, ἡνίκα ἔγραφε πρὸς αὐτούς. Καὶ περὶ μὲν ἐκείνων πολλαχοῦ δηλοῖ, περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος, Καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί· καὶ πάλιν, Εἰ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι. Οὕτως ᾔδει μέγα ὂν τὴν παρουσίαν αὐτοῦ πανταχοῦ, καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησι· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ. Ἐγὼ μὲν γὰρ, φησὶν, ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρών· καὶ πάλιν, Ἐλεύσομαι πρὸς ὑμᾶς, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· καὶ πάλιν, Μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ἀπεῖναί με.