Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΛΒ΄-ΛΔ΄: Η ιεραρχία των χαρισμάτων και ο ύμνος της αγάπης

Η τάξη των προφητών και των διδασκάλων, και η ανάδειξη της αγάπης ως της «καθ' υπερβολήν» οδού, ανώτερης από όλα τα πνευματικά χαρίσματα, τη γνώση και τη θαυματουργία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 16

ΟΜΙΛΙΑ ΛΒʹ. Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. αʹ. Ἵνα γὰρ μή τις λέγῃ, Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα; ἐκεῖνο μὲν γὰρ φύσει δουλεύει, τὰ δὲ ἡμέτερα προαιρέσεώς ἐστι κατορθώματα· προάγων αὐτὸ τοῖς καθ᾽ ἡμᾶς πράγμασι, καὶ δεικνὺς ὅτι τοσαύτην ἀπὸ γνώμης ὀφείλομεν ἔχειν ὁμόνοιαν, ὅσην ἀπὸ φύσεως ἐκεῖνα, φησὶν, Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ. Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ φύσεως χάρις δυνατωτέρα. Καὶ μέλη ἐκ μέρους. Οὐ γὰρ δὴ σῶμα μόνον, φησὶν, ἀλλὰ καὶ μέλη ἐσμέν. Περὶ γὰρ ἀμφοτέρων τούτων ἀνωτέρω διελέχθη, τοὺς πολλοὺς εἰς ἓν συνάγων, καὶ δεικνὺς ἅπαντας ἕν τι κατὰ τὴν τοῦ σώματος εἰκόνα γινομένους, καὶ τὸ ἓν τοῦτο διὰ τῶν πολλῶν συνιστάμενον, καὶ ἐν τοῖς πολλοῖς ὂν, καὶ τὰ πολλὰ ἐκ τούτου συνεχόμενα καὶ δυνάμενα εἶναι πολλά. Τί δέ ἐστι τὸ, Ἐκ μέρους; Τό γε εἰς ὑμᾶς ἧκον, καὶ ὅσον εἰκὸς ἐξ ὑμῶν οἰκοδομηθῆναι μέρος.

Ἐπειδὴ γὰρ εἶπε, Σῶμα, τὸ δὲ πᾶν σῶμα ἦν, οὐχὶ ἡ παρὰ Κορινθίοις Ἐκκλησία, ἀλλ᾽ ἡ πανταχοῦ τῆς οἰκουμένης, διὰ τοῦτο ἔφησεν, Ἐκ μέρους· τουτέστιν, ὅτι Ἡ Ἐκκλησία ἡ παρ᾽ ὑμῖν μέρος ἐστὶ τῆς πανταχοῦ κειμένης Ἐκκλησίας, καὶ τοῦ σώματος τοῦ διὰ πασῶν συνισταμένου τῶν Ἐκκλησιῶν· ὥστε οὐχὶ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν κατὰ τὴν οἰκουμένην Ἐκκλησίαν εἰρηνεύειν ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε μέλη τοῦ σώματος. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ὅπερ γὰρ ἔφθην εἰπὼν τοῦτο καὶ νῦν ποιεῖ· ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ ταῖς γλώτταις, ἔσχατον αὐτὸ τίθησι πανταχοῦ. Τὸ γὰρ πρῶτον ἐνταῦθα καὶ δεύτερον οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ προτάττων τὸ προτιμότερον, καὶ τὸ καταδεέστερον δεικνύς. Διὸ καὶ τοὺς ἀποστόλους προὔθηκεν, οἳ πάντα ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσματα.

Καὶ οὐκ εἶπεν, Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ ἀποστόλους, ἁπλῶς, ἢ προφήτας, ἀλλὰ πρῶτον καὶ δεύτερον καὶ τρίτον τίθησι, τὸ αὐτὸ τοῦτο, ὅπερ εἶπον, ἐμφαίνων. Δεύτερον προφήτας. Προεφήτευον γὰρ, ὡς αἱ θυγατέρες Φιλίππου, ὡς ὁ Ἄγαβος, ὡς αὐτοὶ οὗτοι οἱ παρὰ Κορινθίοις, περὶ ὧν φησι, Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε, Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας.

Καὶ πολλῷ πλείους τότε ἦσαν, ἢ ἐπὶ τῆς Παλαιᾶς. Οὐ γὰρ εἰς δέκα καὶ εἴκοσι καὶ πεντήκοντα καὶ ἑκατὸν περιεστήκει τὸ χάρισμα, ἀλλ᾽ ἐξεχεῖτο δαψιλῶς ἡ χάρις αὕτη, καὶ ἑκάστη Ἐκκλησία πολλοὺς εἶχε τοὺς προφητεύοντας. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τῶν τὴν παρουσίαν αὐτοῦ προαναφωνησάντων.

Τρίτον διδασκάλους. Ὁ μὲν γὰρ προφητεύων, πάντα ἀπὸ τοῦ Πνεύματος φθέγγεται· ὁ δὲ διδάσκων, ἔστιν ὅπου καὶ ἐξ οἰκείας διανοίας διαλέγεται. Διὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα δὲ οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὁ δὲ Πνεύματι πάντα φθεγγόμενος, οὐ κοπιᾷ· διὰ δὴ τοῦτο καὶ μετὰ τὸν προφήτην αὐτὸν τέθεικεν· ὅτι τὸ μὲν ὅλον ἐστὶ χάρισμα, τὸ δὲ καὶ ἀνθρώπινος πόνος. Καὶ γὰρ καὶ οἴκοθεν πολλὰ φθέγγεται, συμβαίνοντα μέντοι ταῖς θείαις Γραφαῖς. Ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων. Ὁρᾷς πῶς πάλιν διαιρεῖ τὰ ἰάματα ἀπὸ τῆς δυνάμεως, ὅπερ καὶ ἔμπροσθεν ἐποίησεν; ἡ γὰρ δύναμις πλέον τῆς ἰάσεως. Ὁ μὲν γὰρ δύναμιν ἔχων, καὶ κολάζει καὶ ἰᾶται· ὁ δὲ χάρισμα ἰαμάτων, θεραπεύει μόνον. Καὶ ὅρα πῶς ἀρίστῃ κέχρηται τῇ τάξει, τὴν προφητείαν τῶν δυνάμεων καὶ τῶν ἰαμάτων προτιθείς. Ἀνωτέρω μὲν γὰρ, ἔνθα ἔλεγεν, ὅτι Τῷ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, οὐ κατὰ τάξιν τιθεὶς ἔλεγεν, ἀλλ᾽ ἀδιαφόρως· ἐνταῦθα μέντοι προτίθησι καὶ ὑποτάττει. Τίνος οὖν ἕνεκεν τὴν προφητείαν προτίθησιν; Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ταύτην ἔχει τὸ πρᾶγμα τὴν τάξιν.

Ὅτε γοῦν ὁ Ἡσαΐας πρὸς Ἰουδαίους διελέγετο, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως παρεῖχεν ἀπόδειξιν, καὶ τῆς τῶν δαιμόνων εὐτελείας τὸν ἔλεγχον παρῆγεν εἰς μέσον, καὶ τοῦτο τῆς θειότητος αὐτοῦ ἔφησεν εἶναι δεῖγμα μέγιστον, τὸ λέγειν τὰ μέλλοντα. Καὶ ὁ Χριστὸς δὲ τοσαῦτα σημεῖα ποιήσας, οὐ μικρὸν τοῦτό φησιν αὐτοῦ τῆς θειότητος εἶναι σημεῖον· καὶ ἐπιλέγει συνεχῶς, Ταῦτα δὲ εἴρηκα ὑμῖν, ἵν᾽ ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι. Ἀλλὰ προφητείας μὲν εἰκότως τὰ χαρίσματα τῶν ἰαμάτων δεύτερα· διὰ τί δὲ καὶ διδασκαλίας;

Ὅτι οὐκ ἔστιν ἴσον, λόγον καταγγέλλειν κηρύγματος καὶ σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, καὶ δυνάμεις ποιεῖν· ἐπεὶ καὶ αὗται δι᾽ ἐκεῖνον γίνονται. βʹ. Ὅταν οὖν τις καὶ λόγῳ παιδεύῃ καὶ βίῳ, πάντων ἐστὶ μείζων. Διδασκάλους γὰρ τούτους φησὶ, τοὺς καὶ τοῖς ἔργοις διδάσκοντας καὶ τῷ λόγῳ παιδεύοντας.

Τοῦτο γοῦν καὶ τοὺς ἀποστόλους, ἀποστόλους εἶναι ἐποίησε. Κἀκεῖνα μὲν καὶ ἕτεροί τινες οὐ πολλοῦ ἄξιοι παρὰ τὴν ἀρχὴν εἰλήφασιν, ὡς ἐκεῖνοι οἱ εἰρηκότες, Κύριε οὐχὶ τῷ σῷ ὀνόματι προεφητεύσαμεν. καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ μετὰ ταῦτα ἀκούσαντες, Οὐδέποτε ἔγνων· ὑμᾶς πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· τὸν δὲ τῆς διδασκαλίας λόγον τὸν διπλοῦν τοῦτον, τὸν διὰ τῶν ἔργων καὶ τῶν λόγων, οὐκ ἂν ἀναδέξαιτό ποτε πονηρὸς ἄνθρωπος. Εἰ δὲ τοὺς προφήτας προτίθησι, μὴ θαυμάσῃς· οὐ γὰρ ἁπλῶς προφήτας λέγει, ἀλλὰ τοὺς διὰ τῆς προφητείας καὶ διδάσκοντας καὶ εἰς τὸ κοινῇ συμφέρον ἅπαντα λέγοντας· ὅπερ προϊὼν σαφέστερον ἡμῖν ποιεῖ. Ἀντιλήψεις, κυβερνήσεις.

Τί ἐστιν, Ἀντιλήψεις; Ὥστε ἀντέχεσθαι τῶν ἀσθενῶν. Τοῦτο οὖν χάρισμα; εἰπέ μοι. Μάλιστα μὲν καὶ τοῦτο τῆς τοῦ Θεοῦ δωρεᾶς, τὸ προστατικὸν εἶναι, τὸ πράγματα οἰκονομεῖν πνευματικά· ἄλλως τε δὲ πολλὰ καὶ τῶν ἡμετέρων κατορθωμάτων χαρίσματα καλεῖ, οὐκ ἀναπίπτειν ἡμᾶς βουλόμενος, ἀλλὰ δεικνὺς ὅτι πανταχοῦ τῆς τοῦ Θεοῦ δεόμεθα βοηθείας, καὶ παρασκευάζων εὐχαρίστους εἶναι, καὶ προθυμοτέρους ταύτῃ ποιῶν καὶ διεγείρων αὐτῶν τὰ φρονήματα.

Γένῃ γλωσσῶν. Εἶδες ποῦ τέθεικε τουτὶ τὸ χάρισμα, καὶ πῶς πανταχοῦ τὴν ἐσχάτην αὐτῷ νέμει τάξιν; Εἶτα ἐπειδὴ πάλιν ἐκ τοῦ καταλόγου τούτου πολλὴν ἔδειξε διαφορὰν, καὶ τὸ νόσημα ἐκεῖνο διήγειρε τὸ τῶν ἐλάττονα ἐχόντων χαρίσματα· λοιπὸν μετὰ πολλῆς αὐτοῖς ἐπιπηδᾷ τῆς σφοδρότητος, διὰ τὸ πολλὰς αὐτοῖς παρασχεῖν τὰς ἀποδείξεις τοῦ μὴ σφόδρα ἐλαττοῦσθαι αὐτούς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ταῦτα ἀκούσαντας αὐτοὺς λέγειν· Καὶ διὰ τί μὴ πάντες ἀπόστολοι ἐγενόμεθα; ἀνωτέρω μὲν παρακλητικωτέρῳ λόγῳ κέχρηται, διὰ πολλῶν ἀποδεικνὺς ἀναγκαίως τοῦτο γινόμενον, καὶ ἀπὸ τῆς τοῦ σώματος εἰκόνος· Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος· καὶ πάλιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;

Καὶ ἀπὸ τοῦ συμφερόντως δεδόσθαι, Ἑκάστῳ γὰρ, φησὶν, ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον· καὶ ἀπὸ τοῦ πάντας ἀπὸ τοῦ Πνεύματος ἀρύεσθαι τοῦ αὐτοῦ, καὶ ἀπὸ τοῦ χάρισμα εἶναι τὸ διδόμενον, ἀλλὰ μὴ ὀφειλήν· Διαιρέσεις γὰρ, φησὶ, χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· ἀπὸ τοῦ φανέρωσιν ὁμοίως γίνεσθαι διὰ πάντων τοῦ Πνεύματος, Ἑκάστῳ γὰρ ἡ φανέρωσις, φησὶ, δίδοται διὰ τοῦ Πνεύματος· καὶ ἀπὸ τοῦ κατὰ τὸ δοκοῦν τῷ Πνεύματι καὶ τῷ Θεῷ ταῦτα τετυπῶσθαι, Πάντα γὰρ ταῦτα, φησὶν, ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται· καὶ πάλιν, Ἔθετο ὁ Θεὸς τὰ μέλη ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε· καὶ ἀπὸ τοῦ ἀναγκαῖα εἶναι καὶ τὰ ἐλάττονα, Τὰ γὰρ δοκοῦντα, φησὶν, ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν· ἀπὸ τοῦ ὁμοίως ἀναγκαῖα εἶναι, ἐν τῷ ὁμοίως τὸ σῶμα κατασκευάζειν τοῖς μείζοσι, Τὸ γὰρ σῶμα, φησὶν, οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά· ἀπὸ τοῦ καὶ τὰ μείζονα τῶν ἐλαττόνων δεῖσθαι, Οὐ δύναται γὰρ, φησὶν, εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω· ἀπὸ τοῦ καὶ πλείονος ταῦτα ἀπολαύειν τιμῆς, Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν ἔδωκε τιμήν· ἀπὸ τοῦ κοινὴν αὐτῶν εἶναι τὴν φροντίδα καὶ ἴσην, Τὸ γὰρ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι πάντα τὰ μέλη· καὶ ἀπὸ τοῦ μίαν εἶναι τὴν δόξαν καὶ τὴν ἀλγηδόνα αὐτῶν ἁπάντων, Εἴτε γὰρ πάσχει, φησὶν, ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη.

Ἀνωτέρω μὲν οὖν παρεκάλεσε διὰ τούτων· ἐνταῦθα δὲ καταφορικῶς καὶ ἐπιτιμητικῶς κέχρηται τῷ λόγῳ λοιπόν. Ὅπερ γὰρ ἔφην, οὔτε ἀεὶ παρακαλεῖν, οὔτε ἐπιστομίζειν ἀεὶ χρή. Διὰ τοῦτο καὶ αὐτὸς, ἐπειδὴ διὰ πολλῶν αὐτοὺς παρεκάλεσε, σφοδρῶς λοιπὸν ἐπιτίθεται, λέγων· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Καὶ οὐχ ἵσταται μέχρι τοῦ πρώτου καὶ τοῦ δευτέρου χαρίσματος, ἀλλὰ μέχρις ἐσχάτων πρόεισιν· ἢ τοῦτο λέγων, ὅτι Οὐ δυνατὸν πάντας εἶναι πάντα· ὥσπερ ἐκεῖ φησιν, Εἰ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; ἢ καὶ ἕτερόν τι μετὰ τούτων κατασκευάζων εἰς παραμυθίας λόγον πάλιν. Ποῖον δὴ τοῦτο; Τὸ δεῖξαι καὶ τὰ ἐλάττονα ὁμοίως τοῖς μείζοσι περιμάχητα ἐκ τοῦ μηδὲ ταῦτα ἁπλῶς πᾶσι δεδόσθαι. Τί γὰρ, φησὶν, ἀλγεῖς, ὅτι οὐκ ἔχεις χαρίσματα ἰαμάτων; ἐννόησον ὅτι ὅπερ ἔχεις σὺ, κἂν ἔλαττον ᾖ, πολλάκις ὁ τὸ μεῖζον ἔχων, οὐκ ἔχει. Διὰ τοῦτό φησι· Μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσιν; Ὥσπερ γὰρ τὰ μεγάλα οὐ πᾶσιν ἐχαρίσατο ὁ Θεὸς πάντα, ἀλλὰ τοῖς μὲν τοῦτο, τοῖς δὲ ἐκεῖνο· οὕτω καὶ ἐπὶ τῶν ἐλαττόνων ἐποίησεν, οὐδὲ ταῦτα πᾶσι προθείς.

Ἐποίησε δὲ τοῦτο, πολλὴν ἐκ τούτου τὴν συμφωνίαν καὶ τὴν ἀγάπην οἰκοδομῶν, ἵνα ἕκαστος τοῦ πλησίον δεόμενος συνάγηται πρὸς τὸν ἀδελφόν. Τοῦτο καὶ ἐν ταῖς τέχναις ᾠκονόμησε, τοῦτο καὶ ἐν τοῖς στοιχείοις, τοῦτο καὶ ἐν τοῖς φυτοῖς καὶ ἐν τοῖς μέλεσι τοῖς ἡμετέροις καὶ ἐν πᾶσιν ἁπλῶς.

γʹ. Εἶτα ἐπάγει λοιπὸν τὴν κυριωτάτην παραμυθίαν, καὶ ἱκανὴν αὐτοὺς ἀνακτήσασθαι καὶ ἀναπαῦσαι τὴν ὀδυνωμένην ψυχήν. Τίς δὲ αὕτη ἐστί; Ζηλοῦτε, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα. Καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν. Τοῦτο δὲ εἰπὼν ἠρέμα ᾐνίξατο αἰτίους ὄντας τοῦ τὰ ἐλάττονα λαμβάνειν, καὶ κυρίους, εἰ βούλοιντο, τοῦ τὰ μείζονα λαβεῖν. Ὅταν γὰρ εἴπῃ, Ζηλοῦτε, τὴν παρ᾽ ἐκείνων σπουδὴν ἀπαιτεῖ καὶ τὴν ἐπιθυμίαν τὴν περὶ τὰ πνευματικά. Καὶ οὐκ εἶπε, Τὰ μείζονα, ἀλλὰ, Τὰ κρείττονα, τουτέστι, τὰ χρησιμώτερα, τὰ συμφέροντα.

Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μένετε ἐπιθυμοῦντες χαρισμάτων, καὶ δείκνυμι ὁδὸν χαρισμάτων ὑμῖν. Οὐδὲ γὰρ εἶπε, Χάρισμα, ἀλλ᾽ Ὁδὸν, ἵνα μειζόνως ἐπάρῃ τοῦτο, ὃ μέλλει λέγειν· οὐδὲ γὰρ ἓν καὶ δύο καὶ τρία χαρίσματα δείκνυμι ὑμῖν, ἀλλ᾽ ὁδὸν μίαν τὴν ἐπὶ πάντα ταῦτα φέρουσαν· καὶ οὐχ ἁπλῶς ὁδὸν, ἀλλὰ καὶ μεθ᾽ ὑπερβολῆς, καὶ κοινῇ πᾶσι προκειμένην. Οὐ γὰρ ὥσπερ τὰ χαρίσματα τοῖς μὲν ταῦτα, τοῖς δὲ ἐκεῖνα, ἀλλ᾽ οὐ πᾶσι πάντα δέδοται, οὕτω καὶ τοῦτο· ἀλλὰ καθολικὸν δῶρόν ἐστι. Διὸ καὶ πάντας εἰς τοῦτο καλεῖ· Ζηλοῦτε γὰρ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ᾽ ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν· τὴν ἀγάπην λέγων τὴν πρὸς τὸν πλησίον. Εἶτα μέλλων ἐμβαίνειν εἰς τὸν περὶ αὐτῆς λόγον καὶ τὸ ἐγκώμιον τοῦ κατορθώματος τούτου, πρῶτον καθαιρεῖ ταῦτα τῇ πρὸς ἐκείνην συγκρίσει, οὐδὲν ὄντα δεικνὺς ταύτης χωρὶς, σφόδρα συνετῶς. Εἰ γὰρ εὐθέως περὶ ἀγάπης διελέχθη, καὶ εἰπὼν, Ὁδὸν ὑμῖν δείκνυμι, ἐπήγαγεν. Αὕτη δέ ἐστιν ἡ ἀγάπη, καὶ μὴ κατὰ σύγκρισιν τὸν λόγον προήγαγε· κἂν ἐμυκτήρισάν τινες τὸ λεχθὲν, οὐκ εἰδότες σαφῶς τοῦ πράγματος τὴν ἰσχὺν, ἀλλ᾽ ἔτι πρὸς ταῦτα κεχηνότες.

Διόπερ οὐκ εὐθέως αὐτὴν ἀνακαλύπτει, ἀλλὰ πρῶτον τῇ ἐπαγγελίᾳ τὸν ἀκροατὴν ἐπάρας, καὶ εἰπὼν, Καθ᾽ ὑπερβολὴν ὁδὸν δείκνυμι ὑμῖν, καὶ εἰς ἐπιθυμίαν αὐτὸν ἀγαγὼν, οὐδὲ οὕτως εὐθέως εἰς αὐτὴν ἐμβαίνει, ἀλλ᾽ αὔξων ἔτι καὶ ἐπιτείνων αὐτῶν τὴν ἐπιθυμίαν, περὶ τούτων αὐτῶν διαλέγεται πρῶτον, καὶ δείκνυσιν ἐκείνης οὐκ οὔσης, οὐδὲν ὄντα, εἰς μεγίστην αὐτοὺς ἀνάγκην τοῦ φιλεῖν ἀλλήλους καθιστάς· ἐπειδὴ καὶ ἐκ τοῦ ταύτην ἠμελῆσθαι ἡ αἰτία τῶν κακῶν ἁπάντων ἦν.

Ὥστε καὶ κατὰ τοῦτο εἰκότως ἂν μεγάλη φανείη, εἴ γε τὰ μὲν χαρίσματα οὐ μόνον αὐτοὺς οὐ συνήγαγεν, ἀλλὰ καὶ ἡνωμένους διέστησεν· αὕτη δὲ τοὺς δι᾽ ἐκείνων διαστάντας δι᾽ ἑαυτῆς μέλλοι συνάγειν καὶ ποιεῖν σῶμα ἕν. Ἀλλ᾽ οὐ λέγει τοῦτο εὐθέως, ἀλλ᾽ ὃ μάλιστα ἐπόθουν, τοῦτο τίθησιν· οἷον ὅτι χάρισμα τὸ πρᾶγμά ἐστι, καὶ τῶν χαρισμάτων ἁπάντων ὁδὸς μεθ᾽ ὑπερβολῆς. Ὥστε εἰ καὶ μὴ διὰ τὸ ὀφείλειν βούλει τὸν ἀδελφὸν ἀγαπᾷν, διὰ τὸ κρείττονος ἐπιλαμβάνεσθαι σημείου καὶ χαρίσματος δαψιλοῦς κατάδεξαι τὴν ἀγάπην. Καὶ ὅρα πόθεν ἄρχεται· πρῶτον ἀπὸ τοῦ θαυμαστοῦ δοκοῦντος εἶναι παρ᾽ αὐτοῖς καὶ μεγάλου, τῶν γλωσσῶν· καὶ ἀγαγὼν εἰς μέσον τὸ χάρισμα, οὐ τοσοῦτον τίθησιν, ὅσον εἶχον, ἀλλὰ πολλῷ πλέον. Οὐδὲ γὰρ εἶπεν, Ἐὰν γλώσσαις λαλῶ, ἀλλ᾽ Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ.

Τί ἐστι, Τῶν ἀνθρώπων; Πάντων τῶν πανταχοῦ τῆς οἰκουμένης ἐθνῶν. Καὶ οὐδὲ ταύτῃ ἠρκέσθη τῇ ὑπερβολῇ, ἀλλὰ καὶ ἑτέραν πολλῷ μείζονα τίθησιν, ἐπάγων καὶ λέγων, Καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Εἶδες ποῦ τὸ χάρισμα ἐπάρας, ποῦ καθεῖλεν αὐτὸ καὶ κατέῤῥιψεν; Οὐδὲ γὰρ ἁπλῶς εἶπεν, ὅτι Οὐδέν εἰμι, ἀλλ᾽ ὅτι Γέγονα χαλκὸς ἠχῶν, ἀναίσθητόν τι καὶ ἄψυχον. Πῶς δὲ χαλκὸς ἠχῶν;

Φωνὴν μὲν ἀφιεὶς, εἰκῆ δὲ καὶ μάτην, καὶ εἰς οὐδὲν δέον. Πρὸς γὰρ τῷ μηδὲν ἀνύειν καὶ παρενοχλεῖν δοκῶ καὶ φορτικός τις εἶναι καὶ ἐπαχθὴς τοῖς πολλοῖς· ὁρᾷς πῶς ὁ ἀγάπης ἀπεστερημένος τοῖς ἀψύχοις προσέοικε καὶ ἀναισθήτοις; Γλῶτταν δὲ ἀγγέλων ἐνταῦθά φησιν, οὐχὶ σῶμα περιτιθεὶς ἀγγέλοις, ἀλλ᾽ ὃ λέγει, τοιοῦτόν ἐστι· Κἂν οὕτω φθέγγωμαι, ὡς ἀγγέλοις νόμος πρὸς ἀλλήλους διαλέγεσθαι, ταύτης ἄνευ οὐδέν εἰμι, ἀλλὰ καὶ ἐπαχθὴς καὶ φορτικός.

Οὕτω γοῦν καὶ ἀλλαχοῦ ὅταν λέγῃ, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, οὐ γόνατα καὶ ὀστᾶ περιτιθεὶς τοῖς ἀγγέλοις ταῦτα λέγει, ἄπαγε, ἀλλὰ τὴν ἐπιτεταμένην προσκύνησιν διὰ τοῦ παρ᾽ ἡμῖν σχήματος αἰνίξασθαι βούλεται.

Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσεν, οὐ σαρκὸς ὄργανον δηλῶν, ἀλλὰ τὴν πρὸς ἀλλήλους αὐτῶν ὁμιλίαν τῷ γνωρίμῳ παρ᾽ ἡμῖν τρόπῳ αἰνίξασθαι βουλόμενος. Εἶτα ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, οὐ μέχρι τῶν γλωσσῶν ἵσταται, ἀλλὰ καὶ ἐπὶ τὰ λοιπὰ πρόεισι χαρίσματα, καὶ πάντα τῇ αὐτῆς ἀπουσίᾳ καθελὼν, τότε αὐτῆς ὑπογράφει τὴν εἰκόνα· καὶ ἐπειδὴ αὔξησιν ποιῆσαι προῄρηται τοῦ λόγου, ἀπὸ τῶν ἐλαττόνων ἀρχόμενος ἄνεισιν ἐπὶ τὰ μείζω. Ὅπερ γὰρ, ἡνίκα τὴν τάξιν αὐτῶν ἐνέφηνεν, ὕστερον τέθεικε τὸ τῶν γλωσσῶν, τοῦτο πρῶτον ἀριθμεῖ νῦν κατὰ μικρὸν, ὅπερ ἔφην, ἐπὶ τὰ μείζονα ἀναβαίνων. Εἰπὼν γὰρ περὶ τῶν γλωσσῶν, ἐπὶ τὴν προφητείαν εὐθέως ἐκβαίνει, καί φησι· Καὶ ἐὰν ἔχω προφητείαν· καὶ ταύτην πάλιν μεθ᾽ ὑπερβολῆς.

Ὥσπερ γὰρ ἐκεῖ οὐ γλώσσας ἔθηκεν, ἀλλὰ τὰς πάντων τῶν ἀνθρώπων γλώσσας, καὶ προϊὼν τὰς τῶν ἀγγέλων, καὶ τότε ἔδειξεν οὐδὲν ὃν τὸ χάρισμα ἀγάπης χωρίς· οὕτω καὶ ἐνταῦθα οὐ τὴν προφητείαν τίθησι μόνον, ἀλλὰ καὶ τὴν ὑψηλοτάτην προφητείαν. Εἰπὼν γὰρ, Ἐὰν ἔχω προφητείαν, ἐπήγαγε· Καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· μετ᾽ ἐπιτάσεως τιθεὶς καὶ τοῦτο τὸ χάρισμα δʹ. Εἶτα μετὰ τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ χαρίσματα προβαίνει. Καὶ ἵνα μὴ τὸ καθ᾽ ἕκαστον αὐτῶν λέγων δοκῇ πάλιν ἐνοχλεῖν, τὴν μητέρα καὶ πηγὴν ἁπάντων τίθησι, καὶ αὐτὴν πάλιν μεθ᾽ ὑπερβολῆς, οὕτω λέγων· Καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν. Καὶ οὐδὲ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ, ὅπερ ὡς μέγιστον εἶπεν ὁ Χριστὸς, καὶ τοῦτο προσέθηκεν εἰπών· Ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ σκόπει πῶς πάλιν κἀνταῦθα καθαιρεῖ τῶν γλωσσῶν τὸ ἀξίωμα. Ἐπὶ μὲν γὰρ τῆς προφητείας δείκνυσι πολὺ τὸ κέρδος τὸ ἀπ᾽ αὐτῆς, τὸ εἰδέναι τὰ μυστήρια καὶ τὴν γνῶσιν ἔχειν ἅπασαν, καὶ ἐπὶ τῆς πίστεως ἔργον οὐ μικρὸν, τὸ τὰ ὄρη μεθιστάνειν· ἐπὶ δὲ τῶν γλωσσῶν αὐτὸ μόνον εἰπὼν τὸ χάρισμα, ἀνεχώρησε.

Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἐν βραχεῖ πάντα περιέλαβε τὰ χαρίσματα, προφητείαν εἰπὼν καὶ πίστιν· ἢ γὰρ ἐν λόγοις, ἢ ἐν ἔργοις ἐστὶ τὰ θαύματα. Καὶ πῶς ὁ Χριστός φησιν, Ἐλάχιστον μέρος τῆς πίστεως εἶναι τὸ δύνασθαι ὄρος μεταστῆσαι (ὡς γὰρ ἐλάχιστον λέγων, οὕτως ἔθηκεν εἰπὼν, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται)· ὁ δὲ Παῦλος πᾶσαν τὴν πίστιν ταύτην εἶναί φησι; Τί οὖν ἔστιν εἰπεῖν; Ἐπειδὴ μέγα ἦν τοῦτο, τὸ ὄρος μεταστῆσαι, διὰ τοῦτο καὶ αὐτοῦ ἐμνημόνευσεν, οὐχ ὡς τοῦτο μόνης δυναμένης πάσης τῆς πίστεως, ἀλλὰ ἐπειδὴ τοῦτο μέγα εἶναι ἐδόκει τοῖς παχυτέροις διὰ τὸν ὄγκον τοῦ σώματος, κἀντεῦθεν ἐπαίρει τὸ προκείμενον.

Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, καὶ ἐὰν δύνωμαι ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Βαβαὶ τῆς ὑπερβολῆς! καὶ γὰρ καὶ ταῦτα μετὰ προσθήκης ἑτέρας τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐὰν δῶ τοῖς πένησι τὴν ἡμίσειαν μοῖραν τῶν ὄντων, ἢ τὰς δύο ἢ τὰς τρεῖς μοίρας, ἀλλ᾽ Ἐὰν πάντα μου τὰ ὑπάρχοντα. Καὶ οὐκ εἶπε, Δῶ, ἀλλὰ, Ψωμίσω, ὡς προσκεῖσθαι τῇ δαπάνῃ καὶ τὴν διακονίαν τὴν μετ᾽ ἐπιμελείας ἁπάσης. Καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι. Οὐκ εἶπεν, Ἐὰν ἀποθάνω, ἀλλὰ καὶ τοῦτο μεθ᾽ ὑπερβολῆς· τὸν γὰρ πάντων χαλεπώτερον θάνατον θεὶς, τὸ ζῶντα κατακαῆναι· καὶ τοῦτον χωρὶς ἀγάπης οὐδὲν μέγα ἔφησεν εἶναι. Ἐπήγαγε γοῦν, Οὐδὲν ὠφελοῦμαι. Ἀλλ᾽ οὐδέπω τὴν πᾶσαν ὑπερβολὴν ἔδειξα, ἕως ἂν τοῦ Χριστοῦ τὰς μαρτυρίας τὰς περὶ ἐλεημοσύνης καὶ θανάτου εἰρημένας εἰς μέσον ἀγάγω. Τίνες οὖν εἰσιν αἱ μαρτυρίαι; Τῷ πλουσίῳ φησὶν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ περὶ ἀγάπης δὲ διαλεγόμενος τῆς εἰς τὸν πλησίον φησὶ, Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Ὅθεν δῆλον, ὅτι καὶ ἐπὶ τοῦ Θεοῦ τοῦτο πάντων μέγιστόν ἐστιν. Ἀλλ᾽ ἐγὼ λέγω, φησὶν ὁ Παῦλος, κἂν ὑπὲρ τοῦ Θεοῦ θῶμεν αὐτὴν, καὶ μηδὲ ἁπλῶς θῶμεν, ἀλλ᾽ ὥστε καὶ ἐμπρησθῆναι (τοῦτο γάρ ἐστιν, Ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι), οὐ μέγα ἔσται κέρδος ἡμῖν τὸν πλησίον οὐκ ἀγαπῶσι.

Τὸ μὲν οὖν λέγειν τὰ χαρίσματα οὐδὲν μέγα ὠφελεῖν ἀγάπης ἀπούσης, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ τοῦ βίου δεύτερά ἐστι τὰ χαρίσματα. Πολλοὶ γοῦν χαρίσματα ἐπιδειξάμενοι, ἐπειδὴ φαῦλοι γεγόνασιν, ἐκολάσθησαν, ὡς ἐκεῖνοι οἱ τῷ ὀνόματι αὐτοῦ προφητεύσαντες καὶ δαιμόνια πολλὰ ἐκβαλόντες καὶ δυνάμεις πολλὰς ποιήσαντες, ὡς Ἰούδας ὁ προδότης· ἕτεροι δὲ βίον παρασχόμενοι πιστοὶ καθαρὸν, οὐδενὸς ἐδεήθησαν ἑτέρου πρὸς τὸ σωθῆναι. Τὸ μὲν οὖν τὰ χαρίσματα, ὅπερ ἔφην, δεῖσθαι ταύτης, θαυμαστὸν οὐδέν· τὸ δὲ καὶ βίον ἠκριβωμένον μηδὲν ἰσχύειν ταύτης ἄνευ, τοῦτό ἐστι τὸ τὴν ὑπερβολὴν ἐμφαῖνον καὶ πολλὴν ποιοῦν τὴν ἀπορίαν, καὶ μάλιστα ὅταν ὁ Χριστὸς ἀμφοτέροις τούτοις τὰ μεγάλα φαίνηται ψηφιζόμενος, τῇ τε ἀκτημοσύνῃ, λέγω, καὶ τοῖς τοῦ μαρτυρίου κινδύνοις. Καὶ γὰρ τῷ πλουσίῳ φησὶν, ὅπερ ἔφθην εἰπὼν, Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ τοῖς μαθηταῖς περὶ μαρτυρίου διαλεγόμενος ἔλεγεν, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἐὰν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.

Καὶ γὰρ πολὺς ὁ τοῦ κατορθώματος τούτου πόνος καὶ αὐτὴν σχεδὸν ὑπερβαίνων τὴν φύσιν· καὶ τοῦτο ἴσασιν οἱ καταξιωθέντες τῶν στεφάνων τούτων καλῶς· λόγος γὰρ οὐδεὶς αὐτὸ παραστῆσαι δυνήσεται· οὕτω γενναίας τὸ πρᾶγμά ἐστι ψυχῆς, καὶ μεθ᾽ ὑπερβολῆς θαυμαστόν.

εʹ. Ἀλλ᾽ ὅμως τὸ θαυμαστὸν τοῦτο οὐδὲν μέγα ἔφησεν ὠφελεῖν ἀγάπης χωρὶς ὁ Παῦλος, κἂν τὴν ἀκτημοσύνην συνεζευγμένην ἔχῃ. Τίνος οὖν ἕνεκεν οὕτως εἴρηκε; Τοῦτο ἤδη δεῖξαι πειράσομαι, πρότερον ἐκεῖνο ζητήσας, πῶς ὁ τὰ ὑπάρχοντα ψωμίζων πάντα δύναται μὴ ἔχειν ἀγάπην. Τὸν μὲν γὰρ ἕτοιμον ὄντα καῆναι καὶ τὰ χαρίσματα ἔχοντα ἐγχωρεῖ ἴσως καὶ μὴ ἀγαπῆσαι· ὁ δὲ μὴ μόνον δοὺς τὰ ὑπάρχοντα, ἀλλὰ καὶ ψωμίζων, πῶς οὐκ ἀγαπᾷ; Τί οὖν ἔστιν εἰπεῖν; Ἢ ὅτι τὸ οὐκ ὂν ὡς ὂν ὑπέθετο, ὅπερ ἀεὶ φιλεῖ ποιεῖν, ὅταν ὑπερβολὴν παραστῆσαι βουληθῇ· ὡς ὅταν Γαλάταις γράφων λέγῃ· Ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Καίτοι οὔτε αὐτὸς, οὔτε ἄγγελος ἔμελλε τοῦτο ποιεῖν· ἀλλ᾽ ἵνα δείξῃ τὴν ὑπερβολὴν τοῦ πράγματος, καὶ τὸ μηδ᾽ ὅλως ἐσόμενον τέθεικε. Καὶ πάλιν ὅταν Ῥωμαίοις ἐπιστέλλῃ καὶ λέγῃ, Οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις δυνήσονται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ· οὐδὲ γὰρ τοῦτο ἔμελλον ποιεῖν ἄγγελοι, ἀλλὰ κἀνταῦθα τὸ μὴ ὂν ὑποτίθεται, ὥσπερ οὖν καὶ τὸ ἑξῆς λέγων· Οὔτε κτίσις ἑτέρα.

Καίτοιγε ἑτέρα οὐκ ἔστι κτίσις· πᾶσαν γὰρ αὐτὴν περιέλαβε, καὶ τὰ ἄνω καὶ τὰ κάτω πάντα εἰπών· ἀλλ᾽ ὅμως κἀνταῦθα τὸ μὴ ὂν καθ᾽ ὑπόθεσιν τίθησιν, ὥστε δεῖξαι τὸν μεθ᾽ ὑπερβολῆς αὐτοῦ πόθον· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ λέγων, ὅτι Κἂν πάντα τις δῷ, ἀγάπην δὲ μὴ ἔχῃ, οὐδὲν ὠφελεῖται. Ἢ τοῦτο οὖν ἔστιν εἰπεῖν, ἢ ὅτι βούλεται τοὺς παρέχοντας καὶ συγκεκολλῆσθαι τοῖς λαμβάνουσι, καὶ μὴ ἁπλῶς διδόναι ἀσυμπαθῶς, ἀλλ᾽ ἐλεοῦντας καὶ κατακαμπτομένους, ἐπικλωμένους καὶ συναλγοῦντας τοῖς δεομένοις. Διὰ τοῦτο γὰρ καὶ ἡ ἐλεημοσύνη παρὰ τοῦ Θεοῦ νενομοθέτηται. Καὶ γὰρ ἠδύνατο τοὺς πένητας διατρέφειν ὁ Θεὸς καὶ χωρὶς τούτου, ἀλλ᾽ ἵνα ἡμᾶς εἰς τὴν ἀγάπην συνδήσῃ, καὶ ἵνα διαθερμαινώμεθα πρὸς ἀλλήλους, παρ᾽ ἡμῶν αὐτοὺς ἐκέλευσε τρέφεσθαι. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Κρείσσων λόγος ἀγαθὸς, ἢ δόσις· καὶ, Ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθός. Καὶ αὐτός φησιν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Ἐπειδὴ γὰρ ἔθος τούς τε εὐεργετουμένους φιλεῖν, τούς τε εὖ πάσχοντας πρὸς τοὺς εὐεργετοῦντας οἰκειότερον διακεῖσθαι, σύνδεσμον φιλίας ποιῶν, τοῦτο ἐνομοθέτησεν.

Ἀλλὰ τὸ ζητούμενον ἐκεῖνό ἐστι, πῶς, τοῦ Χριστοῦ ἀμφότερα ταῦτα τελειότητος εἶναι φήσαντος, οὗτος χωρὶς ἀγάπης ἀτελῆ ταῦτα εἶναί φησιν. Οὐκ ἀντιφθεγγόμενος αὐτῷ, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα αὐτῷ συνᾴδων. Καὶ γὰρ ἐπὶ τοῦ πλουσίου οὐχ ἁπλῶς εἶπε. Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἀλλ᾽ ἐπήγαγε, Καὶ δεῦρο ἀκολούθει μοι. Ἡ δὲ ἀκολούθησις αὐτοῦ οὐδένα οὕτω μαθητὴν ἀποδείκνυσι τοῦ Χριστοῦ, ὡς τὸ ἀλλήλους ἀγαπᾷν.

Ἐν γὰρ τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Καὶ ὅταν δὲ λέγῃ, Ὃς ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν· καὶ, Ὃς ἂν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· οὐ τοῦτό φησιν, ὅτι οὐ δι᾽ ἀγάπην, ἀλλὰ τὸν μισθὸν τὸν ἀποκείμενον τοῖς πόνοις τούτοις δηλοῖ· ἐπεὶ ὅτι μετὰ τοῦ μαρτυρίου καὶ τοῦτο ζητεῖ, ἀλλαχοῦ σφόδρα αὐτὸ ᾐνίξατο, οὕτως εἰπών· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τουτέστι, Μαρτυρήσετε, σφαγήσεσθε ὑπὲρ ἐμοῦ· τὸ δὲ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐχ ὥς τινων καθημένων ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, ἀλλὰ τὴν ἀνωτάτω λέγων προεδρίαν τε καὶ τιμὴν, οὐκ ἔστιν ἐμὸν δοῦναι, φησὶν, ἀλλ᾽ οἷς ἡτοίμασται. Εἶτα δεικνὺς τίσιν ἡτοίμασται, καλέσας αὐτοὺς, φησίν· Ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων ὑμῶν διάκονος· ταπεινοφροσύνην δηλῶν καὶ ἀγάπην. Ἀγάπην δὲ ἐπιτεταμένην ἀπαιτεῖ. Διὰ δὴ τοῦτο οὐδὲ μέχρι τούτου ἔστη, ἀλλ᾽ ἐπήγαγεν· Ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν· δεικνὺς ὅτι οὕτω δεῖ φιλεῖν, ὡς καὶ σφάττεσθαι ὑπὲρ τῶν ἀγαπωμένων· τοῦτο γὰρ μάλιστα αὐτόν ἐστι φιλεῖν. Διὸ καὶ τῷ Πέτρῳ φησὶν, Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου.

Καὶ ἵνα μάθητε ὅσον ἐστὶ τὸ κατόρθωμα, ὑπογράψωμεν αὐτὴν τῷ λόγῳ, ἐπειδὴ τοῖς πράγμασιν αὐτὴν οὐχ ὁρῶμέν που φαινομένην, καὶ ἐννοήσωμεν, ὡς εἰ πανταχοῦ μετὰ δαψιλείας ἦν αὕτη, πόσα ἂν ἐγένετο ἀγαθά. Οὔτε γὰρ νόμων οὔτε δικαστηρίων ἔδει, οὐ κολάσεων, οὐ τιμωριῶν, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός. Εἰ γὰρ ἅπαντες ἠγάπων καὶ ἠγαπῶντο, οὐδὲν ἂν ἠδίκησεν οὐδεὶς, ἀλλὰ καὶ φόνοι καὶ μάχαι καὶ πόλεμοι καὶ στάσεις καὶ ἁρπαγαὶ καὶ πλεονεξίαι καὶ πάντα ἂν ἐκποδὼν ἐγεγόνει τὰ πονηρὰ, καὶ μέχρις ὀνόματος ἂν ἠγνοήθη ἡ κακία. Τὰ μέντοι σημεῖα οὐκ ἂν τοῦτο εἰργάσατο, ἀλλὰ καὶ εἰς κενοδοξίαν ἐπαίρει τοὺς μὴ προσέχοντας καὶ ἀπόνοιαν, ϛʹ. Καὶ τὸ δὴ θαυμαστὸν τῆς ἀγάπης, ὅτι τὰ μὲν ἄλλα ἀγαθὰ ἔχει παρεζευγμένα τὰ κακά· οἷον ὁ ἀκτήμων φυσᾶται πολλάκις διὰ τοῦτο, ὁ λέγειν εἰδὼς καὶ δοξομανίαν νοσεῖ, ὁ ταπεινόφρων δι᾽ αὐτὸ τοῦτο πολλάκις κατὰ τὸ συνειδὸς μέγα φρονεῖ· ἡ δὲ ἀγάπη πάσης τῆς τοιαύτης ἀπήλλακται λύμης· κατὰ γὰρ τοῦ ἀγαπωμένου οὐκ ἄν τις ἐπαρθείη ποτέ. Καὶ μή μοι θῇς ἕνα ἀγαπῶντα, ἀλλὰ πάντας ὁμοίως, καὶ τότε αὐτῆς ὄψει τὴν ἀρετήν· μᾶλλον δὲ, εἰ βούλει, πρῶτον ἕνα ἀγαπώμενον καὶ ἕνα φιλοῦντα τίθει, φιλοῦντα μέντοι, ὡς φιλεῖν ἄξιον. Τὴν γὰρ γῆν οὕτως ὡς τὸν οὐρανὸν οἰκήσει, πανταχοῦ γαλήνης ἀπολαύων, καὶ μυρίους ἑαυτῷ πλέκων στεφάνους.

Ὁ γὰρ τοιοῦτος καὶ φθόνου καὶ ὀργῆς καὶ βασκανίας καὶ ἀπονοίας καὶ κενοδοξίας καὶ πονηρᾶς ἐπιθυμίας καὶ παντὸς ἔρωτος ἀτόπου καὶ παντὸς νοσήματος καθαρεύουσαν διατηρήσει τὴν ἑαυτοῦ ψυχήν. Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν τις ἐργάσαιτό τι κακὸν, οὕτως οὐδὲ τοὺς πλησίον οὗτος. Τοιοῦτος δὲ ὢν, μετ᾽ αὐτοῦ στήσεται τοῦ Γαβριὴλ ἐπὶ τῆς γῆς βαδίζων. Καὶ ὁ μὲν ἀγάπην ἔχων τοιοῦτος· ὁ δὲ σημεῖα ποιῶν, καὶ γνῶσιν ἔχων ἀπηρτισμένην, ταύτης ἄνευ, κἂν μυρίους ἐγείρῃ νεκροὺς, οὐδὲν μέγα ὀνήσει, πάντων ἀπεῤῥηγμένος καὶ οὐδενὶ τῶν συνδούλων ἀναμιγνύναι ἑαυτὸν ἀνεχόμενος.

Διὰ δὴ τοῦτο καὶ ὁ Χριστὸς τῆς εἰς αὐτὸν ἀκριβοῦς ἀγάπης σημεῖον ἔφησεν εἶναι, τὸ τὸν πλησίον φιλεῖν. Εἰ γὰρ φιλεῖς με, φησὶν, ὦ Πέτρε, τούτων πλέον, ποίμαινε τὰ πρόβατά μου. Εἶδες πῶς καὶ ἐντεῦθεν πάλιν ᾐνίξατο, ὅτι μαρτυρίου μεῖζον τοῦτο, Καὶ γὰρ εἰ παῖδά τις εἶχεν ἀγαπητὸν, καὶ ὑπὲρ οὗ καὶ τὴν ψυχὴν ἂν ἐπέδωκεν, εἶτά τις τὸν μὲν πατέρα ἐφίλει, τῷ δὲ παιδὶ μηδ᾽ ὅλως προσεῖχε, σφόδρα ἂν παρώξυνε τὸν πατέρα, καὶ οὐκ ἂν ᾔσθετο τῆς οἰκείας ἀγάπης διὰ τὴν τοῦ παιδὸς ὑπεροψίαν. Εἰ δὲ ἐπὶ πατρὸς καὶ παιδὸς τοῦτο συμβαίνει, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· καὶ γὰρ πατέρων ἁπάντων ἐστὶ φιλοστοργότερος ὁ Θεός. Διὰ δὴ τοῦτο εἰπὼν, Πρώτη καὶ μεγάλη ἐντολὴ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐπήγαγε, Δευτέρα δὲ, καὶ οὐκ ἐσίγησεν, ἀλλὰ προσέθηκεν, Ὁμοία αὐτῆς, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Καὶ ὅρα πῶς μετὰ τῆς αὐτῆς σχεδὸν ὑπερβολῆς ἀπαιτεῖ καὶ ταύτην. Περὶ μὲν γὰρ τοῦ Θεοῦ φησιν, Ἐξ ὅλης καρδίας σου· περὶ δὲ τοῦ πλησίον σου, Ὡς ἑαυτὸν, ὅπερ ἴσον ἐστὶ τῷ, Ἐξ ὅλης τῆς καρδίας σου. Καὶ γὰρ εἰ μετὰ ἀκριβείας τοῦτο ἐφυλάττετο, οὐ δοῦλος, οὐκ ἐλεύθερος ἦν, οὐκ ἄρχων, οὐκ ἀρχόμενος, οὐ πλούσιος, οὐ πένης, οὐ μικρὸς, οὐ μέγας, οὐ διάβολος ἂν ἐγνώσθη ποτέ· οὐ λέγω, Οὗτος, ἀλλ᾽ εἰ καὶ ἕτερος τοιοῦτος, μᾶλλον δὲ εἰ καὶ ἑκατὸν, καὶ μυρίοι τοιοῦτοι ἦσαν, οὐδὲν ἂν ἴσχυσαν ἐκείνης οὔσης.

Μᾶλλον γὰρ χόρτος ἤνεγκε πυρὸς ἐπαγωγὴν, ἢ φλόγα ἀγάπης ὁ διάβολος. Αὕτη τείχους ἰσχυροτέρα, αὕτη ἀδάμαντος στεῤῥοτέρα· κἂν ἑτέραν ταύτης ἰσχυροτέραν εἴπῃς ὕλην, πάντα ὑπερβάλλει τῆς ἀγάπης ἡ στεῤῥότης. Ταύτην οὐ πλοῦτος, οὐ πενία νικᾷ· μᾶλλον δὲ οὐδ᾽ ἂν ἦν πενία, οὐκ ἀμετρία πλούτου, εἰ ἀγάπη ἦν, ἀλλὰ τὰ ἐξ ἑκατέρων ἀγαθὰ μόνον. Καὶ γὰρ τὴν ἐξ ἐκείνου ἀφθονίαν ἐκαρπωσάμεθα ἂν, καὶ τὴν ἐκ ταύτης ἀμεριμνίαν· καὶ οὔτε τοῦ πλούτου τὰς φροντίδας, οὔτε τῆς πενίας τὸ δέος ὑπεμείναμεν ἄν. Καὶ τί λέγω τὰ ἐξ αὐτῆς κέρδη;

Αὐτὸ γὰρ καθ᾽ ἑαυτὸ τὸ φιλεῖν ἐννόησον ἡλίκον ἐστὶ, πόσην φέρει τὴν εὐφροσύνην, ἐν πόσῃ καθίστησι χάριτι τὴν ψυχὴν, ὃ μάλιστα αὐτῆς ἐστιν ἐξαίρετον. Τὰ μὲν γὰρ ἄλλα τῆς ἀρετῆς μέρη συνεζευγμένον ἔχει τὸν πόνον, οἷον νηστεία, σωφροσύνη, ἀγρυπνία, βασκανίαν, ἐπιθυμίαν, ὑπεροψίαν· ἡ δὲ ἀγάπη μετὰ τοῦ κέρδους πολλὴν ἔχει καὶ τὴν ἡδονὴν, καὶ πόνον οὐδένα· καὶ καθάπερ μέλιττα ἀγαθὴ, τὰ πανταχόθεν συνάγουσα ἀγαθὰ, εἰς τὴν τοῦ φιλοῦντος κατατίθεται ψυχήν. Κἂν δουλεύῃ τις, ἡδίω τῆς ἐλευθερίας ἀποφαίνει τὴν δουλείαν. Ὁ γὰρ φιλῶν οὐχ οὕτως ἐπιτάττων. ὡς ἐπιταττόμενος χαίρει, καίτοι γε τὸ ἐπιτάττειν ἡδύ· ἀλλὰ μετατίθησιν αὕτη τῶν πραγμάτων τὴν φύσιν, καὶ πάντα ἐν χερσὶν ἔχουσα παραγίνεται τὰ ἀγαθὰ, πάσης μητρὸς ἠπιωτέρα, πάσης βασιλίδος εὐπορωτέρα, καὶ τὰ ἐπίπονα κοῦφα ποιεῖ καὶ ῥᾷστα, τὴν μὲν ἀρετὴν εὔκολον, τὴν δὲ κακίαν πικροτάτην ἡμῖν ἀποφαίνουσα. Σκόπει δέ· Τὸ δαπανᾷν λυπηρὸν εἶναι δοκεῖ καὶ ποιεῖ αὐτὸ αὕτη ἡδύ· τὸ λαμβάνειν τὰ ἑτέρων ἡδὺ, καὶ οὐκ ἀφίησιν αὐτὸ φαίνεσθαι ἡδὺ, ἀλλὰ φεύγειν ὡς μοχθηρὸν παρασκευάζει. Πάλιν τὸ κακῶς λέγειν, γλυκὺ πᾶσιν εἶναι δοκεῖ· αὕτη τοῦτο μὲν μικρὸν ἀποφαίνει, τὸ δὲ καλῶς λέγειν, ἡδύ· οὐδὲν γὰρ οὕτως, ὡς τὸν φιλούμενον ἐγκωμιάζειν, ἡμῖν ἡδύ.

Πάλιν ὁ θυμὸς ἔχει τινὰ ἡδονὴν, ἀλλ᾽ ἐνταῦθα οὐκέτι, ἀλλὰ πάντα αὐτοῦ τὰ νεῦρα ἀνῄρηται· κἂν λυπήσῃ τὸν φιλοῦντα ὁ ἀγαπώμενος, θυμὸς μὲν οὐδαμοῦ φαίνεται, δάκρυα δὲ καὶ παρακλήσεις, καὶ ἱκετηρίαι· τοσοῦτον ἀπέχει τοῦ παροξυνθῆναι. Κἂν ἴδῃ ἁμαρτάνοντα, πενθεῖ καὶ ὀδυνᾶται· ἀλλὰ καὶ ἡ ὀδύνη αὕτη ἡδονὴν φέρει. Τῆς γὰρ ἀγάπης καὶ τὰ δάκρυα καὶ ἡ λύπη γέλωτος παντὸς ἡδίω καὶ χαρᾶς. Οὐχ οὕτω γοῦν ἀναπαύονται οἱ γελῶντες, ὡς οἱ ὑπὲρ φίλων κλαίοντες· κἂν ἀπιστῇς, ἐπίσχες αὐτῶν τὰ δάκρυα, καὶ ὡς τὰ ἀνήκεστα παθόντες, οὕτω δυσχεραίνουσιν. Ἀλλ᾽ ἡδονὴν ἔχει, φησὶν, ἄτοπον τὸ φιλεῖν. Ἄπαγε, καὶ εὐφήμει, ἄνθρωπε· οὐδὲν γὰρ οὕτως ἡδονῆς καθαρεύει τοιαύτης, ὡς ἀγάπη γνησία.

ζʹ. Μὴ γάρ μοι ταύτην εἴπῃς τὴν δημώδη καὶ ἀγοραῖον, καὶ νόσον μᾶλλον ἢ ἀγάπην οὖσαν, ἀλλὰ ταύτην ἣν ὁ Παῦλος ἐπιζητεῖ, τὴν τὸ συμφέρον τῶν ἀγαπωμένων σκοποῦσαν, καὶ ὄψει ὅτι πατέρων οὗτοι φιλοστοργότεροι. Καὶ ὥσπερ οἱ χρήματα φιλοῦντες οὐκ ἂν ἕλοιντο δαπανῆσαι χρήματα, ἀλλ᾽ ἥδιον ἂν ἐν στενοχωρίᾳ γενέσθαι, ἢ ἐκεῖνα ἰδεῖν ἐλαττούμενα· οὕτω καὶ ὁ πρός τινα ἡδέως ἔχων, μυρία ἂν ἕλοιτο παθεῖν, ἢ τὸν ἀγαπώμενον καταβλαπτόμενον ἰδεῖν.

Πῶς οὖν, φησὶ, τὸν Ἰωσὴφ ἡ Αἰγυπτία φιλοῦσα, καθυβρίσαι ἠθέλησεν; Ὅτι ταύτην ἐφίλει τὴν ἀγάπην τὴν διαβολικήν. Ὁ μέντοι Ἰωσὴφ οὐ ταύτην, ἀλλ᾽ ἣν ὁ Παῦλος ζητεῖ. Ἐννόησον οὖν ὅσης ἀγάπης αὐτοῦ τὰ ῥήματα ἦν, καὶ τὰ πράγματα ἃ ἐκείνη ἔλεγε· Καθύβρισόν με καὶ ποίησον μοιχαλίδα, καὶ τὸν ἄνδρα ἀδίκησον, καὶ τὴν οἰκίαν ἀνάτρεψον ἅπασαν, καὶ σαυτὸν τῆς πρὸς τὸν Θεὸν ἔκβαλε παῤῥησίας· ἅπερ οὐ μόνον ἐκεῖνον, ἀλλ᾽ οὐδὲ ἑαυτὴν φιλούσης ἦν. Οὗτος δὲ ἐπειδὴ γνησίως ἐφίλει, τούτων πάντων ἀπῆγε. Καὶ ἵνα μάθῃς ὅτι αὐτῆς ἐκήδετο, ἐκ τῆς παραινέσεως αὐτὸ κατάμαθε. Οὐ γὰρ ἀπώσατο μόνον αὐτὴν, ἀλλὰ καὶ παραίνεσιν εἰσήγαγε πᾶσαν δυναμένην σβέσαι πυράν. Εἰ γὰρ ὁ κύριός μου, φησὶν, οὐ γινώσκει δι᾽ ἐμὲ οὐδὲν τῶν ἐν τῷ οἴκῳ αὐτοῦ. Εὐθέως αὐτὴν ἀνέμνησε τοῦ ἀνδρὸς, ἵνα ἐντρέψῃ.

Καὶ οὐκ εἶπεν, Ὁ ἀνήρ σου, ἀλλ᾽ Ὁ κύριός μου, ὃ μᾶλλον ἱκανὸν ἦν αὐτὴν κατασχεῖν, καὶ πεῖσαι ἐννοῆσαι τίς οὖσα τίνος ἐρᾷ, ὅτι δέσποινα οὖσα, δούλου. Εἰ γὰρ ἐκεῖνος κύριος, καὶ σὺ κυρία. Αἰσχύνθητι τοίνυν τὴν πρὸς τὸν δοῦλον ὁμιλίαν, καὶ ἐννόησον τίνος οὖσα γυνὴ, τίνι βούλει συμπλακῆναι, καὶ περὶ τίνα ἀχάριστος γίνῃ καὶ ἀγνώμων, καὶ ὅτι ἐγὼ πλείονα αὐτῷ ἀπονέμω εὔνοιαν. Καὶ ὅρα πῶς ἐπαίρει αὐτοῦ τὰς εὐεργεσίας. Ἐπειδὴ γὰρ οὐδὲν τῶν ὑψηλῶν ἐννοῆσαι ἠδύνατο ἡ βάρβαρος ἐκείνη καὶ ἀκόλαστος, ἀπὸ τῶν ἀνθρωπίνων αὐτὴν ἐντρέπει λέγων· Οὐ γινώσκει δι᾽ ἐμὲ οὐδέν· τουτέστιν, Εὐεργετεῖ με μεγάλα, καὶ οὐ δύναμαι τὸν προστάτην ἐν τοῖς κυρίοις πλῆξαι. Ἐμὲ δεύτερον ἐποίησε δεσπότην τῆς οἰκίας, καὶ, Οὐδεὶς ὑπεξῄρηταί μου, πλὴν σοῦ. Ἐνταῦθα ἐπαίρει αὐτῆς τὸ φρόνημα, ἵνα κἂν οὕτως αἰσχυνθῆναι παρασκευάσῃ, καὶ δείξῃ μεγάλην οὖσαν τὴν τιμήν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπήγαγεν ὄνομα ἱκανὸν αὐτὴν κατασχεῖν, λέγων· Διὰ τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο; Ἀλλὰ τί λέγεις; ὅτι οὐ πάρεστιν ὁ ἀνὴρ, οὐδὲ οἶδεν ὅτι ἀδικεῖται; Ἀλλ᾽ ὁ Θεὸς ἐπόψεται. Ἀλλ᾽ οὐκ ἐκέρδανεν οὐδὲν ἀπὸ τῆς συμβουλῆς ἐκείνη, ἀλλ᾽ ἐπεσπάσατο αὐτόν. Τὴν γὰρ οἰκείαν μανίαν πληρῶσαι βουλομένη, οὐ φιλοῦσα τὸν Ἰωσὴφ, ταῦτα ἔπραττε· καὶ δῆλον ἐξ ὧν μετὰ ταῦτα ἐποίησε.

Καὶ γὰρ δικαστήριον καθίζει, καὶ κατηγορίαν εἰσάγει, καὶ τὰ ψευδῆ καταμαρτυρεῖ, καὶ ἐκδίδωσι θηρίῳ τὸν οὐδὲν ἠδικηκότα, καὶ εἰς δεσμωτήριον ἐμβάλλει· μᾶλλον δὲ, τό γε αὐτῆς μέρος, καὶ ἀνεῖλεν· οὕτω τὸν δικαστὴν καθώπλισε. Τί οὖν; ἆρα καὶ Ἰωσὴφ τοιοῦτος; Τοὐναντίον μὲν οὖν ἅπαν· οὔτε γὰρ ἀντεῖπεν, οὔτε κατηγόρησε τῆς γυναικός. Ἠπιστήθη γὰρ ἂν, φησί. Καὶ μὴν σφόδρα ἐφιλεῖτο, καὶ δῆλον οὐκ ἀπὸ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ τέλους.

Εἰ γὰρ μὴ σφόδρα αὐτὸν βάρβαρος ἐκεῖνος ἐφίλει, κἂν ἀπέκτεινε σιγῶντα καὶ οὐδὲν ἀντιλέγοντα. Καὶ γὰρ Αἰγύπτιος ἦν, καὶ ἄρχων, καὶ περὶ εὐνὴν ἠδικημένος, ὡς ἐνόμιζε, καὶ παρὰ οἰκέτου, καὶ οἰκέτου τοιαῦτα εὐεργετηθέντος. Ἀλλ᾽ ἐνίκησε ταῦτα πάντα ὁ πόθος καὶ ἡ χάρις, ἣν ὁ Θεὸς αὐτοῦ κατέχεε.

Μετὰ δὲ τῆς χάριτος καὶ τῆς ἀγάπης ταύτης καὶ τεκμήρια εἶχεν οὐ μικρὰ, εἰ δικαιολογεῖσθαι ἐβούλετο, αὐτὰ τὰ ἱμάτια. Εἰ γὰρ αὐτὴ ἦν ἡ βιασθεῖσα, τὸν χιτῶνα αὐτῆς περιεῤῥῆχθαι ἔδει, τὴν ὄψιν κατεσπαράχθαι, οὐ τὰ ἐκείνου κατέχειν ἱμάτια. Ἀλλ᾽ ἤκουσε, φησὶν, ὅτι ὕψωσα τὴν φωνὴν, καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ, ἀπῆλθε. Τίνος οὖν ἕνεκεν καὶ ἀπέδυσας; τί γὰρ παθούσῃ βίαν ἀγαπητὸν ἦν;

Τὸ ἀπαλλαγῆναι τοῦ ἐνοχλοῦντος. Ἐγὼ δὲ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐκ τῶν μετὰ ταῦτα δεῖξαι δυνήσομαι αὐτοῦ τὴν εὔνοιαν καὶ τὴν ἀγάπην. Καὶ γὰρ ὅτε εἰς ἀνάγκην ἐνέπεσε τοῦ τὴν αἰτίαν εἰπεῖν τοῦ δεσμωτηρίου καὶ τῆς ἐκεῖ διατριβῆς, οὐδὲ τότε ἐξεῖπε τὸ δρᾶμα, ἀλλὰ τί φησι; Καὶ ἐγὼ οὐκ ἐποίησα οὐδὲν, ἀλλὰ κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων· καὶ οὐδαμοῦ μέμνηται τῆς μοιχαλίδος, οὐδὲ καλλωπίζεται ἐπὶ τῷ πράγματι, ὃ πᾶς τις οὖν ἂν ἔπαθεν, εἰ καὶ μὴ φιλοτιμίας ἕνεκεν, ἀλλ᾽ ὥστε μὴ δόξαι πονηρᾶς ἕνεκεν αἰτίας εἰς τὸ οἴκημα ἐμβεβλῆσθαι ἐκεῖνο.

Εἰ γὰρ καὶ ἁμαρτάνοντες ἄνθρωποι, οὐδὲ οὕτως ἀπέχονται τοῦ ταῦτα ἐγκαλεῖν, καίτοι γε αἰσχύνην τοῦ πράγματος φέροντος, πῶς οὐκ ἄξιον θαυμάσοι ἐκεῖνον, ὅτι καὶ καθαρὸς ὢν οὐκ εἶπε τὸν ἔρωτα τῆς γυναικὸς, οὐδὲ ἐξεπόμπευσε τὴν ἁμαρτίαν, οὐδὲ ἡνίκα ἐπὶ τὸν θρόνον ἀνέβη καὶ τῆς Αἰγύπτου πάσης ἐγένετο βασιλεὺς, ἐμνησικάκησε τῇ γυναικὶ, οὐδὲ ἀπῄτησε δίκην;

ηʹ. Εἶδες πῶς αὐτὸς μὲν ἐκήδετο, ἐκείνη δὲ οὐκ ἐφίλει, ἀλλ᾽ ἐμαίνετο; Οὐ γὰρ τὸν Ἰωσὴφ ἐφίλει, ἀλλὰ τὴν ἀκολασίαν πληρῶσαι ἐβούλετο· καὶ αὐτὰ δὲ τὰ ῥήματα εἴ τις ἐξετάσειεν ἀκριβῶς, μετὰ θυμοῦ καὶ πολλοῦ φόνου. Τί γάρ φησιν; Εἰσήγαγες παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν, ὀνειδίζουσα τὴν εὐεργεσίαν τῷ ἀνδρί· καὶ τὰ ἱμάτια ἐπεδείκνυ, θηρίου παντὸς ἀγριωτέρα γενομένη. Ἀλλ᾽ οὐκ ἐκεῖνος οὕτω. Καὶ τί λέγω τὴν πρὸς ταύτην εὔνοιαν, ὅπου γε καὶ πρὸς τοὺς ἀνελόντας ἀδελφοὺς τοιοῦτος ἦν, καὶ οὐδὲ περὶ ἐκείνων οὐδέν ποτε εἶπε δυσχερὲς, οὐκ ἔνδον, οὐκ ἔξω; Διὰ τοῦτο ὁ Παῦλος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων ταύτην εἶναί φησι, καὶ σημείων καὶ τῶν ἄλλων χαρισμάτων προτίθησιν. Ὥσπερ γὰρ χρυσῶν μὲν ἱματίων ὄντων καὶ ὑποδημάτων, δεόμεθα καὶ ἑτέρου τινὸς ἐνδείγματος, ὥστε τὸν βασιλέα μαθεῖν· ἂν δὲ τὴν ἁλουργίδα ἴδωμεν καὶ τὸ διάδημα, οὐδὲν ἕτερον ἐπιζητοῦμεν τῆς βασιλείας ἰδεῖν σημεῖον· οὕτω δὴ καὶ ἐνταῦθα. Ὅταν τὸ τῆς ἀγάπης ἐπίκειται διάδημα, ἀρκεῖ δεῖξαι τοῦ Χριστοῦ τὸν ἀκριβῆ μαθητὴν, οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ τοῖς ἀπίστοις.

Ἐν τούτῳ γὰρ, φησὶ, γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὥστε τὸ σημεῖον τοῦτο σημείων ἁπάντων μεῖζον, εἴ γε ἐν αὐτῷ γνωρίζεται ὁ μαθητής. Κἂν γὰρ μυρία ποιῶσί τινες σημεῖα, στασιάζωσι δὲ πρὸς ἀλλήλους, καταγέλαστοι τοῖς ἀπίστοις ἔσονται· ὥσπερ κἂν μηδὲν ποιῶσι σημεῖον, ἀγαπῶσι δὲ ἀλλήλους ἀκριβῶς, καὶ αἰδέσιμοι καὶ ἀχείρωτοι πᾶσιν ὄντες διαμένουσιν. Ἐπεὶ καὶ Παῦλον διὰ τοῦτο θαυμάζομεν, οὐ διὰ τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐδὲ διὰ τοὺς λεπροὺς οὓς ἐκαθάρισεν, ἀλλ᾽ ἐπειδὴ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Κἂν γὰρ μυρία πρὸς ταῦτα θῇς σημεῖα, οὐδὲν ἴσον ἐρεῖς· ἐπεὶ καὶ αὐτὸς μισθὸν ἀποκεῖσθαι μέγαν ἔφησεν αὐτῷ, οὐκ ἐπειδὴ σημεῖα ἐποίει, ἀλλ᾽ ἐπειδὴ τοῖς ἀσθενοῦσι γέγονεν ὡς ἀσθενής.

Τίς γάρ μού ἐστι, φησὶν, ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος, ἀδάπανον θήσω τὸ Εὐαγγέλιον. Καὶ ὅταν τῶν ἀποστόλων ἑαυτὸν προτιθῇ, οὐ λέγει, Περισσότερα αὐτῶν σημεῖα ἐποίησα· ἀλλὰ, Περισσότερον αὐτῶν ἐκοπίασα. Καὶ λιμῷ δὲ διὰ τοῦτο ἐβούλετο ἀποθανεῖν διὰ τὴν σωτηρίαν τῶν μαθητῶν· Καλὸν γάρ μοι μᾶλλον, φησὶν, ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ· οὐκ ἐπειδὴ ἐκαυχᾶτο αὐτὸς, ἀλλ᾽ ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτοῖς. Οὐδαμοῦ γὰρ οἶδε καυχᾶσθαι ἐπὶ τοῖς αὑτοῦ κατορθώμασι, μὴ καλοῦντος καιροῦ, ἀλλὰ κἂν ἀναγκασθῇ, ἄφρονα ἑαυτὸν καλεῖ.

Εἰ δέ ποτε καὶ καυχᾶται, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν τῷ σφοδρῶς συναλγεῖν τοῖς ἐπηρεαζομένοις· ὥσπερ οὖν καὶ ἐνταῦθά φησι, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Ταῦτα καὶ κινδύνων μείζω τὰ ῥήματα· διὸ καὶ ὕστερον αὐτὰ τίθησιν, αὔξων τὸν λόγον. Τίνος οὖν ἂν εἴημεν ἄξιοι ἡμεῖς πρὸς ἐκεῖνον ἐξεταζόμενοι, οἱ μήτε χρημάτων καταφρονοῦντες δι᾽ ἡμᾶς αὐτοὺς, μήτε τὰ περιττὰ προϊέμενοι τῶν ὄντων; Ἀλλ᾽ οὐκ ἐκεῖνος οὕτως, ἀλλὰ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπεδίδου, ἵνα οἱ λιθάσαντες αὐτὸν καὶ ῥαπίσαντες, βασιλείας ἐπιτύχωσιν. Οὕτω γάρ με, φησὶν, ἀγαπᾷν ἐδίδαξεν ὁ Χριστὸς, ὁ τὴν καλὴν ἐντολὴν καταλιπὼν τὴν περὶ τῆς ἀγάπης, καὶ ἣν αὐτὸς διὰ τῶν ἔργων ἐπλήρωσε.

Καὶ γὰρ βασιλεὺς τῶν ὅλων τυγχάνων, καὶ τῆς μακαρίας ἐκείνης φύσεως ὢν, ἀνθρώπους, οὓς ἐξ οὐκ ὄντων ἐποίησε, καὶ οὓς μυρία εὐηργέτησε, τούτους ὑβρίζοντας καὶ διαπτύοντας οὐκ ἀπεστράφη, ἀλλὰ καὶ ἄνθρωπος ἐγένετο δι᾽ αὐτοὺς, καὶ συνανεστράφη πόρναις καὶ τελώναις, καὶ τοὺς δαιμονῶντας ἰάσατο, καὶ τὸν οὐρανὸν ἐπηγγείλατο. Καὶ μετὰ ταῦτα πάντα λαβόντες αὐτὸν ἐῤῥάπισαν, ἔδησαν, ἐμαστίγωσαν, κατεγέλασαν, τέλος ἐσταύρωσαν. Καὶ οὐδὲ οὕτως ἀπεστρέφετο, ἀλλὰ καὶ ἄνω ὢν ἐν τῷ σταυρῷ, φησί· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τὸν δὲ πρὸ τούτου κατηγοροῦντα λῃστὴν καὶ εἰς παράδεισον εἰσήγαγε, καὶ τὸν διώκτην Παῦλον ἀπόστολον ἐποίησε, καὶ τοὺς οἰκείους τοὺς αὐτοῦ καὶ ἀνακειμένους αὐτῷ μαθητὰς εἰς θάνατον ἐξεδίδου διὰ τοὺς σταυρώσαντας αὐτὸν Ἰουδαίους. Ταῦτ᾽ οὖν ἅπαντα παρ᾽ ἑαυτοῖς συλλέγοντες τὰ τοῦ Θεοῦ, τὰ τῶν ἀνθρώπων, ζηλώσωμεν ταῦτα τὰ κατορθώματα, καὶ τὴν χαρισμάτων ἁπάντων ἀνωτέραν κτησώμεθα ἀγάπην, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

ΟΜΙΛΙΑ ΛΓʹ. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται. αʹ. Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητείας καὶ γλωσσῶν καὶ χαρισμάτων καὶ ἰαμάτων καὶ βίου ἄκρου καὶ μαρτυρίου ταύτης ἀπούσης οὐδὲν ὄφελος μέγα, ἀναγκαίως λοιπὸν ὑπογράφει τὸ κάλλος αὐτῆς τὸ ἀμήχανον, καθάπερ τισὶ χρώμασι τοῖς μέρεσι τῆς ἀρετῆς τὴν εἰκόνα αὐτῆς κατακοσμῶν, καὶ τὰ μέλη αὐτῆς συντιθεὶς μετὰ ἀκριβείας ἅπαντα. Ἀλλὰ μὴ παραδράμῃς, ἀγαπητὲ, τὰ λεγόμενα, ἀλλ᾽ ἕκαστον αὐτῶν μετὰ πολλῆς ἐξέταζε τῆς ἐπιμελείας, ἵνα καὶ τοῦ πράγματος εἰδῇς τὸν θησαυρὸν, καὶ τοῦ ζωγράφου τὴν τέχνην. Σκόπει γοῦν πόθεν εὐθέως ἤρξατο, καὶ τί τέθεικε πρῶτον τὸ πάντων αἴτιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Μακροθυμία· αὕτη τῆς φιλοσοφίας ἡ ῥίζα πάσης. Διὸ καί τις σοφὸς ἔλεγε· Μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. Καὶ πόλει δὲ παραβαλὼν καὶ αὐτῇ ἰσχυρᾷ, ἀσφαλεστέραν αὐτὴν ἔφησεν ἐκείνης εἶναι.

Καὶ γὰρ ὅπλον ἐστὶν ἄμαχον, καὶ πύργος τις ἀῤῥαγὴς, πάντα διακρουομένη ῥᾳδίως τὰ λυπηρά. Καὶ καθάπερ εἰς ἄβυσσον σπινθὴρ ἐμπεσὼν ἐκείνην μὲν οὐδὲν παρέβλαψεν, αὐτὸς δὲ ἐσβέσθη ῥᾳδίως· οὕτως εἰς μακρόθυμον ψυχὴν ὅπερ ἂν ἐμπέσῃ τῶν ἀδοκήτων, τοῦτο μὲν ἀφανίζεται ῥᾳδίως, ἐκείνην δὲ οὐ ταράττει. Καὶ γὰρ πάντων στεῤῥότερον μακροθυμία· κἂν στρατόπεδα εἴπῃς, κἂν χρήματα, κἂν ἵππους, κἂν τείχη, κἂν ὅπλα, κἂν ὁτιοῦν, οὐδὲν ἴσον μακροθυμίας ἐρεῖς. Ὁ μὲν γὰρ ἐκεῖνα περιβεβλημένος, ὑπὸ θυμοῦ κρατηθεὶς πολλάκις, καθάπερ μειράκιον εὐτελὲς, περιτρέπεται, καὶ πάντα θορύβου πληροῖ καὶ ζάλης· οὗτος δὲ ὥσπερ ἐν λιμένι καθήμενος, βαθείας ἀπολαύει γαλήνης· κἂν ζημίᾳ περιβάλῃς, οὐκ ἐκίνησας τὴν πέτραν, κἂν ὕβριν ἐπαγάγῃς, οὐκ ἔσεισας τὸν πύργον, κἂν πληγὰς προστρίψῃς, οὐκ ἔπληξας τὸν ἀδάμαντα· καὶ γὰρ μακρόθυμος διὰ τοῦτο λέγεται, ἐπειδὴ μακράν τινα καὶ μεγάλην ἔχει ψυχήν· τὸ γὰρ μακρὸν, καὶ μέγα λέγεται. Ἀλλὰ τοῦτο τὸ καλὸν ἀπὸ τῆς ἀγάπης φύεται, καὶ τοῖς κεκτημένοις καὶ τοῖς ἀπολαύουσι πολλὴν παρέχον τὴν ὠφέλειαν. Μὴ γάρ μοι τοὺς ἀπεγνωσμένους εἴπῃς, οἳ ποιοῦντες κακῶς καὶ μὴ πάσχοντες κακῶς, χείρους γίνονται. Ἐνταῦθα γὰρ οὐ παρὰ τὴν μακροθυμίαν τούτου, ἀλλὰ παρ᾽ ἐκείνους τοὺς οὐκ εἰς δέον αὐτῇ χρωμένους τοῦτο συμβαίνει.

Μὴ τοίνυν μοι τούτους εἴπῃς, ἀλλὰ τοὺς ἐπιεικεστέρους, οἳ μεγάλα ἐντεῦθεν κερδαίνουσιν. Ὅταν γὰρ κακῶς ποιήσαντες μὴ πάθωσι κακῶς, τὴν πραΰτητα τοῦ παθόντος θαυμάσαντες, μεγίστην ἐντεῦθεν καρποῦνται φιλοσοφίας διδασκαλίαν. Αὐτὸς δὲ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ τὰ ἄλλα αὐτῆς ἐπάγει κατορθώματα, λέγων· Χρηστεύεται. Ἐπειδὴ γάρ τινές εἰσιν, οἳ τῇ μακροθυμίᾳ οὐκ εἰς τὴν οἰκείαν κέχρηνται φιλοσοφίαν, ἀλλ᾽ εἰς τὴν ἄμυναν τῶν παροξυνάντων, διαῤῥηγνύντες ἑαυτοὺς, φησὶν ὅτι οὐδὲ τοῦτο ἔχει τὸ ἐλάττωμα. Διὸ καὶ ἐπήγαγε, Χρηστεύεται.

Οὐ γὰρ ἐπὶ τῷ τὴν φλόγα ἀνάψαι τῶν ὑπὸ τῆς ὀργῆς ἐκκαιομένων ἠθικώτερον αὐτοῖς κέχρηνται, ἀλλ᾽ ἐπὶ τῷ καταπραῦναι καὶ κατασβέσαι· καὶ οὐ μόνον τῷ φέρειν γενναίως, ἀλλὰ καὶ τῷ θεραπεύειν καὶ παρακαλεῖν τὸ ἕλκος ἰῶνται καὶ τὸ τραῦμα θεραπεύουσι τοῦ θυμοῦ· Οὐ ζηλοῖ· Ἔστι γὰρ καὶ μακρόθυμόν τινα εἶναι καὶ βάσκανον, καὶ τούτῳ ἐκεῖνο διαφθείρεται τὸ κατόρθωμα. Ἀλλ᾽ αὕτη καὶ τοῦτο διέφυγεν. Οὐ περπερεύεται. Τουτέστιν, οὐ προπετεύεται· καὶ γὰρ συνετὸν ἐργάζεται τὸν ἀγαπῶντα καὶ βαρὺν καὶ βεβηκότα. Τῶν μὲν γὰρ αἰσχρῶς φιλούντων ἴδιον τὸ ἐλάττωμα τοῦτο· ὁ δὲ ταύτην εἰδὼς τὴν ἀγάπην, τούτων μάλιστα πάντων ἀπήλλακται.

Ὅταν γὰρ θυμὸς ἔνδον μὴ ᾖ, καὶ προπέτεια πᾶσα ἀνῄρηται καὶ ὕβρις. Καὶ γὰρ καθάπερ τις ἄριστος γεωργὸς ἔνδον ἐγκαθημένη τῇ ψυχῇ ἡ ἀγάπη, οὐκ ἀφίησιν οὐδὲν τούτων βλαστῆσαι τῶν ἀκανθῶν. Οὐ φυσιοῦται. Καὶ γὰρ ὁρῶμεν πολλοὺς ἐπ᾽ αὐτοῖς τούτοις τοῖς κατορθώμασι μέγα φρονοῦντας, οἷον ὅτι μή ἐστι βάσκανος μηδὲ πονηρὸς μηδὲ ὀλιγόψυχος μηδὲ προπετής. Οὐδὲ γὰρ πλούτῳ καὶ πενίᾳ παρυφέστηκε τὰ κακὰ ταῦτα μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς φύσει καλοῖς. Ἀλλ᾽ ἡ ἀγάπη μετὰ ἀκριβείας ἐκκαθαίρει πάντα. Σκόπει δέ· Ὁ μακρόθυμος οὐ πάντως καὶ χρηστός· ἂν δὲ μὴ ᾖ χρηστὸς, πονηρία τὸ πρᾶγμα γίνεται, καὶ κινδυνεύει εἰς μνησικακίαν ἐμπεσεῖν. Διὰ τοῦτο αὕτη τὸ φάρμακον δοῦσα, τὴν χρηστότητα λέγω, καθαρὰν διατηρεῖ τὴν ἀρετήν.

Πάλιν ὁ χρηστὸς πολλάκις εὔκολος γίνεται, ἀλλὰ καὶ τοῦτο αὕτη διορθοῦται· Ἡ ἀγάπη γὰρ, φησὶν, οὐ περπερεύεται, οὐ φυσιοῦται. Ὁ χρηστὸς καὶ μακρόθυμος ἀλαζονεύεται πολλάκις· ἀλλὰ καὶ ταύτην ἀναιρεῖ τὴν κακίαν.

βʹ. Καὶ θέα πῶς αὐτὴν οὐκ ἀφ᾽ ὧν ἔχει μόνον, ἀλλὰ καὶ ἀφ᾽ ὧν οὐκ ἔχει, κοσμεῖ. Καὶ γὰρ ἀρετὴν ἐπεισάγει, καὶ κακίαν ἐκκόπτει, φησὶ, μᾶλλον δὲ οὐδὲ ἀφίησι φῦναι τὴν ἀρχήν. Οὐδὲ γὰρ εἶπε, Ζηλοῖ μὲν, περιγίνεται δὲ τοῦ φθόνου, οὐδ᾽ ὅτι Ἀπονοεῖται μὲν, κολάζει δὲ τὸ πάθος, ἀλλ᾽ ὅτι Οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται· ὃ δὴ μάλιστά ἐστι θαυμαστὸν, ὅτι καὶ χωρὶς πόνων κατορθοῖ τὰ ἀγαθὰ, καὶ χωρὶς πολέμου καὶ παρατάξεως τὸ τρόπαιον ἵστησιν.

Οὐ γὰρ ἀφίησιν ἱδρῶσαι τὸν ἔχοντα, καὶ οὕτω τὸν στέφανον λαβεῖν, ἀλλ᾽ ἀπονητὶ κομίζει τὸ βραβεῖον αὐτῷ. Ἔνθα γὰρ οὐκ ἔστιν ἀντίπαλον πάθος τῷ σώφρονι λογισμῷ, τίς ἂν γένοιτο πόνος; Οὐκ ἀσχημονεῖ. Τί γὰρ λέγω, φησὶν, ὅτι οὐ φυσιοῦται, ὅπου γε τοσοῦτον ἀπέχει τοῦ πάθους, ὅτι καὶ τὰ ἔσχατα παθοῦσα διὰ τὸν ἀγαπώμενον, οὐδὲ ἀσχημοσύνην τὸ πρᾶγμα νομίζει; Οὐκ εἶπε πάλιν, ὅτι ἀσχημονεῖ μὲν, φέρει δὲ τὴν αἰσχύνην γενναίως, ἀλλ᾽ ὅτι οὐδὲ αἴσθησίν τινα λαμβάνει τῆς αἰσχύνης.

Εἰ γὰρ οἱ φιλοχρήματοι πάντα ὑπομένοντες τὰ ἐπονείδιστα τῆς καπηλείας ἕνεκεν ἐκείνης, οὐ μόνον οὐκ ἐγκαλύπτονται, ἀλλὰ καὶ ἀγάλλονται, πολλῷ μᾶλλον ὁ τὴν ἐπαινετὴν ταύτην ἔχων ἀγάπην, ὑπὲρ τῆς τῶν φιλουμένων ἀσφαλείας οὐδὲν ὁτιοῦν παραιτήσεται, καὶ οὐ μόνον οὐ παραιτήσεται, ἀλλ᾽ οὐδὲ πάσχων αἰσχύνεται· ἀλλ᾽ ἵνα μὴ ἀπὸ τοῦ πονηροῦ πράγματος τὸ παράδειγμα φέρωμεν, ἐξετάσωμεν ἐπὶ τοῦ Χριστοῦ τοῦτο αὐτὸ, καὶ τότε ὀψόμεθα τοῦ λεχθέντος τὴν δύναμιν. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἐνεπτύετο καὶ ἐῤῥαπίζετο παρὰ ἀνδραπόδων οἰκτρῶν· καὶ οὐ μόνον οὐκ ἐνόμιζεν ἀσχημονεῖν, ἀλλὰ καὶ ἠγάλλετο, καὶ δόξαν τὸ πρᾶγμα ἐκάλει· καὶ λῃστὴν καὶ ἀνδροφόνον μεθ᾽ ἑαυτοῦ πρὸ τῶν ἄλλων εἰς τὸν παράδεισον εἰσάγων, καὶ πόρνῃ διαλεγόμενος, καὶ ταῦτα τῶν περιεστώτων ἁπάντων ἐγκαλούντων, οὐκ ἐνόμιζε τὸ πρᾶγμα εἶναι αἰσχρὸν, ἀλλὰ καὶ φιλεῖν αὐτῇ τοὺς πόδας παρεῖχε τοὺς ἑαυτοῦ, καὶ βρέχειν τὸ σῶμα τοῖς δάκρυσι, καὶ ἀπομάσσειν ταῖς θριξί· καὶ ταῦτα ἐν μέσῳ θεάτρῳ τῶν ἐχθρῶν καὶ πολεμίων. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Διὰ τοῦτο καὶ πατέρες, κἂν ἁπάντων ὦσι φιλοσοφώτεροι καὶ ῥητορικώτεροι, οὐκ αἰσχύνονται τοῖς παισὶ συμψελλίζοντες· καὶ οὐδεὶς ἐγκαλεῖ τῶν ὁρώντων, ἀλλ᾽ οὕτω καλὸν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς καὶ εὐχῆς ἄξιον εἶναι.

Κἂν πονηροὶ γένωνται πάλιν, οὗτοι μένουσι διορθοῦντες, ἐπιμελόμενοι, συστέλλοντες αὐτῶν τὰ ὀνείδη, καὶ οὐκ αἰσχύνονται. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ, ἀλλὰ καθάπερ χρυσαῖς τισι πτέρυξι συγκαλύπτει πάντα τὰ ἁμαρτήματα τῶν ἀγαπωμένων.

Οὕτω καὶ τὸν Δαυῒδ ὁ Ἰωνάθαν ἐφίλει, καὶ ἀκούων τοῦ πατρὸς λέγοντος, Υἱὲ κορασίων αὐτομολούντων γυναικοτραφὲς, οὐκ ᾐσχύνετο, καίτοι γε πολλῆς αἰσχρότητος τὰ ῥήματα γέμει. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Υἱὲ πορνιδίων ἐπιμαινομένων ἀνδράσιν, ἐπιτρεχόντων τοῖς παριοῦσιν, ἐκνενευρισμένε καὶ μαλακὲ καὶ μηδὲν ἔχων ἀνδρὸς, ἀλλ᾽ ἐπ᾽ αἰσχύνῃ σου καὶ τῆς τεκούσης σε μητρὸς ζῶν. Τί οὖν; ἤλγησεν ἐπὶ τούτοις καὶ ἐνεκαλύψατο, καὶ ἀπέστη τοῦ φιλουμένου;

Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐκαλλωπίζετο τῷ φίλτρῳ· καίτοι γε ὁ μὲν βασιλεὺς ἦν τότε, καὶ βασιλέως υἱὸς ὁ Ἰωνάθαν, ὁ δὲ φυγὰς καὶ ἀλήτης ὁ Δαυΐδ. Ἀλλ᾽ οὐδὲ οὕτως ᾐσχύνετο αὐτοῦ τῇ φιλίᾳ· ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Καὶ γὰρ τὸ θαυμαστὸν αὐτῆς τοῦτό ἐστιν, ὅτι τὸν ὑβριζόμενον οὐ μόνον οὐκ ἀφίησιν ἀλγεῖν οὐδὲ δάκνεσθαι, ἀλλὰ καὶ χαίρειν παρασκευάζει.

Διὰ δὴ τοῦτο καὶ ἐκεῖνος μετὰ ταῦτα ἅπαντα, ὥσπερ στέφανον περικείμενος, οὕτως ἀπελθὼν περιεχύθη τῷ Δαυΐδ. Οὐ γὰρ οἶδε τί ποτέ ἐστιν αἰσχύνη ἡ ἀγάπη· διὰ τοῦτο καὶ φιλοτιμεῖται, ἐφ᾽ οἷς ἕτερος ἐγκαλύπτεται. Αἰσχύνη γὰρ τὸ μὴ εἰδέναι φιλεῖν, οὐ τὸ φιλοῦντα κινδυνεύειν καὶ πάντα ὑπομένειν ὑπὲρ τῶν φιλουμένων. Πάντα δὲ ὅταν εἴπω, μὴ νομίσῃς, καὶ τὰ ἐπιβλαβῆ λέγειν, οἷον εἴ τις λέγοι, νέῳ συμπράττειν εἰς ἐρωμένην, ἢ εἴ τις ἕτερόν τι ἐπιβλαβὲς ἀξιοῖ διανύειν. Ὁ γὰρ τοιοῦτος οὐ φιλεῖ· καὶ τοῦτο πρῴην ὑμῖν ἔδειξα ἀπὸ τῆς Αἰγυπτίας γυναικός.

Καὶ γὰρ ἐκεῖνος μόνος ἐστὶν ὁ φιλῶν, ὁ τὰ συμφέροντα ζητῶν τῷ φιλουμένῳ· ὡς εἴ τις τοῦτο μὴ θηρεύοι τὸ καλὸν, κἂν μυριάκις λέγῃ φιλεῖν, ἐχθρῶν ἐστι πολεμιώτερος πάντων. Οὕτω καὶ ἡ Ῥεβέκκα ποτὲ, ἐπειδὴ σφόδρα ἐξήρτητο τοῦ παιδὸς, καὶ κλοπὴν εἰργάζετο, καὶ οὐκ ᾐσχύνετο μὴ ἁλῷ, οὐδὲ ἐδεδοίκει· καὶ γὰρ καὶ κίνδυνος ἦν οὐχ ὁ τυχών· ἀλλὰ καὶ τοῦ παιδὸς ἀκριβολογουμένου πρὸς αὐτὴν, Ἐπ᾽ ἐμὲ ἡ κατάρα σου, τέκνον, ἔλεγεν.

γʹ. Εἶδες καὶ ἐν γυναικὶ ψυχὴν ἀποστολικήν; Καθάπερ γὰρ ὁ Παῦλος εἵλετο (ὡς ἂν εἰ μεγάλῳ τις μικρὸν παραβάλοι) ὑπὲρ Ἰουδαίων ἀνάθεμα γενέσθαι, οὕτω καὶ αὕτη, ἵνα ὁ παῖς εὐλογηθῇ, καὶ καταραθῆναι εἵλετο. Καὶ τῶν μὲν ἀγαθῶν ἐκείνῳ παρεχώρει· οὐ γὰρ δὴ μετ᾽ ἐκείνου εὐλογεῖσθαι ἔμελλε· τὰ δὲ κακὰ αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν· ἀλλ᾽ ὅμως ἔχαιρε καὶ ἠπείγετο, καὶ ταῦτα τοσούτου κινδύνου προκειμένου, καὶ τῇ μελλήσει τῶν πραγμάτων ἐδυσχέραινε.

Καὶ γὰρ ἐδεδοίκει μὴ προλαβὼν ὁ Ἡσαῦ ματαίαν αὐτῆς ποιήσῃ τὴν σοφίαν. Διὸ καὶ συντέμνει τὰ ῥήματα, καὶ ἐπείγει τὸν νεανίσκον, καὶ ἀφεῖσα ἀντειπεῖν πρὸς τὰ εἰρημένα, λογισμὸν ἱκανὸν πεῖσαι αὐτὸν λέγει. Οὐδὲ γὰρ εἶπεν, Εἰκῆ ταῦτα λέγεις καὶ μάτην δέδοικας, τοῦ πατρός σου γεγηρακότος καὶ τὸ τρανὸν τῆς αἰσθήσεως ἀφῃρημένου, ἀλλὰ τί; Ἐπ᾽ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον σὺ μὴ διαφθείρῃς τὸ δρᾶμα, μηδὲ ἀπολέσῃς τὸ θήραμα, μηδὲ τὸν θησαυρὸν προδῷς. Αὐτὸς δὲ οὗτος ὁ Ἰακὼβ οὐχὶ ἐθήτευε παρὰ τῷ συγγενεῖ δὶς ἔτη ἑπτά; οὐχὶ μετὰ τῆς δουλείας καὶ γέλωτα ὦφλεν ὑπὲρ τῆς ἀπάτης ἐκείνης;

Τί οὖν; ἆρα ᾔσθετο τοῦ γέλωτος; ἆρα ἀσχημονεῖν ἐνόμιζεν ὅτι ἐλεύθερος ὢν καὶ ἐξ ἐλευθέρων καὶ τραφεὶς εὐγενῶς, τὰ τῶν δούλων ὑπέμεινε παρὰ τοῖς προσήκουσιν; ὃ μάλιστα δάκνειν εἴωθεν, ὅταν παρὰ τοῖς γνωρίμοις τις τὰ ἐπονείδιστα πάσχῃ. Οὐδαμῶς· τὸ δὲ αἴτιον ἡ ἀγάπη, ἣ καὶ τὸν χρόνον πολὺν ὄντα ὀλίγον ἀπέφηνεν. Ἦσαν γὰρ, φησὶ, ἐνώπιον αὐτοῦ ὡσεὶ ἡμέραι ὀλίγαι. Τοσοῦτον ἀπεῖχε τοῦ δάκνεσθαι καὶ ἐρυθριᾷν ἐπὶ τῇ δουλείᾳ ταύτῃ.

Εἰκότως οὖν ἔλεγεν ὁ μακάριος Παῦλος, Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται. Εἰπὼν γὰρ, ὅτι Οὐκ ἀσχημονεῖ, δείκνυσι καὶ τὸν τρόπον, δι᾽ ὃν οὐκ ἀσχημονεῖ. Τίς δὲ ὁ τρόπος; Ὅτι οὐ ζητεῖ τὰ ἑαυτῆς. Τὸν γὰρ ἀγαπώμενον πάντα εἶναι νομίζει, καὶ τότε ἀσχημονεῖ, ὅταν μὴ δυνηθῇ ἀπαλλάξαι ἐκεῖνον ἀσχημονοῦντα· ὡς ἐὰν ἐξῇ διὰ τῆς ἀσχημοσύνης τῆς ἑαυτοῦ τὸν ἀγαπώμενον ὠφελῆσαι, οὐδὲ ἀσχημοσύνην τὸ πρᾶγμα εἶναι νομίζει· ἐκεῖνος γὰρ αὐτός ἐστι λοιπόν. Τοῦτο γάρ ἐστι φιλία, μηκέτι εἶναι τὸν φιλοῦντα καὶ τὸν φιλούμενον δύο διῃρημένους, ἀλλ᾽ ἕνα τινὰ ἄνθρωπον· ὅπερ οὐδαμόθεν, ἀλλ᾽ ἢ ἀπὸ τῆς ἀγάπης γίνεται.

Μὴ τοίνυν ζήτει τὸ σὸν, ἵνα εὕρῃς τὸ σόν. Ὁ γὰρ ζητῶν τὸ ἑαυτοῦ, οὐχ εὑρίσκει τὸ ἑαυτοῦ. Διὸ καὶ ὁ Παῦλος ἔλεγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Τὸ γὰρ οἰκεῖον συμφέρον ἐν τῷ τοῦ πλησίον συμφέροντι κεῖται, καὶ τὸ ἐκείνου ἐν τούτῳ. Ὥσπερ οὖν εἴ τις χρυσίον ἴδιον ἐν τῇ οἰκίᾳ τῇ τοῦ πλησίον κατωρυγμένον εἰ παραιτοῖτο ἐλθὼν ἐκεῖ ζητεῖν καὶ ἀνορύττειν, οὐδέποτε αὐτὸ ὄψεται· οὕτω καὶ ἐνταῦθα ὁ μὴ βουλόμενος καὶ ἐν τῇ τοῦ πλησίον ὠφελείᾳ τὸ οἰκεῖον συμφέρον ζητεῖν, οὐκ ἐπιτεύξεται τῶν ὑπὲρ τούτου στεφάνων.

Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο οὕτως αὐτὸ κατέθηκεν, ἵνα ὦμεν ἀλλήλοις συνδεδεμένοι. Καὶ ὥσπερ τις παιδίον ὑπνηλὸν διεγείρων τῷ ἀδελφῷ κατακολουθεῖν, ὅταν οἴκοθεν μὴ βούλοιτο, τὸ ἐπιθυμητὸν αὐτῷ καὶ ἐπέραστον ἐγχειρίζει τῷ ἀδελφῷ, ἵνα ἐπιθυμίᾳ τοῦ λαβεῖν καταδιώκῃ τὸν κατέχοντα, ὃ δὴ καὶ γίνεται· οὕτω καὶ ἐνταῦθα τὸ ἑκάστῳ συμφέρον τῷ πλησίον ἔδωκεν, ἵνα ἀλλήλων ἐντεῦθεν κατατρέχωμεν, καὶ μὴ ὦμεν διεσπασμένοι. Καὶ εἰ βούλει, τοῦτο καὶ ἐφ᾽ ἡμῶν ἰδὲ τῶν λεγόντων· τὸ γὰρ ἐμοὶ συμφέρον ἐν σοὶ κεῖται, καὶ τὸ σοὶ λυσιτελοῦν, ἐν ἐμοί. Καὶ γὰρ σοὶ συμφέρει τὸ διδάσκεσθαι τὰ τῷ Θεῷ δοκοῦντα, ἀλλὰ τοῦτο ἐπιστεύθην ἐγὼ, ἵνα παρ᾽ ἐμοῦ σὺ αὐτὸ λάβῃς, καὶ διὰ τοῦτο ἀναγκασθῇς δραμεῖν ἐπ᾽ ἐμέ· καὶ ἐμοὶ συμφέρει, τὸ σὲ βελτίω γενέσθαι· μισθὸν γὰρ τούτου λήψομαι πολύν· ἀλλὰ τοῦτο πάλιν κεῖται ἐν σοὶ, καὶ διὰ τοῦτο ἀναγκάζομαί σε καταδιώκειν, ἵνα σὺ ᾖς βελτίων, καὶ τὸ ἐμοὶ συμφέρον παρὰ σοῦ λαμβάνω. Διὸ καὶ Παῦλος ἔλεγε, Τίς γὰρ μού ἐστιν ἡ ἐλπίς; ἢ οὐχὶ καὶ ὑμεῖς; καὶ πάλιν, Ἡ ἐλπίς μου, καὶ ἡ χαρά μου, καὶ ὁ στέφανος τῆς καυχήσεώς μου. Ὥστε ἡ Παύλου χαρὰ οἱ μαθηταὶ ἦσαν, καὶ τὴν ἐκείνου χαρὰν ἐκεῖνοι εἶχον. Διὰ τοῦτο καὶ ἐδάκρυεν, εἴ ποτε εἶδεν ἀπολλυμένους.

Πάλιν τὸ ἐκείνων συμφέρον ἐν τῷ Παύλῳ ἦν· διὸ καὶ ἔλεγεν· Ὑπὲρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἄλυσιν ταύτην περίκειμαι· καὶ πάλιν, Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα ζωῆς αἰωνίου τύχωσι. Τοῦτο καὶ ἐπὶ τῶν βιωτικῶν ἴδοι τις ἄν· Ἡ γὰρ γυνὴ, φησὶ, τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, οὐδὲ ὁ ἀνὴρ, ἀλλ᾽ ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ ὁ ἀνὴρ τοῦ τῆς γυναικός. Οὕτω καὶ ἡμεῖς ὅταν τινὰς συνδῆσαι θελήσωμεν, τοῦτο ποιῶμεν· οὐδένα ἑαυτοῦ κύριον ἀφίεμεν, ἀλλὰ μέσην ἄλυσιν ἐκτείνοντες, τοῦτον ὑπ᾽ ἐκείνου καὶ ἐκεῖνον ὑπὸ τούτου κρατεῖσθαι παρασκευάζομεν.

Βούλει καὶ ἐπὶ τῶν ἀρχόντων τοῦτο ἰδεῖν; Ὁ δικάζων οὐχ ἑαυτῷ κάθηται κρίνων, ἀλλὰ τὸ τῶν πλησίον συμφέρον ζητῶν. Οἱ ἀρχόμενοι πάλιν τὸ τῷ ἄρχοντι συμφέρον ζητοῦσι διὰ τῆς θεραπείας, διὰ τῆς διακονίας, διὰ τῶν ἄλλων ἁπάντων. Οἱ στρατιῶται ὑπὲρ ἡμῶν ὅπλα τίθενται· δι᾽ ἡμᾶς γὰρ κινδυνεύουσιν· ἡμεῖς ὑπὲρ ἐκείνων ταλαιπωρούμεθα· παρ᾽ ἡμῶν γὰρ αὐτοῖς αἱ τροφαί.

δʹ. Εἰ δὲ λέγεις, ὅτι τὸ οἰκεῖον ζητῶν ἕκαστος τοῦτο ποιεῖ, τοῦτο καὶ ἐγὼ λέγω, ἀλλ᾽ ὅτι διὰ τοῦ ἀλλοτρίου τὸ οἰκεῖον εὑρίσκεται. Ὅ τε γὰρ στρατιώτης, ἐὰν μὴ πολεμήσῃ ὑπὲρ τῶν τρεφόντων, οὐκ ἔχει τὸν εἰς τοῦτο διακονούμενον· αὐτός τε οὗτος πάλιν, ἐὰν μὴ θρέψῃ τὸν στρατιώτην, οὐκ ἔχει τὸν ὑπερασπίζοντα.

Εἶδες τὴν ἀγάπην πανταχοῦ διατεταμένην καὶ πάντα οἰκονομοῦσαν; Ἀλλὰ μὴ ἀποκάμῃς, ἕως ἂν ὁλόκληρον τὴν χρυσῆν ταύτην σειρὰν καταμάθῃς. Εἰπὼν γὰρ, Οὐ ζητεῖ τὰ ἑαυτῆς, λέγει πάλιν τὰ ἐκ τούτου τικτόμενα ἀγαθά. Τίνα δὲ ταῦτά ἐστιν; Οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν. Ὅρα πάλιν οὐ κρατοῦσαν τῆς κακίας μόνον, ἀλλ᾽ οὐδὲ ἀφιεῖσαν αὐτὴν στῆναι τὴν ἀρχήν. Οὐ γὰρ εἶπε, Παροξύνεται μὲν, περιγίνεται δὲ, ἀλλ᾽ Οὐδὲ παροξύνεται· καὶ οὐκ εἶπεν, Οὐκ ἐργάζεται τὸ κακὸν, ἀλλ᾽ Οὐδὲ λογίζεται.

Οὐδὲν γὰρ πονηρὸν οὐ μόνον οὐ κατασκευάζει, ἀλλ᾽ οὐδὲ ὑποπτεύει κατὰ τοῦ φιλουμένου. Πῶς οὖν ἂν ἐργάσαιτο, ἢ πῶς ἂν παροξυνθείη ἡ μηδὲ ὑπόνοιαν πονηρὰν καταδέξασθαι ἀνεχομένη; ὅθεν ἡ πηγὴ τῆς στοργῆς. Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ. Τουτέστιν, οὐκ ἐφήδεται τοῖς κακῶς πάσχουσιν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστι, Συγχαίρει δὲ τῇ ἀληθείᾳ. Συνήδεται, φησὶ, τοῖς εὐδοκιμοῦσιν· ὃ λέγει Παῦλος· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐντεῦθεν οὐ ζηλοῖ, ἐντεῦθεν οὐ φυσιοῦται· καὶ γὰρ οἰκεῖα τὰ ἀλλότρια νομίζει καλά· εἶδες πῶς κατὰ μικρὸν ἄγγελον ποιεῖ τὸν αὐτῆς τρόφιμον ἡ ἀγάπη; Ὅταν γὰρ ἀόργητος ᾖ, καὶ βασκανίας καθαρὸς, καὶ παντὸς τυραννικοῦ πάθους ἐλεύθερος, ἐννόησον ὅτι καὶ τῆς ἀνθρωπίνης φύσεως ἀπηλλάγη λοιπὸν, καὶ πρὸς αὐτὴν τῶν ἀγγέλων τὴν ἀπάθειαν μεθωρμίσατο Ἀλλ᾽ ὅμως οὐκ ἀρκεῖται τούτοις, ἀλλ᾽ ἔχει τι καὶ πλεῖον τούτων εἰπεῖν· τὰ γὰρ ἰσχυρότερα ὕστερον τίθησι. Διό φησι, Πάντα στέγει. Ἀπὸ τῆς μακροθυμίας, ἀπὸ τῆς χρηστότητος, κἂν φορτικὰ ᾖ, κἂν ἐπαχθῆ, κἂν ὕβρεις, κἂν πληγαὶ, κἂν θάνατος, κἂν ὁτιοῦν. Καὶ τοῦτο πάλιν ἀπὸ τοῦ μακαρίου Δαυῒδ συνιδεῖν δυνατόν. Τί γὰρ φορτικώτερον τοῦ υἱὸν ἰδεῖν ἐπανιστάμενον καὶ τυραννίδος ἐφιέμενον καὶ αἵματος διψῶντα πατρῴου;

Ἀλλὰ καὶ τοῦτο ἔστεγεν ὁ μακάριος ἐκεῖνος, καὶ οὐδὲ οὕτως ἠνείχετο πικρὸν ῥῆμα ἐκβαλεῖν κατὰ τοῦ πατραλοίου, ἀλλὰ καὶ τοῖς στρατηγοῖς πάντα τὰ ἄλλα ἀφεὶς, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἐπέσκηπτεν· ἰσχυρὰ γὰρ ἦν ἡ τῆς ἀγάπης κρηπίς. Διὸ καὶ πάντα στέγει· καὶ τὴν μὲν δύναμιν αὐτῆς ἐντεῦθεν αἰνίττεται, τὴν δὲ ἀγαθότητα διὰ τῶν ἑξῆς· Πάντα γὰρ ἐλπίζει, φησὶ, πάντα πιστεύει, πάντα ὑπομένει. Τί ἐστι, Πάντα ἐλπίζει; Πάντα τὰ χρηστὰ, φησὶν, οὐκ ἀπογινώσκει τοῦ ἀγαπωμένου, ἀλλὰ κἂν φαῦλος ᾖ, παραμένει διορθουμένη, προνοοῦσα, ἐπιμελομένη.

Πάντα πιστεύει. Οὐ γὰρ ἁπλῶς ἐλπίζει, φησὶν, ἀλλὰ καὶ πιστεύει ἐκ τοῦ σφόδρα φιλεῖν· κἂν μὴ ἐκβαίνῃ κατὰ τὴν ἐλπίδα τὰ χρηστὰ ταῦτα, ἀλλ᾽ ἔτι φορτικώτερος ἐκεῖνος ᾖ, καὶ ταῦτα φέρει. Πάντα γὰρ, φησὶν, ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.

Εἶδες τὴν κορωνίδα πότε ἔθηκε, καὶ ὃ μάλιστά ἐστιν ἐξαίρετον τούτου τοῦ δώρου; Τί γάρ ἐστιν, Οὐκ ἐκπίπτει; Οὐ διακόπτεται, οὐ διαλύεται τῷ φέρειν· στέργει γὰρ πάντα. Ὁ γὰρ φιλῶν οὐδέποτε μισῆσαι δύναται, κἂν ὁτιοῦν γένηται· τοῦτο γὰρ αὐτῆς τὸ μέγιστον ἀγαθόν. Τοιοῦτος ἦν ὁ Παῦλος· διὸ καὶ ἔλεγεν, Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ ἔμενεν ἐλπίζων. Καὶ Τιμοθέῳ παρῄνει λέγων· Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας. Τί οὖν, φησὶν, ἂν ἐχθροὶ ὦσι καὶ Ἕλληνες, οὐ δεῖ μισεῖν; Μισεῖν μὲν, οὐκ ἐκείνους δὲ, ἀλλὰ τὸ δόγμα, οὐ τὸν ἄνθρωπον, ἀλλὰ τὴν πονηρὰν πρᾶξιν, τὴν διεφθαρμένην γνώμην.

Ὁ μὲν γὰρ ἄνθρωπος ἔργον Θεοῦ, ἡ δὲ πλάνη ἔργον τοῦ διαβόλου. Μὴ τοίνυν ἀναμίξῃς τὰ τοῦ Θεοῦ, καὶ τὰ τοῦ διαβόλου· ἐπεὶ καὶ Ἰουδαῖοι καὶ βλάσφημοι ἦσαν καὶ διῶκται καὶ ὑβρισταὶ, καὶ μυρία τὸν Χριστὸν ἔλεγον κακά· Ἆρ᾽ οὖν ἐμίσει αὐτοὺς Παῦλος, ὁ μάλιστα πάντων τὸν Χριστὸν φιλῶν;

Οὐδαμῶς, ἀλλὰ καὶ ἐφίλει, καὶ πάντα ὑπὲρ αὐτῶν ἔπραττε· καὶ νῦν μέν φησιν, Ἡ μὲν εὐδοκία καὶ ἡ δέησίς μου πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· νῦν δὲ, Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ αὐτῶν. Οὕτω καὶ ὁ Ἰεζεκιὴλ, ὁρῶν αὐτοὺς σφαζομένους ἔλεγεν Οἴμοι, Κύριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσραήλ; καὶ ὁ Μωϋσῆς, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες. Τί οὖν φησιν ὁ Δαυΐδ; Τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην· τέλειον μῖσος ἐμίσουν αὐτούς.

Μάλιστα μὲν οὐ πάντα τὰ ἐν τοῖς Ψαλμοῖς ὑπὸ τοῦ Δαυῒδ εἰρημένα, ἐκ προσώπου τοῦ Δαυῒδ εἴρηται· καὶ γὰρ αὐτὸς οὗτός φησι, Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ· καὶ, Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν· οὔτε δὲ Βαβυλῶνα εἶδεν, οὔτε τὰ σκηνώματα Κηδάρ· ἄλλως δὲ, καὶ πλείονα νῦν ἀπαιτούμεθα φιλοσοφίαν.

Διὸ καὶ τῶν μαθητῶν ἀξιούντων κατενεχθῆναι πῦρ, ὡς ἐπὶ Ἠλιοὺ, Οὐκ οἴδατε, φησὶν ὁ Χριστὸς, ποίου πνεύματός ἐστε. εʹ. Τότε μὲν γὰρ οὐχὶ τὴν ἀσέβειαν μόνον, ἀλλὰ καὶ τοὺς ἀσεβοῦντας αὐτοὺς μισεῖν ἐκελεύοντο, ἵνα μὴ ἡ φιλία ἀφορμὴ γένηται παρανομίας αὐτοῖς· διὰ τοῦτο καὶ τὰς συγγενείας διέκοψε, καὶ τὰς ἐπιμιξίας, καὶ πάντοθεν αὐτοὺς ἀπετείχιζε· νῦν δὲ ἐπειδὴ πρὸς μείζονα ἡμᾶς ἤγαγε φιλοσοφίαν, καὶ ὑψηλοτέρους τῆς βλάβης ἐκείνης ἐποίησε, καὶ προσίεσθαι καὶ παρακαλεῖν κελεύει.

Οὐ γὰρ ἡμῖν ἐξ ἐκείνων βλάβη, ἀλλ᾽ ἐκείνοις ἐξ ἡμῶν ὠφέλεια γίνεται. Τί οὖν φησιν; Οὐ δεῖ μισεῖν, ἀλλ᾽ ἐλεεῖν. Ἂν γὰρ μισήσῃς, πῶς ἐπιστρέψεις ῥᾳδίως τὸν πλανώμενον; πῶς εὔξῃ ὑπὲρ τοῦ ἀπίστου; Ὅτι γὰρ εὔχεσθαι δεῖ, ἄκουσον τί φησιν ὁ Παῦλος· Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων. Ὅτι δὲ πάντες τότε οὐκ ἦσαν πιστοὶ, παντί που δῆλον. Καὶ πάλιν, Ὑπὲρ βασιλέων, καὶ τῶν ἐν ὑπεροχῇ ὄντων. Ὅτι δὲ οὗτοι ἀσεβεῖς ἦσαν καὶ παράνομοι, καὶ τοῦτο δῆλον ὁμοίως. Εἶτα καὶ τὴν αἰτίαν λέγων τῆς εὐχῆς, ἐπάγει· Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

Διὰ τοῦτο κἂν Ἑλληνίδα γυναῖκα εὕρῃ συνοικοῦσαν πιστῷ, οὐ διαζεύγνυσι τὸν γάμον· καίτοι γε τί οἰκειότερον ἀνδρὸς γυναικί; Ἔσονται γὰρ οἱ δύο εἰς σάρκα, φησὶ, μίαν· καὶ πολὺ τὸ φίλτρον ἐκεῖ καὶ θερμὸς ὁ πόθος. Εἰ δὲ μέλλοιμεν ἀσεβεῖς μισεῖν καὶ παρανομοῦντας, προϊόντες καὶ ἁμαρτωλοὺς μισήσομεν, καὶ οὕτως ὁδῷ προβαίνων καὶ τῶν ἀδελφῶν ἀποῤῥαγήσῃ τῶν πλειόνων, μᾶλλον δὲ πάντων· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς ἁμαρτίας χωρίς. Εἰ γὰρ δεῖ τοὺς ἐχθροὺς τοῦ Θεοῦ μισεῖν, οὐχὶ ἀσεβεῖς δεῖ μισεῖν μόνον, ἀλλὰ καὶ ἁμαρτωλούς· καὶ οὕτως ἐσόμεθα θηρίων χείρους, πάντας ἀποστρεφόμενοι, καὶ ἀπονοίᾳ φυσώμενοι, καθάπερ ὁ Φαρισαῖος ἐκεῖνος.

Ἀλλ᾽ οὐχ ὁ Παῦλος οὕτως ἐκέλευσεν, ἀλλὰ πῶς; Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Τί οὖν φησιν, ὅταν λέγῃ, Εἴ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ;

Μάλιστα μὲν περὶ ἀδελφῶν τοῦτο εἴρηται, πλὴν οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ καὶ τοῦτο μετὰ ἡμερότητος. Μὴ γὰρ δὴ περικόψῃς τὰ ἑξῆς, ἀλλὰ καὶ τὰ μετὰ ταῦτα προστίθει. Καὶ γὰρ εἰπὼν, Μὴ συναναμίγνυσθε, ἐπήγαγε, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.

Ὁρᾷς πῶς τὸ ἔργον μισεῖν τὸ φαῦλον, οὐχὶ τὸν ἄνθρωπον ἐκέλευσε; Καὶ γὰρ ἔργον τοῦ διαβόλου τὸ διασπᾷν ἡμᾶς ἀπ᾽ ἀλλήλων, καὶ σφόδρα ἐσπούδακεν ἀνελεῖν τὴν ἀγάπην, ἵνα ἐκκόψῃ τῆς διορθώσεως τὴν ὁδὸν, καὶ κατάσχῃ ἐκεῖνον μὲν ἐν πλάνῃ, σὲ δὲ ἐν ἀπεχθείᾳ, εἶθ᾽ οὕτως ἀποτειχίσῃ τῆς ἐκείνου σωτηρίας τὴν ὁδόν. Ὅταν γὰρ καὶ ὁ ἰατρὸς μισῇ τὸν κάμνοντα καὶ φεύγῃ, καὶ ὁ κάμνων τὸν ἰατρὸν ἀποστρέφηται, πότε ἀναστήσεται ὁ νοσῶν, ὅταν μήτε ἐκεῖνος πρὸς αὐτὸν καλῇ, μήτε οὗτος πρὸς αὐτὸν ἀπίῃ; Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ ἀποστρέφῃ καὶ φεύγεις αὐτόν; ὅτι ἀσεβής ἐστιν; Οὐκοῦν διὰ τοῦτο δεῖ προσίεσθαι καὶ θεραπεύειν, ἵνα ἀναστήσῃς νοσοῦντα.

Εἰ δὲ ἀνίατα νοσεῖ, ἀλλὰ σὺ τὸ σαυτοῦ ποιεῖν ἐκελεύσθης· ἐπεὶ καὶ ὁ Ἰούδας ἀνίατα ἐνόσει, καὶ οὐ διέλιπεν ὁ Θεὸς αὐτὸν θεραπεύων. Μὴ τοίνυν μηδὲ σὺ ἀποκάμῃς. Κἂν γὰρ πολλὰ σπουδάσας μὴ ἀπαλλάξῃς τῆς ἀσεβείας αὐτὸν, ὅμως καὶ τοῦ ἀπαλλάξαντος λήψῃ τὸν μισθὸν, καὶ παρασκευάσεις αὐτὸν θαυμάζειν σου τὴν ἡμερότητα, καὶ οὕτως εἰς τὸν Θεὸν ἡ δόξα ἅπασα αὕτη διαβήσεται. Κἂν γὰρ θαύματα ποιῇς, κἂν νεκροὺς ἐγείρῃς, κἂν ὁτιοῦν ἐργάσῃ, οὐδέποτέ σε οὕτω θαυμάσονται Ἕλληνες, ὡς ὅταν ἴδωσι πρᾶον καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον. Οὐ μικρὸν δὲ καὶ τοῦτο κατόρθωμα· πολλοὶ γὰρ καὶ τέλεον ἀπαλλαγήσονται τοῦ κακοῦ. Οὐδὲν γὰρ οὕτως ἐπισπάσασθαι δύναται, ὡς ἀγάπη. Ἐπ᾽ ἐκείνοις μὲν γάρ σε καὶ ζηλοτυπήσουσι, τοῖς σημείοις, λέγω, καὶ θαύμασιν, ἐπὶ τούτῳ δὲ καὶ θαυμάσονται καὶ φιλήσουσι· φιλοῦντες δὲ καὶ τῆς ἀληθείας ἐπιλήψονται ὁδῷ προβαίνοντες. Εἰ δὲ οὐκ εὐθέως γίνεται πιστὸς, μὴ θαύμαζε μηδὲ ἐπείγου μηδὲ ἅπαντα ὁμοῦ ζήτει, ἀλλ᾽ ἔασον αὐτὸν τέως ἐπαινεῖν, φιλεῖν, καὶ εἰς τοῦτο ὁδῷ προϊὼν ἥξει. Καὶ ἵνα μάθῃς σαφῶς ἡλίκον τοῦτό ἐστιν, ἄκουσον πῶς καὶ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον ἀπελογεῖτο. Μακάριον γὰρ, φησὶν, ἥγημαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κολακεύων αὐτὸν, ἄπαγε, ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμενος.

Καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νομιζόμενος, καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ παρόντων ἁπάντων λέγων, Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι.

ϛʹ. Τί οὖν ὁ Παῦλος; Ἐπὶ πλέον ἁπλοῖ τὴν σαγήνην, καί φησιν· Εὐξαίμην ἂν ἔγωγε μὴ μόνον σε, ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας τοῦτο γενέσθαι ὅπερ ἐγὼ, ἄνευ τῶν δεσμῶν τούτων. Τί λέγεις, ὦ Παῦλε, Ἄνευ τῶν δεσμῶν; καὶ ποία σοι λοιπὸν παῤῥησία, εἰ ταῦτα αἰσχύνῃ καὶ φεύγεις, καὶ ταῦτα ἐπὶ δήμου τοσούτου; οὐ πανταχοῦ τῶν ἐπιστολῶν ἐπὶ τῷ πράγματι τούτῳ καυχᾶσαι, καὶ δέσμιον σεαυτὸν καλεῖς, καὶ τὴν ἄλυσιν ταύτην ἡμῖν ἀντὶ διαδήματος πανταχοῦ περιφέρεις; τί τοίνυν γέγονε νῦν, ὅτι ἀπεύχῃ τὰ δεσμά;

Οὐκ αὐτὸς ἀπεύχομαι, φησὶν, οὐδὲ αἰσχύνομαι, ἀλλ᾽ ἐκείνων τῇ ἀσθενείᾳ συγκαταβαίνω· οὔπω γὰρ χωροῦσιν δέξασθαι τὸ καύχημα τὸ ἐμόν. Ἔμαθον δὲ παρὰ τοῦ Δεσπότου μου μὴ ἐπιβάλλειν ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· διὰ τοῦτο οὕτως εἶπον. Καὶ γὰρ διαβέβληνται τέως πρὸς τὸ δόγμα τὸ ἡμέτερον, καὶ πρὸς τὸν σταυρὸν ἀπεχθῶς ἔχουσιν. Ἂν τοίνυν καὶ τὰ δεσμὰ προσθῶ, μεῖζον τὸ μῖσος γίνεται. Διὰ τοῦτο ἀνεῖλον ταῦτα, ἵνα ἐκεῖνο εὐπαράδεκτον γένηται.

Καὶ γὰρ ἐπονείδιστον αὐτοῖς εἶναι δοκεῖ τὸ δεδέσθαι, ἐπεὶ μηδέπω τῆς παρ᾽ ἡμῖν ἐγεύσαντο δόξης. Δεῖ τοίνυν συγκαταβαίνειν. Ὅταν γὰρ μάθωσι φιλοσοφεῖν, τότε εἴσονται καὶ τοῦ σιδήρου τούτου τὸ κάλλος, καὶ τὴν ἀπὸ τῶν δεσμῶν περιφάνειαν. Ἄλλοις γοῦν διαλεγόμενος, καὶ χάριν τὸ πρᾶγμα καλεῖ λέγων, ὅτι Ἐδόθη ἡμῖν ἀπὸ Θεοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν· τὸ δὲ τέως ἀγαπητὸν ἦν τὸ τὸν σταυρὸν τοὺς ἀκούοντας μὴ ἐπαισχυνθῆναι. Διὰ τοῦτο ὁδῷ πρόεισιν.

Οὐδὲ γὰρ εἰς βασίλειά τις εἰσάγων τινὰ, πρὶν ἢ τὰ προπύλαια θεάσασθαι ἔξω ἑστῶτα, ἀναγκάζει κατοπτεύειν τὰ ἔνδον· οὕτω γὰρ οὐδὲ θαυμαστὰ φανεῖται, ἂν μή τις ἔνδον γενόμενος, ἅπαντα καταμάθοι. Οὕτω τοίνυν καὶ ἡμεῖς τοῖς Ἑλλήνων παισὶ προσβάλωμεν, μετὰ συγκαταβάσεως, μετὰ ἀγάπης. Μεγάλη γὰρ αὕτη διδάσκαλος, καὶ ἱκανὴ καὶ πλάνης ἀπαγαγεῖν, καὶ τρόπον μεταῤῥυθμίσαι, καὶ πρὸς φιλοσοφίαν χειραγωγῆσαι, καὶ ἀπὸ λίθων ἀνθρώπους ἐργάσασθαι. Καὶ εἰ βούλει μαθεῖν αὐτῆς τὴν δύναμιν, ἄγε μοι ἄνδρα δειλὸν καὶ ψοφοδεῆ καὶ τὰς σκιὰς τρέμοντα, καὶ ὀργίλον καὶ τραχὺν καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον, καὶ λάγνον καὶ ἀσελγῆ, καὶ πᾶσαν ἔχοντα κακίαν, καὶ παράδος αὐτὸν ταῖς τῆς ἀγάπης χερσὶ, καὶ εἰς τὸ γυμνάσιον εἰσάγαγε τοῦτο, καὶ ὄψει ταχέως τὸν δειλὸν ἐκεῖνον καὶ ἄτολμον, ἀνδρεῖον καὶ μεγαλόψυχον γινόμενον καὶ πάντα τολμῶντα ῥᾳδίως. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ τῆς φύσεως αὐτῷ μεταβληθείσης ταῦτα γίνεται, ἀλλ᾽ ἐν αὐτῇ τῇ δειλῇ ψυχῇ τὴν ἑαυτῆς ἐνδείκνυσιν δύναμιν ἡ ἀγάπη· καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις μάχαιραν μολιβδίνην, οὐ σιδηρᾶν ποιήσας, ἀλλὰ μένουσαν ἐπὶ τῆς τοῦ μολίβδου φύσεως, τὰ σιδήρου ἐργάζεσθαι παρασκευάσῃ.

Σκόπει δέ· Ὁ Ἰακὼβ ἄπλαστος ἦν, οἰκῶν οἰκίαν, καὶ πόνων ἀμελέτητος καὶ κινδύνων, ἀνειμένον τινὰ βίον ζῶν καὶ ἐλεύθερον, καὶ καθάπερ παρθένος ἐν θαλάμῳ, οὕτω καὶ οὗτος ἔνδον καθήμενος τὰ πλείονα οἰκουρεῖν ἠναγκάζετο, ἀγορᾶς μὲν καὶ τῶν ἐκ τῆς ἀγορᾶς θορύβων καὶ πάντων τῶν τοιούτων ἀπηλλαγμένος, διαπαντὸς δὲ ἐν ἀδείᾳ καὶ ἡσυχίᾳ μένων. Τί οὖν; Ἐπειδὴ αὐτὸν ὁ πυρσὸς τῆς ἀγάπης ἀνῆψε, τὸν ἄπλαστον τοῦτον καὶ οἰκοῦντα οἰκίαν ὅρα πῶς ἐποίησε καρτερικὸν καὶ φιλόπονον.

Καὶ ταῦτα μὴ παρ᾽ ἐμοῦ, ἀλλὰ παρ᾽ αὐτοῦ ἄκουε τοῦ πατριάρχου. Ἐγκαλῶν γὰρ τῷ κηδεστῇ, φησὶ, Ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ. Καὶ πῶς τὰ εἴκοσιν ἔτη ἐγένου; καὶ γὰρ καὶ τοῦτο προστίθει, Συγκαιόμενος τῷ καύματι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. Ταῦτα ὁ ἄπλαστος καὶ οἰκῶν οἰκίαν καὶ τὸν ἀνειμένον βίον ζῶν. Ὅτι δὲ καὶ δειλὸς ἦν, δῆλον ἐξ ὧν τὸν Ἡσαῦ προσδοκῶν ὄψεσθαι, ἐτεθνήκει τῷ δέει. Ἀλλ᾽ ὅρα πῶς πάλιν οὗτος ὁ δειλὸς λέοντος θρασύτερος ὑπὸ τῆς ἀγάπης γέγονε. Καθάπερ γάρ τινα πρόβολον ἑαυτὸν πρὸ τῶν ἄλλων τάξας ἁπάντων, ἕτοιμος ἦν τὸν ἄγριον ἐκεῖνον καὶ φόνου πνέοντα, καθὼς ᾤετο, δέξασθαι πρῶτος, καὶ ἐν τῷ οἰκείῳ σώματι ταῖς γυναιξὶ τὴν ἀσφάλειαν κατασκευάσαι· καὶ ὃν ἐδεδοίκει καὶ ἔφριττε, πρῶτος ἰδεῖν ἐπὶ τῆς παρατάξεως ἐπεθύμει. Τοῦ γὰρ φόβου τούτου δυνατώτερος ἦν ὁ τῶν γυναικῶν πόθος. Εἶδες πῶς δειλὸς ὢν, τολμητὴς γέγονεν ἀθρόον, οὐ τὴν ἕξιν μεταβαλὼν, ἀλλ᾽ ὑπὸ τῆς ἀγάπης κρατυνθείς; Ὅτι γὰρ καὶ μετὰ ταῦτα δειλὸς ἦν δῆλον ἐξ ὧν τόπους ἐκ τόπων ἀμείβει. Ἀλλὰ μηδεὶς νομιζέτω κατηγορίαν εἶναι τοῦ δικαίου τὰ εἰρημένα. Οὐ γὰρ τὸ δειλὸν εἶναι, ἔγκλημα· τοῦτο γὰρ φύσεως· ἀλλὰ τὸ διὰ δειλίαν τι ποιεῖν τῶν μὴ προσηκόντων. Ἔστι γὰρ καὶ δειλὸν ὄντα τῇ φύσει, ἀνδρεῖον γενέσθαι ὑπὸ τῆς εὐλαβείας. Τί δὲ ὁ Μωυσῆς;

οὐχὶ ἕνα Αἰγύπτιον φοβηθεὶς ἔφυγε, καὶ πρὸς τὴν ὑπερορίαν μετέστη;

Ἀλλ᾽ ὅμως ὁ φυγὰς οὗτος, καὶ ἑνὸς ἀνδρὸς ἀπειλὴν οὐκ ἐνεγκὼν, ἐπειδὴ ἐγεύσατο τοῦ μέλιτος τῆς ἀγάπης, καλῶς καὶ μηδενὸς καταναγκάζοντος συναπολέσθαι τοῖς ἀγαπωμένοις ἠπείγετο. Εἰ μὲν γὰρ ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, φησὶν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ἧς ἔγραψας.

Ὅτι δὲ καὶ τὸν θρασὺν ἐπιεικῆ, καὶ τὸν ἀσελγῆ σώφρονα ποιεῖ τὸ φιλεῖν, οὐδὲ παραδειγμάτων ἡμῖν ἐνταῦθα χρεία λοιπόν· πᾶσι γὰρ τοῦτο δῆλον· κἂν θηρίου παντός τις ἀγριώτερος ᾖ, προβάτου παντὸς ἡμερώτερος ἀπὸ τοῦ φιλεῖν γίνεται. Τί γὰρ τοῦ Σαοὺλ ἀγριώτερον ἦν καὶ μανικώτερον· Ἀλλ᾽ ἡνίκα τὸν ἐχθρὸν ἀπέλυσεν ἡ θυγάτηρ, οὐδὲ ῥῆμα πρὸς αὐτὴν ἐξέβαλε πικρόν· καὶ ὁ τοὺς ἱερέας ἄρδην ἅπαντας κατασφάξας διὰ τὸν Δαυῒδ, τὴν θυγατέρα ὁρῶν ἐκ τῆς οἰκίας αὐτὸν ἀφεῖσαν, οὐδὲ μέχρι λόγου πρὸς αὐτὴν ἠγανάκτησε, καὶ ταῦτα ἀπάτης τοσαύτης ἐπ᾽ αὐτὸν συντεθείσης· δυνατωτέρῳ γὰρ χαλινῷ τῷ τῆς ἀγάπης κατείχετο. Ὥσπερ δὲ ἐπιεικεῖς, οὕτω καὶ σώφρονας οἶδεν αὕτη ποιεῖν· κἂν τὴν ἑαυτοῦ τις ἀγαπᾷ γυναῖκα οὕτως, ὡς ἀγαπᾷν δεῖ, κἂν μυριάκις ἀσελγὴς ᾖ, οὐκ ἀνέξεται ἑτέραν ἰδεῖν διὰ τὸν πρὸς ἐκείνην πόθον. Κραταιὰ γὰρ, φησὶν, ὡς θάνατος ἡ ἀγάπη. Ὥστε οὐδαμόθεν ἄλλοθεν τὸ ἀσελγαίνειν γίνεται, ἢ ἐκ τοῦ μὴ φιλεῖν. Ἐπεὶ οὖν δημιουργὸς ἀρετῆς ἁπάσης ἡ ἀγάπη, μετὰ ἀκριβείας ἁπάσης ἐν ταῖς ἑαυτῶν καταφυτεύσωμεν αὐτὴν ψυχαῖς, ἵν᾽ ἡμῖν πολλὰ κομίσῃ τὰ ἀγαθὰ, καὶ βρύοντα αὐτῆς διηνεκῶς τὸν καρπὸν ἔχωμεν, τὸν ἀεὶ τεθηλότα καὶ οὐδέποτε μαραινόμενον.

Οὕτω γὰρ καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΔʹ. Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται, εἴτε γνῶσις καταργηθήσεται. αʹ. Δείξας τῆς ἀγάπης τὴν ὑπεροχὴν ἐκ τοῦ καὶ τὰ χαρίσματα καὶ τὰ τοῦ βίου κατορθώματα αὐτῆς δεῖσθαι, ἐκ τοῦ τὰς ἀρετὰς αὐτῆς ἀριθμῆσαι πάσας, καὶ φιλοσοφίας ἀκριβοῦς ὑπόθεσιν ἀποφῆναι, ἐξ ἑτέρου πάλιν τρίτου κεφαλαίου δείκνυσιν αὐτῆς τὴν ἀξίαν. Καὶ ταῦτα ποιεῖ τούς τε ἠλαττῶσθαι δοκοῦντας πεῖσαι θέλων, ὅτι ἔξεστιν αὐτοῖς τὸ κεφάλαιον τῶν σημείων ἔχειν, καὶ οὐδὲν ἔλαττον ἕξουσι τῶν ἐχόντων τὰ χαρίσματα, εἰ ταύτην ἔχοιεν, ἀλλὰ καὶ πολλῷ πλέον· καὶ τοὺς ἔχοντας τὰ μεγάλα χαρίσματα πάλιν καὶ ἐντεῦθεν ἐπαιρομένους, ταπεινῶσαι σπουδάζων, καὶ δεῖξαι μηδὲν ἔχοντας, ἐὰν μὴ ταύτην ἔχωσιν. Οὕτω γὰρ ἔμελλόν τε ἀλλήλους ἀγαπᾷν, βασκανίας τε καὶ ἀπονοίας ἐντεῦθεν ἀναιρουμένης, ἀγαπῶντές τε πάλιν ποῤῥωτέρω ταῦτα ἐξώριζον τὰ πάθη· Ἡ γὰρ ἀγάπη οὐ ζηλοῖ, οὐ φυσιοῦται.

Ὥστε πανταχόθεν τεῖχος αὐτοῖς ἀῤῥαγὲς περιέβαλε, καὶ πολύπλοκον ὁμόνοιαν ἀναιροῦσάν τε τὰ νοσήματα ἅπαντα, καὶ ἐντεῦθεν πάλιν ἰσχυροτέραν γινομένην. Διὰ τοῦτο καὶ μυρίους ἐκίνησε λογισμοὺς τοὺς δυναμένους αὐτῶν παραμυθήσασθαι τὴν ἀθυμίαν.

Καὶ γὰρ τὸ αὐτὸ Πνεῦμα δίδωσι, φησὶ, καὶ πρὸς τὸ συμφέρον δίδωσι, καὶ ὡς βούλεται διαιρεῖ, καὶ χαριζόμενον, οὐκ ὀφεῖλον διαιρεῖ. Κἂν μικρὸν λάβῃς, ὁμοίως εἰς τὸ σῶμα τελεῖς, καὶ πολλῆς καὶ οὕτως ἀπολαύεις τιμῆς· καὶ ὁ τὸ μεῖζον ἔχων, σοῦ τοῦ τὸ ἔλαττον ἔχοντος δεῖται· καὶ ὅτι τὸ μέγιστον χάρισμα καὶ ἡ καθ᾽ ὑπερβολὴν ὁδός ἐστιν ἡ ἀγάπη.

Ταῦτα δὲ ἔλεγε, διπλῇ περισφίγγων αὐτοὺς ἀλλήλοις, τῷ τε μὴ νομίζειν ἠλαττῶσθαι ταύτης παρούσης, καὶ τῷ ἐπιδραμόντας αὐτῇ καὶ ἑλόντας, μηδὲν πάσχειν λοιπὸν ἀνθρώπινον, καὶ ὡς τὴν ῥίζαν ἔχοντας τῶν χαρισμάτων, καὶ ὡς οὐκέτι δυναμένους, οὐδὲ εἰ μηδὲν εἶχον, φιλονεικεῖν. Ὁ γὰρ ἁλοὺς ἅπαξ ὑπὸ τῆς ἀγάπης, φιλονεικίας ἀπήλλακται. Διὸ καὶ δεικνὺς αὐτοῖς, ὅσα ἐντεῦθεν καρπώσονται τὰ ἀγαθὰ, τοὺς καρποὺς αὐτῆς ὑπέγραψε, διὰ τῶν ἐγκωμίων αὐτῆς τὰ ἐκείνων νοσήματα καταστέλλων. Καὶ γὰρ τῶν εἰρημένων ἕκαστον φάρμακον ἱκανὸν ἦν τοῖς ἐκείνων τραύμασιν ἀρκέσαι. Διὸ καὶ ἔλεγε, Μακροθυμεῖ, πρὸς τοὺς ἀλλήλοις φιλονεικοῦντας· Χρηστεύεται, πρὸς τοὺς διεστῶτας καὶ ὑπούλους· Οὐ ζηλοῖ, πρὸς τοὺς βασκαίνοντας τοῖς ὑπερέχουσιν· Οὐ περπερεύεται, πρὸς τοὺς διασπασθέντας· Οὐ φυσιοῦται, πρὸς τοὺς καταλαζονευομένους αὐτῶν· Οὐκ ἀσχημονεῖ, πρὸς τοὺς οὐκ ὀφείλοντας συγκαταβαίνειν· Οὐ ζητεῖ τὸ ἑαυτῆς, πρὸς τοὺς ὑπερορῶντας τῶν λοιπῶν· Οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, πρὸς τοὺς ὑβριζομένους· Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ, πρὸς τοὺς βασκαίνοντας πάλιν· Πάντα στέγει, πρὸς τοὺς ἐπιβουλευομένους· Πάντα ἐλπίζει, πρὸς τοὺς ἀπογινώσκοντας· Πάντα ὑπομένει, οὐδέποτε ἐκπίπτει, πρὸς τοὺς εὐκόλως διϊσταμένους.

Ἐπεὶ οὖν πανταχόθεν αὐτὴν μεγάλην ἔδειξε μεθ᾽ ὑπερβολῆς ἁπάσης, πάλιν ἐξ ἑτέρου κεφαλαίου μεγίστου τοῦτο ποιεῖ, κατὰ σύγκρισιν ἑτέραν ἐπαίρων αὐτῆς τὸ ἀξίωμα, καὶ λέγων οὕτως· Εἴτε δὲ προφητεῖαι καταργηθήσονται, εἴτε γλῶσσαι παύσονται. Εἰ γὰρ ἀμφότερα ταῦτα τῆς πίστεως ἕνεκεν εἰσενήνεκται, ταύτης πανταχοῦ διασπαρείσης, περιττὴ τούτων ἡ χρεία λοιπόν. Ἀλλ᾽ οὐ τὸ ἀγαπᾷν ἀλλήλους παυθήσεται, ἀλλὰ καὶ ἐπιδώσει μειζόνως, καὶ ἐνταῦθα καὶ κατὰ τὸ μέλλον, καὶ τότε μᾶλλον ἢ νῦν. Ἐνταῦθα μὲν γὰρ πολλὰ τὰ χαυνοῦντα τὴν ἀγάπην, χρήματα, πράγματα, πάθη σωμάτων, νοσήματα ψυχῆς· ἐκεῖ δὲ οὐδὲν τούτων. Ἀλλὰ τὸ μὲν προφητείας καταργεῖσθαι καὶ γλώσσας, θαυμαστὸν οὐδέν· τὸ δὲ γνῶσιν καταργεῖσθαι, τοῦτό ἐστι τὸ τὴν ἀπορίαν ποιοῦν· καὶ γὰρ καὶ τοῦτο προσέθηκεν εἰπὼν, Εἴτε γνῶσις καταργηθήσεται. Τί οὖν; ἐν ἀγνωσίᾳ μέλλομεν ζῇν τότε; Ἄπαγε· καὶ γὰρ τότε μάλιστα ἐπιταθῆναι εἰκὸς τὴν γνῶσιν. Διὸ καὶ ἔλεγε, Τότε ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Διά τοι τοῦτο, ἵνα μὴ ὁμοίως τῇ προφητείᾳ καὶ ταῖς γλώσσαις καὶ ταύτην καταργεῖσθαι νομίσῃς. Εἰπὼν, εἴτε γνῶσις καταργηθήσεται, οὐκ ἐσίγησεν, ἀλλ᾽ ἐπήγαγε καὶ τὸν τρόπον τῆς καταργήσεως, ταχέως προσθεὶς τὸ, Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν.

Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. Οὐκ ἄρα ἡ γνῶσις καταργεῖται, ἀλλὰ τὸ μερικὴ εἶναι γνῶσις· οὐκέτι γὰρ τοσαῦτα εἰσόμεθα μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος αὐτὸ ποιήσω φανερὸν, νῦν ἴσμεν ὅτι πανταχοῦ ἐστιν ὁ Θεὸς, ἀλλὰ πῶς, οὐκ ἴσμεν. Ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν, ἴσμεν· τὸν δὲ τρόπον ἀγνοοῦμεν· ὅτι ἐκ Παρθένου ἐτέχθη, πῶς δὲ, οὐκέτι. Τότε δὲ εἰσόμεθά τι πλέον καὶ σαφέστερον περὶ τούτων. Εἶτα δείκνυσι καὶ τὸ μέσον ὅσον, καὶ ὅτι οὐ μικρὸν τὸ λειπόμενον, λέγων· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, τὰ τοῦ νηπίου κατήργηκα. Καὶ δι᾽ ἑτέρου δὲ παραδείγματος τὸ αὐτὸ πάλιν δηλοῖ λέγων· Βλέπομεν γὰρ ἄρτι δι᾽ ἐσόπτρου.

βʹ. Εἶτα ἐπειδὴ τὸ ἔσοπτρον παρίστησι τὸ ὁρώμενον ὁπωσδήποτε, ἐπήγαγεν, Ἐν αἰνίγματι, μεθ᾽ ὑπερβολῆς δεικνὺς μερικωτάτην τὴν παροῦσαν γνῶσιν. Τότε δὲ πρόσωπον πρὸς πρόσωπον· οὐχ ὡς πρόσωπον ἔχοντος τοῦ Θεοῦ, ἀλλ᾽ ἵνα εἴπῃ σαφέστερον καὶ τρανότερον. Ὁρᾷς κατ᾽ ἐπίδοσιν πάντα μανθάνοντας;

Ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Εἶδες πῶς διπλῇ τὸ φύσημα αὐτῶν κατέσπασεν; ὅτι καὶ μερικὴ ἡ γνῶσις, καὶ οὐδὲ ταύτην οἴκοθεν ἔχουσιν. Οὐ γὰρ ἐγὼ αὐτὸν ἔγνων, ἀλλ᾽ αὐτός με ἐγνώρισε, φησίν. Ὥσπερ οὖν αὐτός με ἔγνω πρότερος νῦν, καὶ αὐτός μοι ἐπέδραμεν, οὕτως ἐγὼ αὐτῷ ἐπιδραμοῦμαι τότε πολλῷ μειζόνως, ἢ νῦν. Καὶ γὰρ ὁ ἐν σκότῳ καθήμενος, ἕως μὲν ἂν μὴ βλέπῃ τὸν ἥλιον, οὐκ αὐτὸς ἐπιτρέχει τῷ κάλλει τῆς ἀκτῖνος, ἀλλ᾽ ἐκείνη δείκνυσιν ἑαυτὴν, ἐπειδὰν λάμψῃ· ὅταν δὲ αὐτῆς δέξηται τὴν αὐγὴν, τότε καὶ αὐτὸς λοιπὸν διώκει τὸ φῶς. Τοῦτο οὖν ἐστι τὸ, Καθὼς καὶ ἐπεγνώσθην· οὐχ ὅτι οὕτως αὐτὸν εἰσόμεθα, καθὼς αὐτὸς ἡμᾶς, ἀλλ᾽ ὅτι ὥσπερ αὐτὸς ἡμῖν ἐπέδραμε νῦν, οὕτω καὶ ἡμεῖς ἀνθεξόμεθα αὐτοῦ τότε, καὶ πολλὰ τῶν νῦν ἀποῤῥήτων εἰσόμεθα, καὶ τῆς μακαριωτάτης ἐκείνης ἀπολαύσομεν ὁμιλίας καὶ σοφίας. Εἰ γὰρ ὁ τοσαῦτα εἰδὼς Παῦλος νήπιος, ἐννόησον ἡλίκα ἐκεῖνα· εἰ ταῦτα ἔσοπτρον καὶ αἴνιγμα, λογίζου μοι πάλιν ἐντεῦθεν τὸ πρόσωπον ἡλίκον ἐστίν. Ἵνα δέ σοι μικρόν τι παρανοίξω τῆς διαφορᾶς ταύτης, καὶ ἀκτῖνά τινα ἀμυδρὰν τοῦ νοήματος ἐναφῶ σου τῇ ψυχῇ τούτου, ἀναμνήσθητί μοι τῶν ἐν τῷ νόμῳ νῦν, ἡνίκα ἡ χάρις ἔλαμψε.

Καὶ γὰρ ἐκεῖνα πρὸ τῆς χάριτος μεγάλα τινὰ καὶ θαυμαστὰ ἐφαίνετο· ἀλλ᾽ ὅμως ἄκουσον τί φησι περὶ αὐτῶν μετὰ τὴν χάριν ὁ Παῦλος, ὅτι Οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω γένηται, ἐφ᾽ ἑνός τινος τῶν τότε τελουμένων τὸν λόγον μεταχειρίσωμεν, καὶ τότε ὄψει τὸ μέσον ὅσον· καὶ, εἰ βούλει, τὸ Πάσχα εἰς μέσον ἀγάγωμεν ἐκεῖνο καὶ τοῦτο, καὶ τότε εἴσῃ τὴν ὑπεροχήν. Ἐπετέλουν μὲν γὰρ καὶ Ἰουδαῖοι, ἐπετέλουν δὲ οὕτως, ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι· τὰ δὲ ἀπόῤῥητα ταῦτα μυστήρια οὐδὲ εἰς νοῦν ποτε ἔλαβον, οὐδὲ ᾔδεσαν τίνα ἦν, ἃ ἐκεῖνα προανεφώνει· ἀλλὰ πρόβατον ἑώρων σφαττόμενον, καὶ αἷμα ἀλόγου, καὶ θύρας χριομένας τούτῳ· ὅτι δὲ ὁ Υἱὸς τοῦ Θεοῦ σαρκωθεὶς σφαγήσεται, καὶ τὴν οἰκουμένην ἐλευθερώσει πᾶσαν, καὶ δώσει καὶ Ἕλλησι καὶ βαρβάροις τοῦ αἵματος ἀπογεύσασθαι τούτου, καὶ τὸν οὐρανὸν ἀνοίξει πᾶσι, καὶ τὰ ἐκεῖ προσθήσει τῷ τῶν ἀνθρώπων γένει, καὶ τὴν αἱμαχθεῖσαν σάρκα λαβὼν ὑπὲρ τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ πάσας ἁπλῶς τὰς ἄνω τῶν ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄλλων δυνάμεων στρατιὰς ἀναβιβάσει, καὶ ἐπ᾽ αὐτοῦ τοῦ θρόνου τοῦ βασιλικοῦ ἐν δεξιᾷ τοῦ Πατρὸς αὐτὴν καθιεῖ δόξῃ λάμπουσαν ἀῤῥήτῳ· ταῦτα δὴ οὔτε ἐκείνων τις, οὔτε τῶν ἄλλων οὐδεὶς ἀνθρώπων, οὔτε προέγνω οὔτε εἰς νοῦν ἠδυνήθη βαλέσθαι ποτέ.

Ἀλλὰ τί φασιν οἱ πάντα τολμηροί; Τὸ, Ἄρτι γινώσκω ἐκ μέρους, περὶ οἰκονομιῶν εἰρῆσθαι· τὴν γὰρ περὶ τοῦ Θεοῦ γνῶσιν ἀπηρτισμένην αὐτὸν ἔχειν. Καὶ πῶς νήπιον ἑαυτὸν καλεῖ; πῶς δι᾽ ἐσόπτρου βλέπει; πῶς ἐν αἰνίγματι, εἰ τὸ πᾶν ἔχει τῆς γνώσεως; τί δὲ ὥσπερ ἐξαίρετον ἀνατίθησιν αὐτὸ τῷ Πνεύματι, καὶ οὐδεμιᾷ ἄλλῃ δυνάμει τῆς κτίσεως, λέγων· Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Καὶ ὁ Χριστὸς πάλιν ἑαυτοῦ μόνου τοῦτο εἶναί φησιν, οὕτω λέγων· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα· ὅρασιν τὴν γνῶσιν λέγων τὴν σαφεστάτην καὶ ἀπηρτισμένην. Πῶς δὲ ὁ τὴν οὐσίαν εἰδὼς, τὰς οἰκονομίας ἀγνοήσει; ἐκείνη γὰρ μείζων ταύτης ἡ γνῶσις. Ἀγνοοῦμεν οὖν, φησὶ, τὸν Θεόν; Ἄπαγε· ἀλλ᾽ ὅτι μὲν ἔστιν, ἴσμεν· τί ποτε δέ ἐστι τὴν οὐσίαν, οὐκέτι. Καὶ ἵνα γνῷς ὅτι οὐ περὶ τῶν οἰκονομιῶν εἴρηκε τὸ, Ἄρτι γινώσκω ἐκ μέρους, ἄκουσον τῶν ἑξῆς· ἐπήγαγεν οὖν· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Οὐ δήπου δὲ ὑπὸ τῶν οἰκονομιῶν ἐπεγνώσθη, ἀλλ᾽ ὑπὸ τοῦ Θεοῦ. Μηδεὶς τοίνυν μικρὰν, μηδὲ ἁπλῆν νομιζέτω εἶναι ταύτην τὴν παρανομίαν, ἀλλὰ καὶ διπλῆν καὶ τριπλῆν καὶ πολλαπλασίονα.

Οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄτοπον, ὅτι ταῦτα ἀλαζονεύονται εἰδέναι, ἃ τοῦ Πνεύματός ἐστι μόνου, καὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀλλ᾽ ὅτι καὶ Παύλου οὐδὲ τὸ μερικὸν τοῦτο τῆς γνώσεως ἄνευ τῆς ἄνωθεν ἀποκαλύψεως δυνηθέντος μαθεῖν, αὐτοὶ τὸ πᾶν ἐκ τῶν οἰκείων λογισμῶν κατειληφέναι φασίν. Οὐδὲ γὰρ ἔχουσιν οὐδαμοῦ τὴν Γραφὴν περὶ τούτων ἡμῖν διειλεγμένην δεῖξαι. Ἀλλὰ γὰρ τὴν μανίαν αὐτῶν ἀφέντες, τῶν ἑξῆς ἐχώμεθα περὶ τῆς ἀγάπης λόγων. Οὐδὲ γὰρ τούτοις ἠρκέσθη, ἀλλ᾽ ἐπάγει πάλιν λέγων· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.

γʹ. Ἡ μὲν γὰρ πίστις καὶ ἡ ἐλπὶς τῶν πιστευθέντων καὶ τῶν ἐλπισθέντων παραγενομένων ἀγαθῶν, παύεται. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἐλπὶς γὰρ βλεπομένη, οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; καὶ πάλιν, Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.

Ὥστε αὗται μὲν παύονται φανέντων ἐκείνων· ἡ δὲ ἀγάπη τότε μάλιστα αἴρεται, καὶ γίνεται σφοδροτέρα. Ἕτερον πάλιν ἐγκώμιον τῆς ἀγάπης· οὐδὲ γὰρ ἀρκεῖται τοῖς ἔμπροσθεν, ἀλλὰ καὶ ἄλλο φιλονεικεῖ πάλιν εὑρεῖν. Σκόπει δέ· Εἶπεν αὐτὴν χάρισμα εἶναι μέγα καὶ ὁδὸν τούτων καθ᾽ ὑπερβολήν· εἶπε χωρὶς αὐτῆς μηδὲν μέγα ὠφελεῖν τὰ χαρίσματα, ὑπέγραψεν αὐτῆς διὰ πολλῶν τὴν εἰκόνα· βούλεται πάλιν καὶ ἑτέρως αὐτὴν ἐπᾶραι, καὶ δεῖξαι μεγάλην οὖσαν ἐκ τοῦ διαμένειν· διὸ καὶ ἔλεγε, Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. Πῶς οὖν μείζων ἡ ἀγάπη; Τῷ ἐκεῖνα διαβαίνειν. Εἰ τοίνυν τοσαύτη ἡ ἰσχὺς τῆς ἀγάπης, εἰκότως ἐπάγει λέγων, Διώκετε τὴν ἀγάπην. Καὶ γὰρ διώξεως χρεία καὶ δρόμου τινὸς σφοδροῦ ἐπ᾽ αὐτήν· οὕτως ἡμῶν ἀπέπτη, καὶ τοσαῦτα τὰ ὑποσκελίζοντα τὸν ἐκεῖσε δρόμον. Διὸ καὶ πολλῆς ἡμῖν δεῖ τῆς σφοδρότητος, ὥστε αὐτὴν καταλαβεῖν.

Ὅπερ ἐνδεικνύμενος ὁ Παῦλος οὐκ εἶπεν, Ἀκολουθεῖτε τῇ ἀγάπῃ, ἀλλὰ, Διώκετε αὐτὴν, διεγείρων ἡμᾶς καὶ ἀνάπτων πρὸς τὴν ἐκείνης ἀντίληψιν. Καὶ γὰρ ὁ Θεὸς ἐξαρχῆς μυρία ὑπὲρ τοῦ ταύτην ἡμῖν ἐμφυτεῦσαι ἐμηχανήσατο· καὶ γὰρ μίαν ἅπασιν ἔδωκε κεφαλὴν, τὸν Ἀδάμ. Διὰ τί γὰρ μὴ ἐκ γῆς γινόμεθα πάντες; διὰ τί μὴ τέλειοι, ὡς ἐκεῖνος; Ἵνα καὶ οἱ τόκοι καὶ αἱ παιδοτροφίαι, καὶ τὸ ἐξ ἀλλήλων φύεσθαι, συνδήσωσι πρὸς ἀλλήλους ἡμᾶς. Διὰ τοῦτο οὐδὲ τὴν γυναῖκα ἐποίησεν ἀπὸ γῆς. Ἐπειδὴ γὰρ οὐκ ἤρκει δυσωπῆσαι πρὸς ὁμόνοιαν ἡμᾶς ὁμοίως, τὸ τῆς αὐτῆς οὐσίας εἶναι, εἰ μὴ καὶ τὸν αὐτὸν ἔχοιμεν πρόγονον, καὶ τοῦτο κατεσκεύασεν. Εἰ γὰρ νῦν τόποις διεστηκότες μόνοις, ἀλλοτρίους εἶναι νομίζομεν ἑαυτοὺς ἀλλήλων· εἰ δύο τὸ γένος ἡμῶν ἔσχεν ἀρχὰς, πολλῷ μᾶλλον ἂν τοῦτο ἐγένετο. Διὰ δὴ τοῦτο, ὥσπερ ἀπό τινος μιᾶς κεφαλῆς, τὸ πᾶν ἔδησε σῶμα τοῦ τῶν ἀνθρώπων γένους. Καὶ ἐπειδήπερ ἐξαρχῆς δύο τινὲς ἐδόκουν εἶναι, ὅρα πῶς αὐτοὺς συγκολλᾷ πάλιν καὶ εἰς ἓν συνάγει διὰ τοῦ γάμου· Ἀντὶ τούτου γὰρ καταλείψει, φησὶν, ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Καὶ οὐκ εἶπεν, Ἡ γυνὴ, ἀλλ᾽ Ὁ ἄνθρωπος, ἐπειδὴ καὶ μείζων ἡ ἐπιθυμία ἐν ἐκείνῳ.

Καὶ γὰρ καὶ μείζονα αὐτὴν διὰ τοῦτο ἐποίησεν, ἵνα τὸ ὑπερέχον κατακάμψῃ τῇ τυραννίδι τούτου τοῦ ἔρωτος, καὶ ὑποτάξῃ τῷ ἀσθενεστέρῳ. Ἐπειδὴ δὲ καὶ γάμον ἔδει εἰσαχθῆναι, τὸν ἐξ οὗ γέγονε, τοῦτον ἄνδρα ἐποίησε τῇ γυναικί. Πάντα γὰρ ἀγάπης τῷ Θεῷ δεύτερα.

Εἰ γὰρ οὕτω γενομένων ὁ πρῶτος εὐθέως οὕτως ἐμάνη, καὶ τοσαύτην μάχην ὁ διάβολος καὶ βασκανίαν ἐνέσπειρε, τί οὐκ ἂν εἰργάσατο, εἰ μὴ ἀπὸ μιᾶς ῥίζης ἐβλάστησαν; Εἶτα ἵνα τὸ μὲν ὑποτάττηται, τὸ δὲ ἄρχῃ τὸ γὰρ ὁμότιμον οἶδε πολλάκις μάχην εἰσάγειν· οὐκ ἀφῆκε δημοκρατίαν εἶναι, ἀλλὰ βασιλείαν, καὶ καθάπερ ἐν στρατοπέδῳ, ταύτην ἄν τις ἴδοι τὴν διάταξιν καθ᾽ ἑκάστην οἰκίαν. Ἔστι γοῦν ἐν τάξει μὲν βασιλέως ὁ ἀνὴρ, ἐν τάξει δὲ ὑπάρχου ἡ γυνὴ καὶ στρατηγοῦ· καὶ οἱ παῖδες δὲ ἀρχὴν κεκλήρωνται τρίτην· εἶτα μετὰ ταῦτα ἀρχὴ τετάρτη ἡ τῶν οἰκετῶν· καὶ γὰρ καὶ οὗτοι κρατοῦσι τῶν ἐλαττόνων, καὶ εἷς τις πολλάκις τοῖς πᾶσιν ἐφέστηκε, τὴν τοῦ δεσπότου τάξιν διατηρῶν, πλὴν ὡς οἰκέτης. Καὶ μετὰ ταύτης ἑτέρα πάλιν ἀρχὴ καὶ ἐν αὐτοῖς ἡ τῶν γυναικῶν, ἡ τῶν παίδων, καὶ ἐν αὐτοῖς τοῖς παισὶ πάλιν ἑτέρα κατὰ τὴν ἡλικίαν καὶ κατὰ τὴν φύσιν· οὐδὲ γὰρ ἐν τοῖς παιδίοις ὁμοίως τὸ θῆλυ κρατεῖ. Καὶ πανταχοῦ δι᾽ ὀλίγου καὶ πυκνὰς ἐποίησε τὰς ἀρχὰς ὁ Θεὸς, ἵνα πάντα ἐν ὁμονοίᾳ μένῃ καὶ εὐταξίᾳ πολλῇ.

Διὰ τοῦτο καὶ πρὶν εἰς πλῆθος ἐξενεχθῆναι τὸ γένος, δύο μόνων ὄντων τῶν πρώτων, τῷ μὲν ἄρχειν, τῇ δὲ ἄρχεσθαι ἐκέλευσε. Καὶ ἵνα μὴ ὡς ἐλάττονος καταφρονῇ πάλιν καὶ ἀποσχίζηται, ὅρα πῶς αὐτὴν ἐτίμησέ τε καὶ ἥνωσε καὶ πρὸ τῆς δημιουργίας.

Ποιήσωμεν γὰρ αὐτῷ, φησὶ, βοηθόν· δεικνὺς ὅτι εἰς χρείαν αὐτοῦ γέγονε, καὶ ταύτῃ συνάγων αὐτὸν πρὸς τὴν δι᾽ αὐτὸν γεγενημένην. Καὶ γὰρ πρὸς ταῦτα οἰκειότερον διακείμεθα τὰ δι᾽ ἡμᾶς πραχθέντα. Ἵνα δὲ μὴ ἐπαίρηται πάλιν ἐκείνη, ὡς εἰς βοήθειαν αὐτῷ δοθεῖσα, καὶ τὸν δεσμὸν ἀποῤῥήξῃ τοῦτον, ἀπὸ τῆς πλευρᾶς αὐτὴν ποιεῖ, δεικνὺς ὅτι μέρος τοῦ παντός ἐστιν αὕτη τοῦ σώματος. Ἵνα δὲ μηδὲ ὁ ἀνὴρ ἐντεῦθεν ἐπαίρηται, οὐκέτι ἀφίησιν εἶναι μόνου, ὃ μόνου τὸ πρότερον ἐγένετο, ἀλλὰ τοὐναντίον ἐποίησε τούτῳ, τὴν παιδοποιίαν εἰσαγαγὼν, κἂν τούτῳ προτιμήσας μὲν τὸν ἄνδρα, οὐ μὴν τὸ πᾶν ἀφεὶς εἶναι αὐτοῦ.

δʹ. Εἶδες πόσους συνδέσμους ἀγάπης ὁ Θεὸς εἰργάσατο; Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς φύσεως κατέθηκε τῇ ὁμονοίᾳ τὰ ἐνέχυρα. Καὶ γὰρ τὸ τῆς αὐτῆς οὐσίας εἶναι, εἰς τοῦτο ἄγει· πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ· καὶ τὸ ἐξ ἀνδρὸς τὴν γυναῖκα εἶναι, καὶ τὸ ἐξ ἀμφοτέρων πάλιν τοὺς παῖδας. Ὅθεν καὶ πολλοὶ φύονται διαθέσεως τρόποι. Τὸν μὲν γὰρ ὡς πατέρα ἀγαπῶμεν, τὸν δὲ ὡς πάππον· καὶ τὴν μὲν ὡς μητέρα, τὴν δὲ ὡς τιθηνόν· καὶ τὸν μὲν ὡς υἱὸν καὶ ἔγγονον καὶ ἐξ ἐγγόνων πάλιν, τὴν δὲ ὡς θυγατέρα καὶ θυγατριδῆν· καὶ τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς ἀδελφιδοῦν· καὶ τὴν μὲν ὡς ἀδελφὴν, τὴν δὲ ὡς ἀδελφιδῆν. Καὶ τί γὰρ δεῖ πάντα καταλέγειν τὰ τῆς συγγενείας ὀνόματα; Ἐπενόησε δὲ καὶ ἑτέραν διαθέσεως ὑπόθεσιν· ἀπαγορεύσας γὰρ τοὺς τῶν συγγενῶν γάμους, ἐπ᾽ ἀλλοτρίους ἡμᾶς ἐξήγαγε, κἀκείνους πάλιν πρὸς ἡμᾶς εἵλκυσεν. Ἐπειδὴ γὰρ ἀπὸ τῆς φυσικῆς ταύτης συγγενείας οὐκ ἦν ἐκείνους ἡμῖν συναφθῆναι, ἀπὸ τοῦ γάμου πάλιν συνῆψεν, ὁλοκλήρους οἰκίας διὰ τῆς μιᾶς νύμφης συνάγων, καὶ γένη γένεσιν ὅλα ἀναμιγνύς. Μὴ γάμει γὰρ, φησὶ, τὴν ἀδελφὴν τὴν σὴν, μηδὲ τὴν ἀδελφὴν τοῦ πατρὸς, μηδὲ ἄλλην κόρην τὴν τοιαύτην συγγένειαν πρὸς σὲ κεκτημένην, ἣ διακωλύει τὸν γάμον, ὀνόματι θεὶς τῶν τοιούτων συγγενῶν τὰ εἴδη. Ἀρκεῖ σοι πρὸς τὴν ἐκείνων διάθεσιν τὸ λῦσαι τὰς αὐτὰς ὠδῖνας, τὸ ἑτέρως σοι προσήκειν τὰς ἄλλας.

Τί στενοχωρεῖς τῆς ἀγάπης τὸ πλάτος; τί περιττῶς ὑπόθεσιν ἀναλίσκεις εἰς αὐτὴν φιλίας, δι᾽ ἧς δύνασαι καὶ ἑτέραν πορίσασθαι φιλίας ἀφορμὴν, ἔξωθεν γυναῖκα ἀγαγὼν, καὶ δι᾽ ἐκείνης συγγενῶν ὁρμαθὸν, καὶ μητέρα, καὶ πατέρα, καὶ ἀδελφοὺς, καὶ τοὺς τούτων ἐπιτηδείους;

Εἶδες πόσοις τρόποις ἡμᾶς συνέδησεν; Ἀλλ᾽ ὅμως οὐδὲ ταῦτα αὐτῷ ἤρκεσεν, ἀλλὰ καὶ ἀλλήλων χρῄζειν παρεσκεύασεν, ἵνα καὶ οὕτως ἡμᾶς συναγάγῃ, ἐπειδὴ μάλιστα τὰς φιλίας αἱ χρεῖαι ποιοῦσι. Διὰ δὴ τοῦτο οὐδὲ πάντα ἀφῆκε πανταχοῦ γίνεσθαι, ἵνα κἀντεῦθεν ἀλλήλοις ἀναμίγνυσθαι ἀναγκάσῃ. Καταστήσας δὲ ἡμᾶς ἐν χρείᾳ ἀλλήλων, εὔκολον πάλιν τὴν ἐπιμιξίαν ἐποίησεν· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, εἰς ἑτέραν ἀηδίαν τὸ πρᾶγμα περιΐστατο καὶ δυσχέρειαν. Εἰ γὰρ ἰατροῦ δεόμενον ἢ τέκτονος ἢ ἑτέρου δημιουργοῦ, μακρὰν ἔδει στέλλεσθαι ἀποδημίαν, τὸ πᾶν ἀπολώλει. Διὰ δὴ τοῦτο καὶ πόλεις κατεσκεύασε, καὶ πάντας ὁμοῦ συνήγαγεν. Ἵνα δὴ καὶ τοῖς πόῤῥωθεν ῥᾳδίως ἐπιχωριάζωμεν, θάλατταν εἰς μέσον ἥπλωσε, καὶ ἀνέμων ταχύτητα ἔδωκε, ῥᾳδίας ἐντεῦθεν τὰς ἀποδημίας ποιῶν. Παρὰ δὲ τὴν ἀρχὴν καὶ ἐν ἑνὶ πάντας συνήγαγε χωρίῳ, καὶ οὐ πρότερον διέσπειρεν, ἕως εἰς κακὸν ἐχρήσαντο τῇ ὁμονοίᾳ οἱ πρῶτοι λαβόντες τὸ δῶρον· ἀλλὰ πάντοθεν ἡμᾶς συνήγαγε, καὶ ἀπὸ φύσεως καὶ ἀπὸ συγγενείας καὶ ἀπὸ γλώττης καὶ ἀπὸ τόπου. Καὶ ὥσπερ οὐκ ἐβούλετο ἐκπεσεῖν ἡμᾶς τοῦ παραδείσου (εἰ γὰρ ἐβούλετο, οὐδ᾽ ἂν ἐκεῖ κατέθετο ὃν ἐποίησεν ἄνθρωπον τὴν ἀρχὴν), ἀλλ᾽ ὁ παρακούσας αἴτιος· οὕτως οὐδὲ ἀλλογλώσσους εἶναι ἠθέλησεν· ἐπεὶ κἂν ἐξ ἀρχῆς τοῦτο ἐποίησε· νῦν δὲ πᾶσα ἡ γῆ χεῖλος ἓν ἦν, καὶ φωνὴ μία πᾶσι.

Διὰ δὴ τοῦτο οὐδὲ ἡνίκα τὴν γῆν ἀφανισθῆναι ἔδει, οὐδὲ τότε ἡμᾶς ἐξ ἄλλης ἐποίησεν ὕλης, οὐδὲ μετέθηκε τὸν δίκαιον, ἀλλ᾽ ἀφεὶς αὐτὸν ἐν μέσῳ τῷ κλυδωνίῳ, ὥσπερ τινὰ σπινθῆρα τῆς οἰκουμένης, ἀνῆψε πάλιν ἡμῶν τὸ γένος ἐκεῖθεν ἀπὸ τοῦ μακαρίου Νῶε.

Καὶ ἐξ ἀρχῆς μὲν μίαν ἐποίησεν ἀρχὴν, τὸν ἄνδρα ἐπιστήσας τῇ γυναικί· ἐπειδὴ δὲ εἰς πολλὴν ἐξώκειλεν ἀταξίαν τὸ γένος ἡμῶν, καὶ ἑτέρας κατέστησε, τὰς τῶν δεσποτῶν, τὰς τῶν ἀρχόντων· καὶ τοῦτο δὲ δι᾽ ἀγάπην. Ἐπειδὴ γὰρ ἡ κακία διαλυτικὸν καὶ ἀναιρετικὸν ἡμῶν τοῦ γένους, ὥσπερ τινὰς ἰατροὺς ἐν μέσαις ταῖς πόλεσιν ἐκάθισε τοὺς δικάζοντας, ἵν᾽ ὥσπερ τινὰ λοιμὸν τῆς ἀγάπης τὴν κακίαν ἀπελαύνοντες, πάντας εἰς ἓν συναγάγωσιν. Ἵνα δὲ μὴ μόνον ἐν ταῖς πόλεσιν, ἀλλὰ καὶ ἐν ἑκάστῃ οἰκίᾳ πολλὴ ἡ ὁμόνοια ᾖ, τὸν μὲν ἄνδρα τῇ ἀρχῇ καὶ τῇ ὑπεροχῇ τιμήσας, τὴν δὲ γυναῖκα τῇ ἐπιθυμίᾳ καθοπλίσας, καὶ τὸ τῆς παιδοποιίας δὲ δῶρον εἰς μέσον ἀμφοτέροις καταθεὶς, καὶ ἕτερα μετὰ τούτων συναγωγὰ τῆς ἀγάπης κατεσκεύασεν. Οὔτε γὰρ πάντα ἐπέτρεψε τῷ ἀνδρὶ, οὔτε πάντα τῇ γυναικὶ, ἀλλὰ καὶ ταῦτα διεῖλεν ἑκάστῳ, τῇ μὲν τὴν οἰκίαν, τῷ δὲ τὴν ἀγορὰν ἐγχειρίσας, καὶ τῷ μὲν τὸ τρέφειν, γεωργεῖ γάρ· τῇ δὲ τὸ περιβάλλειν, ἱστὸς γὰρ καὶ ἠλακάτη τῆς γυναικός· αὐτὸς γὰρ ἔδωκε τῇ γυναικὶ ὑφάσματος σοφίαν.

Ἀλλ᾽ ἀπόλοιτο ἡ φιλαργυρία, οὐκ ἀφιεῖσα ταύτην φαίνεσθαι τὴν διάκρισιν. Ἡ γὰρ βλακεία τῶν πολλῶν καὶ τοὺς ἄνδρας εἰς τοὺς ἱστοὺς ἐπεισήγαγε, καὶ κερκίδας αὐτοῖς ἐνεχείρισε καὶ κρόκην καὶ στήμονας. Ἀλλ᾽ ὅμως καὶ οὕτω διαλάμπει τῆς θείας οἰκονομίας ἡ πρόνοια. Καὶ γὰρ καὶ τῆς γυναικὸς ἐν ἄλλοις ἀναγκαιοτέροις σφόδρα δεόμεθα, καὶ τῶν ἐλαττόνων ἐν τοῖς συνέχουσι τὸν βίον ἡμῶν χρῄζομεν· καὶ τοσαύτη τῆς χρείας ἐστὶν ἡ ἀνάγκη, ὅτι κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω ταύτης ἀπήλλακται τῆς συναφείας, καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου. Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πένητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενήτων, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων.

εʹ. Καὶ ἵνα τοῦτο σαφέστερον ἴδῃς, ποιήσωμεν, εἰ δοκεῖ, δύο πόλεις, τὴν μὲν πλουσίων μόνον, τὴν δὲ πενήτων· καὶ μήτε ἐν τῇ τῶν πλουτούντων ἔστω τις πένης, μήτε ἐν τῇ τῶν πενήτων ἔστω τις πλούσιος ἀνὴρ, ἀλλ᾽ ἐκκαθάρωμεν ἀκριβῶς ἑκατέρας, καὶ ἴδωμεν ποία μᾶλλον ἀρκέσαι ἑαυτῇ δυνήσεται. Ἐὰν γὰρ εὕρωμεν τὴν τῶν πενήτων δυναμένην, εὔδηλον ὅτι οἱ πλούσιοι τούτων μᾶλλον δεήσονται. Οὐκοῦν ἐν μὲν ἐκείνῃ τῇ τῶν εὐπόρων οὐδεὶς ἔσται δημιουργὸς, οὐκ οἰκοδόμος, οὐ τέκτων, οὐχ ὑποδηματοῤῥάφος, οὐκ ἀρτοποιὸς, οὐ γεωργὸς, οὐ χαλκοτύπος, οὐ σχοινοστρόφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορήσωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων ταλαιπωρίας;

Πῶς οὖν ἡμῖν ἡ πόλις στήσεται αὕτη; Δόντες, φησὶν, ἀργύριον οἱ πλουτοῦντες, ταῦτα ὠνήσονται παρὰ τῶν πενήτων. Οὐκοῦν οὐκ ἀρκέσουσιν ἑαυτοῖς, εἴ γε ἐκείνων δέονται. Πῶς δὲ οἰκίας οἰκοδομήσονται; ἢ καὶ τοῦτο ὠνήσονται; ἀλλ᾽ οὐκ ἂν ἔχοι τοῦτο φύσις. Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ καλεῖν, καὶ διαφθείρειν τὸν νόμον, ὃν ἐθήκαμεν ἐξ ἀρχῆς τὴν πόλιν οἰκίζοντες· μέμνησθε γὰρ, ὅτε ἐλέγομεν, μηδεὶς ἔστω πένης ἔνδον. Ἀλλ᾽ ἰδοὺ ἡ χρεία, καὶ μὴ βουλομένων ἡμῶν, ἐκάλεσεν αὐτοὺς καὶ εἰσήγαγεν. Ὅθεν δῆλον, ὡς ἀδύνατον χωρὶς πενήτων συστῆναι πόλιν. Εἰ γὰρ μένοι ἡ πόλις μηδένα παραδεχομένη τούτων, οὐκέτι ἔσται πόλις, ἀλλ᾽ ἀπολεῖται.

Οὐκοῦν οὐκ ἀρκέσει ἑαυτῇ, εἰ μὴ καθάπερ τινὰς σωτῆρας τοὺς πένητας παρ᾽ ἑαυτῇ συναγάγοι. Ἴδωμεν δὲ καὶ τὴν τῶν πενήτων πόλιν, εἰ καὶ αὕτη ὁμοίως ἐνδεῶς διακείσεται τῶν πλουτούντων ἐστερημένη. Καὶ πρότερον διακαθάρωμεν τῷ λόγῳ τὸν πλοῦτον, καὶ δείξωμεν αὐτὸν σαφῶς. Τί ποτ᾽ οὖν ἐστι πλοῦτος; Χρυσὸς καὶ ἄργυρος, καὶ λίθοι τίμιοι, καὶ ἱμάτια σηρικὰ καὶ ἁλουργὰ καὶ διάχρυσα. Ἐπεὶ οὖν ἐφάνη τί ποτέ ἐστιν ὁ πλοῦτος, ἀπελάσωμεν αὐτὸν τῆς τῶν πενήτων πόλεως, εἰ μέλλοιμεν καθαρῶς πόλιν πενήτων ποιεῖν, καὶ μηδὲ ὄναρ ἐκεῖ φαινέσθω χρυσίον, μηδὲ ἱμάτια τοιαῦτα· εἰ δὲ βούλει, μηδὲ ἄργυρος, μηδὲ τὰ ἐξ ἀργύρου σκεύη. Τί οὖν; παρὰ τοῦτο ἐνδεῶς ζήσεται τὰ τῆς πόλεως ταύτης, εἰπέ μοι; Οὐδέν. Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν, χειρῶν δὲ οὐχ ἁπλῶς, ἀλλὰ τετυλωμένων, καὶ δακτύλων ἀπεσκληκότων, καὶ ἰσχύος πολλῆς, καὶ ξύλων καὶ λίθων· ἄν τε ὑφαίνειν πάλιν ἱμάτιον, οὐ χρυσοῦ πάλιν ἡμῖν δὲ καὶ ἀργύρου, ἀλλὰ χειρῶν πάλιν καὶ τέχνης καὶ γυναικῶν ἐργαζομένων. Τί δὲ, ἐὰν γεωργεῖν δέῃ καὶ σκάπτειν τὴν γῆν; πλουτούντων ἢ πενομένων χρεία; Παντί που δῆλον, ὅτι πενήτων. Καὶ σίδηρον δὲ ὅταν δέῃ χαλκεύειν, καὶ ἄλλο τι τῶν τοιούτων ποιεῖν, τοῦ δήμου τούτου μάλιστα ἡμῖν δεῖ. Ποῦ οὖν δεησόμεθα τῶν πλουτούντων λοιπόν· πλὴν εἰ μὴ καθελεῖν δέον τὴν πόλιν ταύτην;

Εἰ γὰρ ἐπεισελθόντων ἐκείνων εἰς τὴν τοῦ χρυσίου καὶ τὴν τῶν μαργαριτῶν ἐμπέσοιεν ἐπιθυμίαν, οὗτοι οἱ φιλόσοφοι (φιλοσόφους γὰρ ἐγὼ καλῶ τοὺς οὐδὲν περιττὸν ἐπιζητοῦντας), ἀργίᾳ δόντες ἑαυτοὺς καὶ τρυφῇ, πάντα ἀπολοῦσι λοιπόν. Καὶ εἰ μὴ χρήσιμος ὁ πλοῦτος, φησὶ, τίνος ἕνεκεν δέδοται παρὰ τοῦ Θεοῦ; Καὶ πόθεν δῆλον, ὅτι παρὰ τοῦ Θεοῦ τὸ πλουτεῖν; Ἡ Γραφή φησιν, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ ᾧ ἐὰν βούλομαι, δώσω αὐτό. Ἐνταῦθα εἰ μὴ πρᾶγμα ἐποίουν αἰσχρὸν, καὶ ἐγέλασα νῦν πλατὺν γέλωτα, τῶν ταῦτα λεγόντων καταγελῶν, ὅτι καθάπερ παιδία μικρὰ τραπέζης ἀπολαύοντα βασιλικῆς, μετ᾽ ἐκείνης τῆς τροφῆς καὶ τὸ προστυχὸν ἅπαν ἐπεμβάλλουσι τῷ στόματι· οὕτω καὶ οὗτοι μετὰ τῶν θείων Γραφῶν καὶ τὰ παρ᾽ ἑαυτῶν συνεισάγουσι. Τὸ μὲν γὰρ, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, οἶδα εἰρημένον τῷ προφήτῃ· τὸ δὲ, ᾯ ἐὰν θέλω, δώσω αὐτὸ, οὐκέτι προσκείμενον, ἀλλὰ παρὰ τῶν συρφετῶν τούτων ἐπεισενηνεγμένον.

Καὶ ἐκεῖνο δὲ τίνος ἕνεκεν εἴρηται ἐρῶ. Ὁ γὰρ προφήτης Ἀγγαῖος ἐπειδὴ συνεχῶς ἐπηγγέλλετο τοῖς Ἰουδαίοις μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τὸν ναὸν δείξειν ἐπὶ τοῦ σχήματος τοῦ προτέρου, καὶ ἠπίστουν τῷ λεγομένῳ τινὲς καὶ σχεδὸν ἀδύνατον εἶναι ἐνόμιζον, εἰ μετὰ τὴν τέφραν καὶ τὴν κόνιν τοιοῦτος πάλιν φανεῖται ὁ οἶκος· ἐκεῖνος ἐκλύων αὐτῶν τὴν ἀπιστίαν, ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγει, ὡς ἂν εἰ ἔλεγε· Τί δεδοίκατε; τί δὲ ἀπιστεῖτε; Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ οὐ δέομαι, παρ᾽ ἑτέρων δανεισάμενος, οὕτω καλλωπίσαι τὸν οἶκον. Καὶ ὅτι τοῦτό ἐστιν, ἐπήγαγε, Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Μὴ τοίνυν ἀραχνῶν ὑφάσματα ἐπεισάγωμεν τῷ πέπλῳ τῷ βασιλικῷ.

Εἰ γὰρ, ἐν ἁλουργίδι εἴ τις ἁλοίη κρόκην παράσημον ἐμπλέκων, τὴν ἐσχάτην δώσει δίκην, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν· οὐδὲ γὰρ τὸ τυχὸν ἐντεῦθεν ἁμάρτημα γίνεται. Καὶ τί λέγω παρὰ προσθήκην καὶ ἀφαίρεσιν; παρὰ στιγμὴν μόνην, καὶ παρὰ ὑπόκρισιν μόνην ἀναγνώσεως πολλὰ πολλάκις ἄτοπα ἐτέχθη νοήματα.

ϛʹ. Πόθεν οὖν οἱ πλουτοῦντες; φησί· καὶ γὰρ εἴρηται, Πλοῦτος καὶ πενία παρὰ Κυρίου. Ἐρώμεθα οὖν τοὺς ταῦτα ἡμῖν ἀνθυποφέροντας, Ἆρα πᾶς πλοῦτος καὶ πᾶσα πενία παρὰ Κυρίου; Καὶ τίς ἂν τοῦτο εἴποι; Καὶ γὰρ ὁρῶμεν, καὶ ἐξ ἁρπαγῆς καὶ ἀπὸ τῆς περὶ τάφους κακουργίας καὶ ἀπὸ γοητείας καὶ ἐξ ἑτέρων τοιούτων προφάσεων πολὺν πολλοῖς συναγόμενον πλοῦτον, καὶ τοὺς ἔχοντας οὐδὲ ζῇν ἀξίους ὄντας. Τί οὖν, εἰπέ μοι, τοῦτον παρὰ τοῦ Θεοῦ τὸν πλοῦτον εἶναί φαμεν; Ἄπαγε· ἀλλὰ πόθεν; Ἐξ ἁμαρτίας. Καὶ γὰρ ἡ πόρνη τὸ σῶμα ἐνυβρίσασα πλουτεῖ, καὶ εὔμορφος νέος πολλάκις τὴν ὥραν ἀποδόμενος μετ᾽ ἀσχημοσύνης κέκτηται χρυσίον, καὶ ὁ τυμβωρύχος τοὺς τάφους ἀναῤῥήξας συνήγαγε πλοῦτον ἄδικον, καὶ ὁ λῃστὴς τοὺς τοίχους διορύξας.

Οὐκοῦν ἀπὸ τοῦ Θεοῦ ἅπας ὁ πλοῦτος; Τί οὖν, φησὶν, ἐροῦμεν πρὸς τὴν ῥῆσιν ταύτην; Μάθε πρῶτον καὶ πενίαν οὐκ ἀπὸ Θεοῦ γινομένην, καὶ τότε καὶ ἐπὶ τὴν ῥῆσιν αὐτὴν βαδιούμεθα. Ὅταν γάρ τις ἄσωτος ὢν νέος, ἢ εἰς πόρνας ἀναλώσῃ τὸν πλοῦτον, ἢ εἰς γόητας, ἢ εἰς ἑτέρας τινὰς τοιαύτας ἐπιθυμίας, καὶ γένηται πένης, οὐκ εὔδηλον, ὅτι οὐκ ἀπὸ τοῦ Θεοῦ γέγονε τοῦτο, ἀλλ᾽ ἀπὸ τῆς οἰκείας ἀσωτίας; Πάλιν εἴ τις ὑπὸ ἀργίας γένοιτο πένης, εἴ τις ὑπὸ ἀνοίας εἰς πτωχείαν κατενεχθείη, εἴ τις ἐπικινδύνοις καὶ παρανόμοις ἐπιχειρῶν πράγμασιν, οὐκ εὔδηλον πάντως, ὅτι οὐδὲ τούτων τις καὶ τῶν τοιούτων εἰς τὴν πτωχείαν αὐτὴν ἀπὸ Θεοῦ κατηνέχθη; Ψεύδεται οὖν ἡ Γραφή; Μὴ γένοιτο, ἀλλ᾽ ἀνοηταίνουσιν οἱ μὴ μετὰ τῆς προσηκούσης ἀκριβείας ἐξετάζοντες τὰ γεγραμμένα ἅπαντα. Εἰ γὰρ καὶ τοῦτο ὡμολόγηται, ὅτι ἀψευδὴς ἡ Γραφὴ, καὶ τοῦτο ἀπεδείχθη, ὅτι οὐ πᾶς πλοῦτος παρὰ Θεοῦ, τῆς τῶν ἀπερισκέπτως ἀναγινωσκόντων ἀσθενείας ἡ ἀπορία. Καὶ ἔδει μὲν ἡμᾶς ἀφεῖναι, ἐν τούτῳ ἀπαλλάξαντας τὴν Γραφὴν τῶν ἐγκλημάτων, ἵνα ταύτην ἡμῖν δίκην δῶτε τῆς περὶ τὰς Γραφὰς ῥᾳθυμίας· ἀλλ᾽ ἐπειδὴ φείδομαι σφόδρα ὑμῶν, καὶ οὐ δύναμαι ἐπιπλέον θορυβουμένους ἰδεῖν καὶ διαταραττομένους, φέρε καὶ τὴν λύσιν ἐπαγάγωμεν, πρότερον τὸν εἰρηκότα εἰπόντες, καὶ πότε εἴρηται, καὶ πρὸς τίνας.

Οὐδὲ γὰρ ὁμοίως ἅπασιν ὁ Θεὸς διαλέγεται, ὥσπερ οὐδὲ ἡμεῖς παιδίοις καὶ ἀνδράσιν ὁμοίως κεχρήμεθα. Πότε οὖν εἴρηται, καὶ ὑπὸ τίνος, καὶ πρὸς τίνας; Ὑπὸ τοῦ Σολομῶντος ἐπὶ τῆς Παλαιᾶς πρὸς τοὺς Ἰουδαίους τοὺς οὐδὲν ἕτερον εἰδότας ἢ τὰ αἰσθητὰ, καὶ ἀπὸ τούτων τοῦ Θεοῦ δοκιμάζοντας τὴν ἰσχύν. Οὗτοι γὰρ οἱ λέγοντές εἰσι· Μὴ καὶ ἄρτον δύναται δοῦναι; καὶ, Τί σημεῖον δεικνύεις ἡμῖν; Οἱ πατέρες ἡμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ. Ὧν ὁ θεὸς ἡ κοιλία. Ἐπεὶ οὖν ἀπὸ τούτων αὐτὸν ἐδοκίμαζον, λέγει πρὸς αὐτοὺς, δυνατὸν καὶ τοῦτο τῷ Θεῷ, καὶ πλουσίους ποιῆσαι καὶ πένητας· οὐχ ὅτι πάντως αὐτὸς ποιεῖ, ἀλλ᾽ ὅτι δύναται, ὅταν θέλῃ· ὥσπερ ὅταν λέγῃ, Ὁ ἀπειλῶν τῇ θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν· καίτοι τοῦτο οὐδέποτε γέγονε. Πῶς οὖν αὐτὸ ὁ προφήτης φησίν; Οὐχ ὡς γινόμενον ἀεὶ, ἀλλ᾽ ὡς δυνατὸν αὐτῷ ποιῆσαι. Ποίαν οὖν πενίαν δίδωσι, καὶ ποῖον πλοῦτον; Ἀναμνήσθητι τοῦ πατριάρχου, καὶ εἴσῃ τὸν παρὰ τοῦ Θεοῦ διδόμενον πλοῦτον. Καὶ γὰρ τὸν Ἀβραὰμ αὐτὸς πλούσιον ἐποίησε, καὶ μετ᾽ ἐκεῖνον τὸν Ἰὼβ, καθὼς καὶ αὐτός φησιν· Εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ Κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; Καὶ ὁ τοῦ Ἰακὼβ πλοῦτος ἐκεῖθεν τὴν ἀρχὴν εἶχεν.

Ἔστι δὲ καὶ πενία παρ᾽ αὐτοῦ ἡ ἐπαινετὴ, οἵαν προεξένει τότε τῷ πλουσίῳ ἐκείνῳ, λέγων· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι· καὶ τοῖς μαθηταῖς πάλιν νομοθετῶν καὶ λέγων, Μὴ κτήσασθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας.

Μὴ τοίνυν λέγε, ὅτι πάντα πλοῦτον αὐτὸς δίδωσι· καὶ γὰρ ἐδείχθη καὶ ἀπὸ φόνων καὶ ἀπὸ ἁρπαγῆς καὶ ἀπὸ μυρίων ἑτέρων προφάσεων συλλεγόμενος οὗτος. Ἀλλὰ πάλιν εἰς τὸ πρότερον ἡμῖν ὁ λόγος περιΐσταται ζήτημα. Εἰ γὰρ μηδὲν ἡμῖν χρήσιμοι οἱ πλουτοῦντες, διὰ τί γεγένηνται; τί οὖν ἂν εἴποιμεν; Ὅτι οὗτοι οὐ χρήσιμοι, οἱ ἑαυτοὺς οὕτω ποιοῦντες πλουσίους, ὡς οἵ γε παρὰ τοῦ Θεοῦ γενόμενοι, καὶ σφόδρα χρήσιμοι. Καὶ τοῦτο ἀπ᾽ αὐτῶν τῶν παρ᾽ ἐκείνων γινομένων μάνθανε. Καὶ γὰρ ὁ Ἀβραὰμ τοῖς ξένοις καὶ τοῖς δεομένοις ἅπασι τὸν πλοῦτον ἐκέκτητο. Ὁ γὰρ τριῶν παραγενομένων, ὡς ἐνόμιζεν, ἀνθρώπων, μόσχον θύσας, καὶ τρία μέτρα σεμιδάλεως φυράσας, καὶ πρὸς τῇ θύρᾳ καθήμενος ἐν καιρῷ μεσημβρίας, ἐννόησον μεθ᾽ ὅσης δαψιλείας καὶ προθυμίας τὰ αὑτοῦ πᾶσιν ἀνήλισκε, μετὰ τῶν χρημάτων καὶ τὴν τοῦ σώματος παρεχόμενος ὑπηρεσίαν, καὶ ταῦτα ἐν γήρᾳ τοσούτῳ, καὶ λιμὴν τῶν ξένων καὶ τῶν ἐν χρείαις καθεστηκότων ὢν, καὶ οὐδὲν ἴδιον κεκτημένος, οὐδὲ αὐτὸν τὸν υἱόν· καὶ γὰρ τοῦ Θεοῦ κελεύσαντος, καὶ τοῦτον ἐπέδωκε· μετὰ δὲ τοῦ υἱοῦ καὶ ἑαυτὸν ἐπέδωκε καὶ τὴν οἰκίαν ἅπασαν, ἡνίκα τὸν ἀδελφιδοῦν ἐξαρπάσαι ἔσπευδε. Καὶ ταῦτα οὐ χρημάτων ἕνεκεν ἐποίει, ἀλλὰ φιλανθρωπίας μόνης.

Ὅτε γοῦν τῶν λαφύρων αὐτὸν ἐποίουν κύριον οἱ δι᾽ αὐτοῦ σωθέντες, μέχρι σπαρτίου καὶ σφαιρωτῆρος ἅπαντα διεκρούσατο. ζʹ. Τοιοῦτος καὶ ὁ μακάριος ἦν Ἰώβ. Καὶ γὰρ Ἡ θύρα μου, φησὶ, παντὶ ἐλθόντι ἠνέῳκτο. Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποῦς δὲ χωλῶν· ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος· ἀδύνατοι δὲ, ἤν ποτε χρείαν εἶχον, οὐκ ἀπέτυχον, οὐδὲ εἴασα ἐξελθεῖν ἀδύνατον τὴν θύραν μου κόλπῳ κενῷ.

Καὶ πολλῷ πλείονα δὲ τούτων, ἵνα μὴ πάντα καταλέγωμεν νῦν, διετέλει πράττων, εἰς τοὺς δεομένους ἅπαντα τὸν πλοῦτον καταναλίσκων. Βούλει καὶ τοὺς οὐ παρὰ Θεοῦ γινομένους πλουσίους ἰδεῖν, ἵνα μάθῃς πῶς κέχρηνται τῷ πλούτῳ; Ὅρα τὸν ἐπὶ τοῦ Λαζάρου, τὸν οὐδὲ τῶν ψιχίων μεταδιδόντα· ὅρα τὸν Ἀχαὰβ τὸν καὶ τὸν ἀμπελῶνα ἁρπάζοντα· ὅρα τὸν Γιεζῆ, ὅρα τοὺς τοιούτους ἅπαντας. Οἱ μὲν γὰρ δικαίως κεκτημένοι, ἅτε παρὰ τοῦ Θεοῦ λαβόντες, εἰς τὰ τοῦ Θεοῦ προστάγματα ἀναλίσκουσιν· οἱ δὲ ἐν τῷ κτᾶσθαι προσκρούσαντες τῷ Θεῷ, καὶ ἐν τῷ δαπανᾷν τὸ αὐτὸ ποιοῦσιν, εἰς πόρνας καὶ παρασίτους ἀναλίσκοντες, ἢ κατορύττοντες καὶ ἀποκλείοντες, εἰς πτωχὸν δὲ οὐδὲν δαπανῶντες. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ Θεὸς ἀφίησι πλουτεῖν τοὺς τοιούτους; Ὅτι μακρόθυμός ἐστιν, ὅτι βούλεται ἡμᾶς εἰς μετάνοιαν ἀγαγεῖν, ὅτι γέενναν ἡτοίμασεν, ὅτι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην. Εἰ δὲ εὐθέως τοὺς πλουτοῦντας κακῶς ἐκόλαζεν, οὐκ ἂν ὁ Ζακχαῖος ἔσχε προθεσμίαν μετανοίας, ὥστε καὶ τετραπλασίονα ἀποδοῦναι, ἅπερ ἥρπασε, καὶ τὰ ἡμίση προσθεῖναι τῶν ἑαυτοῦ· οὐκ ἂν ὁ Ματθαῖος μεταβαλέσθαι καὶ γενέσθαι ἀπόστολος, προαναρπαγεὶς τοῦ προσήκοντος καιροῦ· οὐκ ἂν ἕτεροι πολλοὶ τοιοῦτοι. Διὰ ταῦτα ἀνέχεται εἰς μετάνοιαν καλῶν ἅπαντας.

Εἰ δὲ μὴ βούλοιντο, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένοιεν, ἀκούσονται τοῦ Παύλου λέγοντος, ὅτι Κατὰ τὴν σκληρότητα αὐτῶν καὶ ἀμετανόητον καρδίαν θησαυρίζουσιν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ· ἥντινα ὀργὴν ἵνα φύγωμεν, πλουτῶμεν τὸν τοῦ οὐρανοῦ πλοῦτον, καὶ τὴν ἐπαινετὴν διώκωμεν πενίαν. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.