Καὶ εἰ ἐπιτήδειον, φησὶ, πῶς αὐτὴν τυφλοῖ; Οὐχὶ τὸ σῶμά ἐστι τὸ τυφλοῦν τὴν ψυχὴν, ἄπαγε, ἄνθρωπε, ἀλλ᾽ ἡ τρυφή. Τῆς δὲ τρυφῆς πόθεν ἐφιέμεθα; Οὐ παρὰ τὸ σῶμα ἔχειν, οὐδαμῶς, ἀλλὰ παρὰ προαίρεσιν πονηράν. Τὸ γὰρ σῶμα τροφῆς δεῖται, οὐ τρυφῆς, τὸ σῶμα τοῦ τρέφεσθαι χρῄζει, οὐχὶ τοῦ διακόπτεσθαι καὶ διαῤῥεῖν. Οὐδὲ γὰρ ψυχῇ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ σώματι τῷ τρεφομένῳ πολέμιον ἡ τρυφή. Καὶ γὰρ ἀσθενέστερον ἀντὶ ἰσχυροῦ γίνεται, καὶ μαλακώτερον ἀντὶ στεῤῥοῦ, καὶ ἐπίνοσον ἀντὶ ὑγιεινοῦ, καὶ βαρύτερον ἀντὶ κούφου, καὶ ἀραιότερον ἀντὶ πυκνοῦ, καὶ αἰσχρὸν ἀντὶ ὡραίου, καὶ δυσωδέστερον ἀντὶ εὐώδους, καὶ ἀκάθαρτον ἀντὶ καθαροῦ, καὶ περιώδυνον ἀντὶ ἀνειμένου, καὶ ἄχρηστον ἀντὶ χρησίμου, καὶ παλαιὸν ἀντὶ νέου, καὶ σαθρὸν ἀντὶ ἰσχυροῦ, καὶ βραδὺ καὶ νωθρὸν ἀντὶ ταχέος, καὶ χωλὸν ἀντὶ ἀρτίου. Καίτοι εἰ τοῦ διαβόλου ἦν, οὐκ ἐχρῆν ὑπὸ τῶν αὐτοῦ παραβλάπτεσθαι, τῆς κακίας λέγω. Ἀλλ᾽ οὔτε τὸ σῶμα, οὔτε τὰ σιτία, τοῦ διαβόλου, ἀλλ᾽ ἡ τρυφὴ μόνη. Διὰ γὰρ ταύτης τὰ μυρία ὁ πονηρὸς δαίμων ἐκεῖνος ἀνύει κακά· οὕτω δῆμον ὁλόκληρον ἐξετραχήλισεν· Ἐλιπάνθη γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ Σοδόμοις δὲ ἐντεῦθεν ἡ ἀρχὴ τῶν κεραυνῶν ἐκείνων ἐγένετο.