Ἀλλ᾽ οὐ τὰ ἡμέτερα τοιαῦτα. Ἀλλ᾽ οὐκ ἔθηκε τὰ ἡμέτερα, τὰ τῶν προφητῶν λέγω· καὶ γὰρ δῆλα ἦν αὐτοῖς ἅπαντα, καὶ ἐν αὐτοῖς προεφήτευον, ὡς αὐτοῖς πρέπον ἦν, μετὰ συνέσεως καὶ ἐλευθερίας ἁπάσης. Διά τοι τοῦτο καὶ τοῦ εἰπεῖν καὶ τοῦ μὴ εἰπεῖν ἦσαν κύριοι· οὐ γὰρ ἀνάγκῃ κατείχοντο, ἀλλ᾽ ἐξουσίᾳ ἦσαν τετιμημένοι. Διὰ τοῦτο καὶ Ἰωνᾶς ἔφυγε, διὰ τοῦτο καὶ Ἰεζεκιὴλ ἀνεβάλλετο, διὰ τοῦτο καὶ Ἱερεμίας παρῃτεῖτο. Ὁ δὲ Θεὸς οὐ μετὰ ἀνάγκης αὐτοὺς ὤθει, ἀλλὰ συμβουλεύων, παραινῶν, ἀπειλῶν, οὐ σκοτῶν τὴν διάνοιαν. Δαίμονος μὲν γὰρ ἴδιον, τὸ θόρυβον καὶ μανίαν ποιεῖν καὶ πολὺν τὸν ζόφον, Θεοῦ δὲ, τὸ φωτίζειν καὶ μετὰ συνέσεως διδάσκειν τὰ δέοντα. Πρώτη μὲν οὖν διαφορὰ αὕτη μάντεως καὶ προφήτου· δευτέρα δὲ ἑτέρα, ἣν ἐφεξῆς τίθησι, λέγων· Διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦν. Εἶτα καὶ ἑτέρα· Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Ὅταν ἴδῃς, φησὶν, τινὰ μὴ φθεγγόμενον τὸ ὄνομα αὐτοῦ, ἢ καὶ ἀναθεματίζοντα, μάντις ἐστί. Πάλιν, ὅταν ἴδῃς ἕτερον μετὰ τοῦ ὀνόματος αὐτοῦ πάντα φθεγγόμενον, νόησον ὅτι πνευματικός ἐστι. Τί οὖν, φησὶ, περὶ τῶν κατηχουμένων ἂν εἴποιμεν; εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, τί ἂν εἴποιμεν περὶ τούτων, ὀνομαζόντων μὲν αὐτοῦ τὸ ὄνομα, Πνεύματος δὲ ἀπεστερημένων;