Ἀλλ᾽ ἐκείνων ἴσως εἴποι τις ἂν, ὅτι Εἰ χρὴ τὸ κήρυγμα κρατεῖν, καὶ λόγων οὐ δεῖται ἵνα μὴ κενωθῇ ὁ σταυρὸς, τίνος ἕνεκεν τὰ σημεῖα κεκώλυται νῦν; Τίνος ἕνεκεν; ἀπιστῶν λέγεις, καὶ οὐδὲ ἐπὶ τῶν ἀποστόλων αὐτὰ γεγενῆσθαι καταδεχόμενος, ἢ ὄντως ζητῶν μαθεῖν; Εἰ γὰρ ἀπιστῶν, πρὸς τοῦτο στήσομαι πρῶτον. Εἰ γὰρ οὐκ ἐγένετο σημεῖα τότε, πῶς ἐλαυνόμενοι καὶ διωκόμενοι καὶ τρέμοντες καὶ δεδεμένοι, καὶ κοινοὶ γενόμενοι τῆς οἰκουμένης ἐχθροὶ, καὶ πᾶσι πρὸς τὸ κακῶς παθεῖν προκείμενοι, καὶ οὐδὲν οἴκοθεν ἔχοντες ἐπαγωγὸν, οὐ λόγον, οὐ περιφάνειαν, οὐ πλοῦτον, οὐ πόλιν, οὐκ ἔθνος, οὐ γένος, οὐκ ἐπιτήδευμα, οὐ δόξαν, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλὰ πάντα τὰ ἐναντία, ἰδιωτείαν, εὐτέλειαν, πενίαν, μῖσος, ἀπέχθειαν, καὶ πρὸς δήμους ὁλοκλήρους ἱστάμενοι, καὶ τοιαῦτα καταγγέλλοντες, ἔπειθον; Καὶ γὰρ τὰ ἐπιτάγματα πολὺν εἶχε τὸν μόχθον, καὶ τὰ δόγματα τοὺς κινδύνους· καὶ οἱ ἀκούοντες καὶ πείθεσθαι μέλλοντες, καὶ τρυφῇ καὶ μέθῃ καὶ πολλῇ συντραφέντες ἦσαν κακίᾳ. Πόθεν οὖν ἔπεισαν; εἰπέ μοι· πόθεν τὸ ἀξιόπιστον ἔσχον;