Ἐπειδὴ γὰρ ἀπὸ τῶν Γραφῶν αὐτὸ κατεσκεύασε, καὶ ταῦτα προστίθησιν ἐκ περιουσίας λοιπὸν πρὸς τοὺς οὐ πειθομένους ταῖς Γραφαῖς, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις. Τουτέστι, Παρὰ σαυτοῦ τὴν ἀπόδειξιν ἔχεις τούτων, δι᾽ ὧν πράττεις καθ᾽ ἑκάστην ἡμέραν, καὶ ἀμφιβάλλεις ἔτι; Διὰ ταῦτά σε ἄφρονα καλῶ, ὅτι τὰ καθ᾽ ἡμέραν ὑπὸ σοῦ γινόμενα ἀγνοεῖς, καὶ αὐτὸς δημιουργὸς ἀναστάσεως ὢν περὶ Θεοῦ ἀμφιβάλλεις. Διὸ σφόδρα ἐμφαντικῶς εἶπε, Σὺ ὃ σπείρεις, σὺ ὁ θνητὸς καὶ ἀπολλύμενος. Καὶ ὅρα πῶς ταῖς λέξεσιν οἰκείως τῇ ὑποκειμένῃ κέχρηται ὑποθέσει. Οὐ ζωοποιεῖται γὰρ, φησὶν, ἐὰν μὴ ἀποθάνῃ. Τὰς γὰρ οἰκείας λέξεις τῶν σπερμάτων ἀφεὶς, οἷον τὸ βλαστάνει, καὶ φύεται, καὶ σήπεται, καὶ διαλύεται, τὰς καταλλήλους ἥρμοσε τῇ σαρκὶ τῇ ἡμετέρᾳ, τὸ Ζωοποιεῖται καὶ Ἀποθάνῃ, ὅπερ οὐ σπερμάτων κυρίως ἐστὶν, ἀλλὰ σωμάτων. Καὶ οὐκ εἶπεν, ὅτι Μετὰ τὸ ἀποθανεῖν ζῇ, ἀλλ᾽, ὃ μεῖζόν ἐστιν, ὅτι Διὰ τοῦτο ζῇ, ἐπειδὴ ἀποθνήσκει. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ λέγω, εἰς τοὐναντίον ἀεὶ περιτρέπει τὸν λόγον. Ὃ γὰρ ἐποιοῦντο ἐκεῖνοι τεκμήριον τοῦ μὴ ἀνίστασθαι, τοῦτο τοῦ ἀνίστασθαι ποιεῖται ἀπόδειξιν· καὶ γὰρ ἔλεγον οὐκ ἀνίστασθαι, ἐπειδὴ ἀπέθανε. Τί οὖν αὐτὸς ἀντιστρέψας φησί; Καὶ μὴν εἰ μὴ ἀπέθανεν, οὐκ ἂν ἀνέστη· καὶ διὰ τοῦτο ἀνίσταται, ἐπειδὴ ἀπέθανε.