Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΙΒ΄-ΙΔ΄: Η αποστολική ταπείνωση έναντι της κορινθιακής αλαζονείας

Τα παθήματα των αποστόλων ως θέαμα στον κόσμο, ο έλεγχος της πνευματικής έπαρσης, η αποστολή του Τιμοθέου στην Κόρινθο και η πατρική νουθεσία του Παύλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 16

ΟΜΙΛΙΑ ΙΒʹ. Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε, τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν. αʹ. Ἕως μὲν αὐτῷ τῶν φορτικῶν ἔδει ῥημάτων, οὐκ ἀπεκάλυψε τὴν σκηνὴν, ἀλλ᾽ ὡς αὐτὸς ὢν ὁ ταῦτα ἀκούων, οὕτω διελέγετο, ἵνα τὸ ἀξίωμα τῶν ἐγκαλουμένων προσώπων τοῖς ἐγκαλοῦσιν ἀντιπίπτον, ἀπὸ τῶν ἐγκλημάτων εἰς ὀργὴν ἐξενεχθῆναι μὴ συγχωρήσῃ· ἐπειδὴ δὲ ἀνεῖναι λοιπὸν ἔδει, τότε ἀπαμφιάσας αὐτὸ, καὶ τὸ προσωπεῖον ἀπάρας, ἔδειξε τὰ κρυπτόμενα πρόσωπα ἐν τῇ τοῦ Παύλου καὶ Ἀπολλὼ προσηγορίᾳ. Διὸ καὶ ἔλεγε· Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Καὶ καθάπερ ἐπὶ τῶν καμνόντων, ὅταν λακτίζῃ τὸ παιδίον τὸ ἀῤῥωστοῦν καὶ ἀποστρέφηται τὰ προσφερόμενα σιτία παρὰ τῶν ἰατρῶν, τὸν πατέρα ἢ τὸν παιδαγωγὸν καλέσαντες οἱ προσεδρεύοντες, παρὰ τῶν τοῦ ἰατροῦ χειρῶν λαβόντας τὰ σιτία προσάγειν κελεύουσιν, ὥστε ἐκ τοῦ φόβου τοῦ πρὸς ἐκείνους δέξασθαι καὶ ἡσυχάσαι· οὕτω καὶ Παῦλος μέλλων ὑπὲρ ἑτέρων ἐγκαλεῖν, τῶν μὲν ὡς ἀδικουμένων, τῶν δὲ ὡς πέρα τοῦ μέτρου τιμωμένων, αὐτὰ μὲν οὐκ ἔθηκε τὰ πρόσωπα, ἐπὶ δὲ τῆς ἑαυτοῦ προσηγορίας καὶ τῆς Ἀπολλὼ τὸν λόγον προσήγαγεν, ἵνα αἰδούμενοι τούτους δέξωνται τὴν θεραπείαν· ἐπειδὴ δὲ ἐδέξαντο, τότε λοιπὸν ἀπεκάλυψεν ὑπὲρ ὧν ταῦτα ἔλεγεν. Ἦν δὲ ταῦτα οὐχ ὑπόκρισις, ἀλλὰ συγκατάβασις καὶ οἰκονομία.

Εἰ γὰρ εἶπε φανερῶς, ὅτι Ὑμεῖς δὲ τοὺς ἄνδρας κρίνετε τοὺς ἁγίους καὶ θαυμαστοὺς, κἂν ἐδυσχέραναν καὶ ἀπεπήδησαν· νῦν δὲ εἰπών· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ᾽ ὑμῶν ἀνακριθῶ· καὶ πάλιν, Τίς δέ ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; εὐπαράδεκτον τὸν λόγον ἐποίησε. Διά τοι τοῦτο ἔφησεν, ὅτι Ταῦτα εἰς ἐμαυτὸν μετεσχημάτισα δι᾽ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, δεικνὺς ὅτι εἰ ἐπ᾽ ἐκείνων τὸν λόγον προσήγαγεν, οὐκ ἂν ἔμαθον ὅσα μαθεῖν ἔδει, οὐδ᾽ ἂν ἐδέξαντο τὴν διόρθωσιν, δυσχεραίνοντες πρὸς τὰ λεγόμενα. Νυνὶ δὲ αἰδούμενοι τοὺς περὶ Παῦλον, ἤνεγκαν ῥᾳδίως τὴν ἐπιτίμησιν. Τί δέ ἐστι τὸ, Μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν; Γέγραπται· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.

Εἰ γάρ ἐσμεν ἓν καὶ συνδεδέμεθα ἀλλήλοις, ἐπανίστασθαι ἀλλήλοις οὐ χρή. Ὁ ταπεινῶν γὰρ ἑαυτὸν ὑψωθήσεται, φησί· καὶ, Ὁ θέλων εἶναι πρῶτος πάντων, γενέσθω πάντων διάκονος. Ταῦτά ἐστιν ἃ γέγραπται. Ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Πάλιν τοὺς διδασκάλους ἀφεὶς, τοῖς μαθηταῖς ἐπιτιμᾷ· ἐκεῖνοι γὰρ ἦσαν οἱ τούτους ἐπαίροντες. Καὶ ἄλλως δὲ οἱ ἄρχοντες οὐκ ἂν εὐκόλως ἐδέξαντο τὸν τοιοῦτον λόγον, διὰ τὸ τῆς δόξης ἐπιθυμεῖν τῆς ἔξωθεν· καὶ γὰρ ἦσαν πεπηρωμένοι τῷ πάθει· οἱ δὲ αὐτοὶ μὴ καρπούμενοι τὴν δόξαν, ἀλλ᾽ ἑτέροις αὐτὴν παρέχοντες, καὶ εὐκολώτερον ἂν ἤνεγκαν τὴν νουθεσίαν, καὶ κυριώτεροι τῶν ἀρχόντων ἦσαν πρὸς τὸ λῦσαι τὸ νόσημα. Ἄρα καὶ τοῦτο φυσιώσεως, τὸ ὑπὲρ ἑτέρου ἐπαίρεσθαι, κἂν μὴ ἐπὶ τοῖς αὑτοῦ τις τοῦτο πάσχῃ. Ὥσπερ γὰρ ὁ ἐπὶ πλούτῳ μέγα φρονῶν ἀλλοτρίῳ, ἐξ ἀπονοίας αὐτὸ ποιεῖ· οὕτω καὶ ὁ ἐπὶ τῇ δόξῃ τοῦ ἑτέρου. Καὶ καλῶς φυσίωσιν ἐκάλεσεν.

Ὅταν γὰρ ἐπαναστῇ τὸ μέλος τὸ ἓν, οὐδὲν ἕτερόν ἐστιν ἢ φλεγμονὴ καὶ νόσημα· ἄλλως γὰρ οὐ γίνεται ὑψηλότερον ἕτερον ἑτέρου μέλος, ἀλλ᾽ ἢ ὅταν οἴδημα γένηται. Οὕτω τοίνυν καὶ ἐν τῷ σώματι τῆς Ἐκκλησίας ὁ φλεγμαίνων καὶ φυσιούμενος, αὐτὸς ἂν εἴη ὁ νοσῶν· οἰδεῖ γὰρ ὑπὲρ τὴν κοινὴν συμμετρίαν. Τοῦτο γάρ ἐστιν οἴδημα. Οὕτω καὶ ἐν τῷ σώματι γίνεται, ὅταν νόθος τις καὶ πονηρὸς ἐπιῤῥεύσῃ χυμὸς, ἀλλὰ μὴ ἡ εἰωθυῖα τροφή. Οὕτω καὶ ἀλαζονεία τίκτεται, ἀλλοτρίων ἡμῖν ἐπεισερχομένων λογισμῶν. Καὶ ὅρα πῶς κυρίως εἶπε· Μὴ φυσιοῦσθε. Τὸ γὰρ πεφυσημένον ὄγκον ἔχει πνεύματος ἐμπεπλησμένον χυμοῦ διεφθορότος. Ταῦτα δὲ λέγει, οὐ τὴν θεραπείαν ἐκκόπτων, ἀλλὰ τὴν ἐπὶ κακῷ θεραπείαν. Βούλει θεραπεύειν τὸν δεῖνα; Οὐ κωλύω· ἀλλὰ μὴ εἰς ἑτέρου λύμην. Οὐ γὰρ ἵνα κατ᾽ ἀλλήλων συνταττώμεθα, διδάσκαλοι ἡμῖν ἐδόθησαν, ἀλλ᾽ ἵνα πάντες ἀλλήλοις συναπτώμεθα. Καὶ γὰρ ὁ στρατηγὸς διὰ τοῦτο ἐπίκειται τῷ στρατοπέδῳ, ἵνα τοὺς κεχωρισμένους ἓν σῶμα ἐργάσηται· εἰ δὲ μέλλοι διασπᾷν τὸ στρατόπεδον, πολεμίου μᾶλλον ἢ στρατηγοῦ χώραν ἐπλήρωσε.

Τίς γάρ σε διακρίνει; τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Λοιπὸν ἀφεὶς τοὺς ἀρχομένους, πρὸς τοὺς ἄρχοντας τρέπεται. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Πόθεν δῆλον ὅτι ἄξιος εἶ τοῦ ἐπαινεῖσθαι; κρίσις γὰρ γέγονεν; ἐξέτασις προεχώρησε; δοκιμασία, βάσανος ἀκριβής; Ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ δὲ ἄνθρωποι ψηφίζονται, ἀλλ᾽ οὐκ ὀρθὴ τούτων ἡ κρίσις. Θῶμεν δὲ, ὅτι καὶ ἄξιος ἐπαίνων εἶ, καὶ ἔχεις ὄντως τὸ χάρισμα, καὶ οὐ διέφθαρται τῶν ἀνθρώπων ἡ κρίσις· οὐδέ γε οὕτως ἐχρῆν μέγα φρονεῖν. Οὐδὲν γὰρ οἴκοθεν ἔχεις, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαβών. Τί τοίνυν ἔχειν προσποιῇ, ὅπερ οὐκ ἔχεις; Ἀλλ᾽ ἔχεις τοῦτο σὺ, καὶ ἕτεροι μετὰ σοῦ. Οὐκοῦν λαβὼν ἔχεις, οὐχὶ τόδε καὶ τόδε, ἀλλὰ πάντα ὅσα ἔχεις.

βʹ. Οὐ γὰρ σὰ κατορθώματα ταῦτα, ἀλλὰ τῆς τοῦ Θεοῦ χάριτος. Κἂν τὴν πίστιν εἴπῃς, ἀπὸ τῆς κλήσεως γέγονε· κἂν τὴν ἄφεσιν εἴπῃς τῶν ἁμαρτημάτων, κἂν τὰ χαρίσματα κἂν τὸν διδασκαλικὸν λόγον, κἂν τὰς δυνάμεις, πάντα ἐκεῖθεν ἔλαβες. Τί τοίνυν ἔχεις, εἰπὲ, ὅπερ οὐχὶ λαβὼν ἔχεις, ἀλλ᾽ αὐτὸς ἀπὸ σαυτοῦ κατώρθωσας; οὐκ ἂν ἔχοις εἰπεῖν. Ἀλλ᾽ ἔλαβες, καὶ διὰ τοῦτο μέγα φρονεῖς; Διὰ τοῦτο μὲν οὖν ἔδει συνεστάλθαι· οὐ γὰρ σόν ἐστι τὸ δοθὲν, ἀλλὰ τοῦ δεδωκότος. Εἰ γὰρ ἔλαβες, ἀλλὰ παρ᾽ ἐκείνου ἔλαβες· εἰ δὲ παρ᾽ ἐκείνου ἔλαβες, οὐ σὸν ἔλαβες· εἰ δὲ οὐ σὸν ἔλαβες, τί μέγα φρονεῖς, ὡς σὸν ἔχων; Διὸ καὶ ἐπήγαγεν· Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών; Κατασκευάσας τοίνυν κατὰ συνδρομὴν τὸν λόγον, δείκνυσιν ὅτι καὶ πολλῶν αὐτοῖς δεῖ, καί φησιν, ὅτι Μάλιστα μὲν, εἰ καὶ πάντα ἐλάβετε, οὐκ ἔδει καυχᾶσθαι· οὐδὲν γὰρ ὑμέτερον· νυνὶ δὲ καὶ πολλῶν ἐστε ἔρημοι. Καὶ ἐν ἀρχῇ μὲν τοῦτο ᾐνίξατο εἰπών· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς· καὶ, Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· ἐνταῦθα δὲ ἐντρεπτικῶς ποιεῖ λέγων· Ἤδη κεκορεσμένοι ἐστὲ, ἤδη ἐπλουτήσατε· τουτέστιν, Οὐδενὸς δεῖσθε λοιπὸν, τέλειοι γεγένησθε, τὴν κορυφὴν αὐτὴν κατέχετε, οὐδενὸς ἐν χρείᾳ καθεστηκέναι νομίζετε, οὔτε ἀποστόλων, οὔτε διδασκάλων. Ἤδη κεκορεσμένοι ἐστέ.

Καὶ καλῶς τῷ Ἤδη ἐχρήσατο, ἀπὸ τοῦ χρόνου δεικνὺς τὸ ἀπίθανον αὐτῶν καὶ τὴν ἄλογον οἴησιν. Διὸ καὶ κωμῳδῶν αὐτοὺς, ἔλεγεν· Οὕτω ταχέως πρὸς τὸ τέλος ἐφθάσατε, ὅπερ ἀδύνατον ἦν γενέσθαι διὰ τὸν καιρόν. Τὰ γὰρ τελειότερα ἐν τῷ μέλλοντι μένει· τὸ δὲ ἀπὸ ὀλίγων κορεσθῆναι, ψυχῆς ἐστιν ἀσθενοῦς· τὸ ἀπὸ ὀλίγων νομίζειν πλουτεῖν, ναυτιώσης καὶ ταλαιπώρου· ἀκόρεστον γὰρ ἡ εὐλάβεια· καὶ παιδικῆς διανοίας ἐστὶν ἀπὸ τῶν πρώτων νομίζειν τὸ πᾶν εἰληφέναι, καὶ οὐδέπω οὐδὲ ἐν προοιμίοις ὄντας ὡς τοῦ τέλους ἐπειλημμένους μέγα φρονεῖν. Εἶτα καὶ διὰ τῶν ἑξῆς ἐντρέπει μᾶλλον.

Εἰπὼ γὰρ, Ἤδη κεκορεσμένοι ἐστὲ, ἐπήγαγεν· Ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Πολλῆς γέμει τῆς βαρύτητος ὁ λόγος. Διὸ καὶ ἔσχατον αὐτὸν ἐπήγαγε μετὰ πολλὴν τὴν ἐπίπληξιν. Οὕτω γὰρ σεμνὴ γίνεται ἡ παραίνεσις καὶ εὐπαράδεκτος, ὅταν μετὰ τὰς κατηγορίας ἐπιφέρηται τὰ ἐντρεπτικὰ ῥήματα. Καὶ γὰρ τὴν ἀναίσχυντον ἱκανὸν τοῦτο ψυχὴν κατασχεῖν, καὶ πλῆξαι μειζόνως τῆς φανερᾶς κατηγορίας, καὶ διορθῶσαι τὴν ἀπὸ τῆς κατηγορίας μέλλουσαν γίνεσθαι ἀλγηδόνα τε καὶ ἀναισχυντίαν. Τὸ γὰρ δὴ θαυμαστὸν τῶν ἐντρεπτικῶν λόγων τοῦτο μάλιστά ἐστιν, ὅτι δύο κέκτηνται τἀναντία· καὶ τομὴν βαθυτέραν δίδωσι τῆς προφανοῦς διαβολῆς, καὶ τὸν ἐλεγχόμενον παρασκευάζει χαλεπώτερον τεμνόμενον καρτερῆσαι μειζόνως. Χωρὶς ἡμῶν ἐβασιλεύσατε.

Πολλὴ ἔμφασις ἐνταῦθα καὶ πρὸς τοὺς διδασκάλους καὶ πρὸς τοὺς μαθητάς. Καὶ τὸ ἀσυνείδητον δὲ αὐτῶν δείκνυται καὶ τὸ σφόδρα ἀνόητον. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Ἐν μὲν τοῖς πόνοις φησὶν εἶναι πάντα κοινὰ καὶ ἡμῖν καὶ ὑμῖν, ἐν δὲ τοῖς ἐπάθλοις καὶ τοῖς στεφάνοις ὑμεῖς πρῶτοι. Ἀλλ᾽ οὐκ ἀλγῶ ταῦτα λέγων· διὸ καὶ ἐπήγαγε· Καὶ ὄφελόν γε ἐβασιλεύσατε.

Εἶτα, ἵνα μὴ δόξῃ εἰρωνεία τις εἶναι, ἐπήγαγεν· Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Καὶ γὰρ ἂν, φησὶ, καὶ ἡμεῖς τούτων ἐπετύχομεν τῶν ἀγαθῶν. Εἶδες πῶς ὁμοῦ καὶ τὴν βαρύτητα καὶ τὴν κηδεμονίαν ἐνδείκνυται καὶ τὴν φιλόσοφον γνώμην;

Ὅρα πῶς καθαιρεῖ καὶ τὸν τῦφον δι᾽ ὧν ἐπάγει λέγων· Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Πολλὴν τὴν ἔμφασιν καὶ τὴν βαρύτητα ἐνδείκνυται πάλιν τῷ εἰπεῖν, Ἡμᾶς. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τὸ ἀξίωμα ἐπήγαγε, σφόδρα αὐτῶν καθικνούμενος· Ἡμᾶς, φησὶ, τοὺς ἀποστόλους· τοὺς τὰ μυρία ὑπομένοντας κακὰ, τοὺς σπείροντας τὸ κήρυγμα τῆς εὐσεβείας, τοὺς ἐπὶ τὴν φιλοσοφίαν ταύτην ὑμᾶς ἄγοντας· τούτους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, τουτέστιν, ὡς καταδίκους.

Ἐπειδὴ γὰρ εἶπεν, Ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, καὶ ἐχάλασε τῷ λόγῳ τὸ σφοδρόν· ἵνα μὴ αὐτοὺς ἐκλύσῃ, ἀναλαμβάνει πάλιν αὐτὸ μετὰ πλείονος βαρυθυμίας, καί φησι· Δοκῶ γὰρ, ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους. Ὡς γὰρ ὁρῶ, φησὶ, καὶ ἐξ ὧν ὑμεῖς φατε, οἱ πάντων ἀτιμότεροι καὶ οἱ κατάδικοι ἡμεῖς ἐσμεν, οἳ εἰς τὸ πάσχειν ἀεὶ κακῶς προβεβλήμεθα· ὑμεῖς δὲ ἤδη βασιλείαν καὶ τιμὰς καὶ τὰ ἔπαθλα φαντάζεσθε. Βουλόμενος δὲ εἰς πλείονα ἀτοπίαν ἀπαγαγεῖν τὸν λόγον, καὶ δεῖξαι αὐτὸν ἀπίθανον μεθ᾽ ὑπερβολῆς, οὐκ εἶπεν, ὅτι Ἁπλῶς ἡμεῖς ἐσμεν ἔσχατοι, ἀλλ᾽, Ὁ Θεὸς ἡμᾶς ἐσχάτους ἐποίησε. Καὶ οὐκ ἠρκέσθη τῷ εἰπεῖν Ἐσχάτους, ἀλλὰ προσέθηκε καὶ Ἐπιθανατίους· ἵνα καὶ ὁ σφόδρα ἀνόητος συνειδῇ τῶν εἰρημένων τὸ ἀπίθανον, καὶ ὅτι ἀλγοῦντος ἦν τὰ λεγόμενα καὶ σφόδρα αὐτοὺς ἐντρέποντος.

γʹ. Καὶ ὅρα Παύλου σύνεσιν. Ἀφ᾽ ὧν ἑαυτὸν, ἡνίκα ἂν ᾖ καιρὸς, ἐπαίρει καὶ σεμνὸν δείκνυσι καὶ μέγαν ποιεῖ, ἀπὸ τούτων ἐκείνους ἐντρέπει νῦν, κατάδικον ἑαυτὸν καλῶν. Τοσοῦτόν ἐστι μετὰ τοῦ προσήκοντος καιροῦ πάντα ποιεῖν. Ἐπιθανατίους δὲ ἐνταῦθα τοὺς καταδίκους λέγει, καὶ μυρίων θανάτων ἀξίους. Ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Τί ἐστι, Θέατρον ἐγενήθημεν τῷ κόσμῳ; Οὐκ ἐν γωνίᾳ μιᾷ οὐδὲ ἐν μικρῷ τῆς οἰκουμένης μέρει ταῦτα πάσχομεν, φησὶν, ἀλλὰ πανταχοῦ καὶ ἐπὶ πάντων. Τί δέ ἐστι, Καὶ ἀγγέλοις;

Ἀντὶ τοῦ, Ἔστι μὲν ἀνθρώποις εἶναι θέατρον, μηκέτι δὲ ἀγγέλοις, ὅταν εὐτελῆ τὰ γινόμενα ᾖ· τὰ δὲ ἡμῶν παλαίσματα τοιαῦτα, ὡς καὶ τῆς ἀγγελικῆς θεωρίας ἄξια εἶναι. Ὅρα ἀφ᾽ ὧν ἑαυτὸν ἐξευτελίζει, πῶς πάλιν μέγαν δείκνυσιν· ἀφ᾽ ὧν δὲ ἐκεῖνοι μέγα φρονοῦσι, πῶς αὐτοὺς εὐτελεῖς ἀποφαίνει. Ἐπειδὴ γὰρ τὸ μωροὺς εἶναι τοῦ φρονίμους φαίνεσθαι, καὶ τὸ ἀσθενεῖς εἶναι τοῦ ἰσχυροὺς γίνεσθαι, καὶ τὸ ἀτίμους εἶναι τοῦ ἐνδόξους καὶ περιφανεῖς εὐτελέστερον εἶναι ἐδόκει, καὶ τὰ μὲν ἐκείνοις μέλλει προσρίπτειν, τὰ δὲ αὐτὸς κατεδέξατο· δείκνυσιν ὅτι ταῦτα ἐκείνων ἀμείνω, εἴ γε διὰ ταῦτα μὴ μόνον ἀνθρώπων, ἀλλὰ καὶ αὐτῶν τῶν ἀγγέλων τὸν δῆμον πρὸς τὴν θεωρίαν ἐπέστρεψε τὴν ἑαυτῶν. Οὐ γὰρ πρὸς ἀνθρώπους ἡμῖν ἡ πάλη μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις.

Διὰ τοῦτο καὶ μέγα θέατρον κάθηται. Ἡμεῖς μωροὶ διὰ Χριστὸν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ. Πάλιν καὶ τοῦτο ἐντρεπτικῶς εἴρηκε, δεικνὺς ὅτι πρᾶγμά ἐστιν ἀδύνατον ταῦτα συμβῆναι τὰ ἐναντία, καὶ οὐκ ἔστιν ἐν τοῖς αὐτοῖς τὰ τοσοῦτον ἀλλήλων ἀπέχοντα συνελθεῖν. Πῶς γὰρ ἔνι, φησὶν, ὑμᾶς μὲν φρονίμους εἶναι, ἡμᾶς δὲ μωροὺς ἐν τοῖς κατὰ Χριστὸν πράγμασιν; Ἐπειδὴ γὰρ αὐτοὶ μὲν ἐτύπτοντο καὶ κατεφρονοῦντο καὶ ἠτιμάζοντο καὶ οὐδὲν εἶναι ἐνομίζοντο, ἐκεῖνοι δὲ τιμῆς ἀπέλαυον, καὶ σοφοί τινες καὶ συνετοὶ παρὰ πολλοῖς ὑπωπτεύοντο, διὰ τοῦτο ταῦτά φησιν, ὅτι Πῶς ἔνι τοὺς τὰ τοιαῦτα κηρύττοντας, ἐπὶ τοῖς ἐναντίοις ὑποπτεύεσθαι εἶναι;

Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί. Τουτέστιν, Ἡμεῖς ἐλαυνόμεθα, διωκόμεθα· ὑμεῖς δὲ ἀδείας ἀπολαύετε καὶ θεραπείας πολλῆς. Ἀλλ᾽ οὐκ ἀνέχεται τοῦ κηρύγματος ἡ φύσις. Ἡμεῖς ἄτιμοι, ὑμεῖς δὲ ἔνδοξοι. Ἐνταῦθα πρὸς τοὺς εὐγενεῖς ἀποτείνεται καὶ μέγα φρονοῦντας ἐπὶ τοῖς ἔξωθεν. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί. Τουτέστιν, Οὐ παλαιὰ διηγοῦμαι πράγματα, ἀλλ᾽ ἅπερ καὶ ὁ παρών μοι καιρὸς μαρτυρεῖ. Τῶν γὰρ ἀνθρωπίνων ἡμῖν λόγος οὐδεὶς οὐδὲ τῆς ἔξωθεν περιφανείας, ἀλλὰ πρὸς τὸν Θεὸν ἀφορῶμεν μόνον· ὃ δὴ καὶ ἡμᾶς πράττειν πανταχοῦ ἀναγκαῖον. Οὐ γὰρ δὴ ἄγγελοι θεωροῦσι μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων ὁ ἀγωνοθέτης.

Μὴ τοίνυν ἑτέρων δεόμεθα ἐπαινετῶν. Τοῦτο γὰρ ἐκεῖνόν ἐστιν ὑβρίσαι, ὅταν ὡς οὐκ ἀρκοῦντα πρὸς τὸ θαυμάσαι παρατρέχοντες, ἐπὶ τοὺς συνδούλους σπεύδωμεν. Καθάπερ γὰρ οἱ ἐν μικρῷ θεάτρῳ ἀγωνιζόμενοι μέγα ζητοῦσιν, ὡς οὐκ ἀρκοῦντος αὐτοῖς πρὸς ἐπίδειξιν ἐκείνου· οὕτω καὶ οἱ ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ ἀγωνιζόμενοι, εἶτα τὴν παρὰ ἀνθρώποις ζητοῦντες εὐφημίαν, τὴν μείζονα ἀφέντες καὶ τῆς ἐλάττονος ἐφιέμενοι, μεγάλην ἑαυτοῖς ἐπισπῶνται κόλασιν. Τοῦτο γοῦν ἄνω καὶ κάτω πάντα πεποίηκε, τοῦτο συνετάραξε τὴν οἰκουμένην ἅπασαν, ὅτι πρὸς ἀνθρώπους βλέποντες ἅπαντα πράττομεν, κἀν τοῖς ἀγαθοῖς οὐδὲν ἡγούμεθα τὸ τὸν Θεὸν ἔχειν θαυμαστὴν, ἀλλ᾽ ἐπιζητοῦμεν τὴν παρὰ τοῖς ὁμοδούλοις εὐδοκίμησιν· κἀν τοῖς ἐναντίοις πάλιν αὐτοῦ καταφρονήσαντες, ἀνθρώπους δεδοίκαμεν. Καίτοι γε αὐτοὶ μεθ᾽ ἡμῶν στήσονται ἐπὶ τοῦ βήματος ἐκείνου, οὐδὲν ἡμᾶς ὠφελοῦντες· ὁ δὲ Θεὸς, οὗ καταφρονοῦμεν νῦν, αὐτὸς οἴσει τὴν ψῆφον ἡμῖν. Ἀλλ᾽ ὅμως, καὶ ταῦτα εἰδότες, πρὸς ἀνθρώπους ἔτι κεχήναμεν, ὅπερ ἐστὶν ἁμάρτημα πρῶτον. Καὶ ἀνθρώπου μὲν ὁρῶντος, οὐκ ἄν τις ἕλοιτο πορνεύειν, ἀλλὰ κἂν μυριάκις φλέγηται τῷ κακῷ, νικᾶται τοῦ πάθους ἡ τυραννὶς ὑπὸ τῆς τῶν ἀνθρώπων αἰδοῦς· τοῦ Θεοῦ δὲ ὁρῶντος, οὐχὶ μοιχεύουσιν οὐδὲ πορνεύουσι μόνον, ἀλλὰ καὶ ἕτερα πολλῷ χαλεπώτερα πολλοὶ τετολμήκασι καὶ τολμῶσι.

Τοῦτο οὖν μόνον οὐχ ἱκανὸν μυρίους ἄνωθεν σκηπτοὺς κατενεγκεῖν; Καὶ τί λέγω μοιχείας καὶ πορνείας; Τὰ γὰρ πολλῷ τούτων ἐλάττω ἐπὶ μὲν ἀνθρώπων δεδοίκαμεν πράττοντες· Θεοῦ δὲ ὁρῶντος, οὐκέτι. Διὰ δὴ τοῦτο πάντα ἐτέχθη τὰ κακὰ, ὅτι ἐν τοῖς ὄντως κακοῖς οὐ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους αἰδούμεθα. Διά τοι τοῦτο καὶ τὰ ὄντως ἀγαθὰ, οὐ δοκοῦντα εἶναι τοιαῦτα τοῖς πολλοῖς, φεύγομεν, οὐ τὴν τῶν πραγμάτων ἐξετάζοντες φύσιν, ἀλλὰ πρὸς τὴν δόξαν τῶν πολλῶν ἀποβλέποντες.

δʹ. Καὶ ἐπὶ τῶν κακῶν τὸ αὐτὸ τοῦτο πάσχοντες πάλιν, οὐκ ὄντα οὖν τινα ἀγαθὰ καὶ καλὰ εἶναι δοκοῦντα τοῖς πολλοῖς, ὡς ἀγαθὰ ἀπὸ τῆς αὐτῆς συνηθείας διώκομεν· ὥστε ἑκατέρωθεν φθείρεσθαι. Τάχα πολλοῖς ἀσαφέστερον εἶναι δοκεῖ τὸ λεχθέν· οὐκοῦν ἀνάγκη αὐτὸ σαφέστερον εἰπεῖν. Ὅταν πορνεύωμεν (δεῖ γὰρ ἀπὸ τῶν εἰρημένων ἄρξασθαι), ἀνθρώπους φοβούμεθα μᾶλλον, ἢ τὸν Θεόν. Ἐπεὶ οὖν οὕτως ἑαυτοὺς ὑπεθήκαμεν ἐκείνοις, καὶ δεσπότας ἡμῶν αὐτοὺς ἐποιήσαμεν, πολλὰ δὲ τοῖς δεσπόταις τούτοις καὶ ἄλλα δοκεῖ εἶναι κακὰ οὐκ ὄντα κακὰ, κἀκεῖνα φεύγομεν πάλιν ὁμοίως. Οἷον τὸ ἐν πενίᾳ ζῇν πολλοῖς δοκεῖ εἶναι αἰσχρόν· καὶ φεύγομεν τὴν πενίαν, οὐκ ἐπειδή ἐστιν αἰσχρὸν, οὐδὲ ἐπειδὴ τοῦτο πεπείσμεθα, ἀλλ᾽ ἐπειδὴ τοῖς δεσπόταις ἡμῶν εἶναι δοκεῖ τοῦτο αἰσχρὸν, κἀκείνους δεδοίκαμεν. Πάλιν τὸ ἀτιμάζεσθαι καὶ εὐκαταφρόνητον εἶναι καὶ πάσης ἐκτὸς δυναστείας, δοκεῖ τοῖς πολλοῖς ὁμοίως εἶναι αἰσχύνης πολλῆς καὶ εὐτελείας.

Τοῦτο πάλιν φεύγομεν, οὐδὲ αὐτοῦ καταγινώσκοντες, ἀλλὰ διὰ τὴν τῶν δεσποτῶν ἡμῶν ψῆφον. Πάλιν καὶ ἐκ τοῦ ἐναντίου τὴν αὐτὴν ὑπομένομεν λύμην· τὸ γὰρ πλουτεῖν ἀγαθὸν εἶναι δοκεῖ, καὶ ὁ τῦφος καὶ αἱ δόξαι καὶ τὸ περίβλεπτον εἶναι· καὶ τοῦτο πάλιν διώκομεν, οὐδὲ ἐνταῦθα τὴν τῶν πραγμάτων ἐπισκεψάμενοι φύσιν ὅτι καλὴ, ἀλλ᾽ ἀπὸ τῆς δόξης τῶν δεσποτῶν ἡμῶν πεπεισμένοι. Δεσπότης γὰρ ἡμῶν ὁ δῆμός ἐστι· καὶ ὁ πολὺς ὄχλος δεσπότης ὠμὸς καὶ τύραννος χαλεπός. Οὐδὲ γὰρ ἐπιταγῆς αὐτῷ δεῖ πρὸς τὸ ἀκουσθῆναι παρ᾽ ἡμῶν, ἀλλ᾽ ἀρκεῖ μόνον ἡμᾶς εἰδέναι τί βούλεται, καὶ χωρὶς ἐπιτάγματος εἴκομεν· τοσαύτῃ εὐνοίᾳ περὶ αὐτὸν κεχρήμεθα. Καὶ ὁ μὲν Θεὸς καθ᾽ ἑκάστην ἀπειλῶν καὶ νουθετῶν τὴν ἡμέραν, οὐκ ἀκούεται· ὁ δὲ πολὺς ὄχλος καὶ ἄτακτος καὶ συρφετώδης οὐδὲ ἐπιταγῆς χρείαν ἔχει, ἀλλ᾽ ἀρκεῖ μόνον δεῖξαι τίσιν ἀρέσκεται, καὶ πάντα ὑπακούομεν εὐθέως. Καὶ πῶς ἄν τις τούτους, φησὶν, ἀποφύγῃ τοὺς δεσπότας; Εἰ μεῖζον αὐτῶν φρόνημα λάβοι, εἰ τὴν τῶν πραγμάτων ἐπισκέψαιτο φύσιν, εἰ καταγνοίη τῆς τῶν πολλῶν ψήφου, εἰ πρὸ τῶν ἄλλων ἁπάντων ἐν τοῖς ὄντως αἰσχροῖς παιδεύσει ἑαυτὸν μὴ ἀνθρώπους, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν δεδοικέναι, καὶ ἐν τοῖς ἀγαθοῖς πάλιν τοὺς παρ᾽ ἐκείνου στεφάνους ζητεῖν. Οὕτω γὰρ οὐδὲ ἐν τοῖς ἄλλοις αὐτῶν ἀνεξόμεθα.

Ὁ γὰρ, ἡνίκα ἂν κατορθοῖ, μὴ ἀξίους κρίνας ἐκείνους εἰδέναι αὐτοῦ τὰ κατορθώματα, ἀλλ᾽ ἀρκούμενος τῇ τοῦ Θεοῦ ψήφῳ, οὐδὲ ἐν τοῖς ἐναντίοις λόγον αὐτῶν ἕξει τινά. Καὶ πῶς αὐτὸ τοῦτο ἔσται, φησίν; Ἐννόησον τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ τίνα ἀφεὶς τίνι προσφεύγεις, καὶ ταχέως διορθώσῃ τὸ πᾶν. Ἄνθρωπος ὑπὸ τὴν αὐτὴν ἁμαρτίαν σοὶ κεῖται καὶ τὴν κρίσιν καὶ τὴν κόλασιν· ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ κρίσιν ὀρθὴν οὐκ ἔχει, καὶ δεῖται τῆς ἄνωθεν διορθώσεως· ἄνθρωπος, γῆ καὶ σποδὸς, κἂν ἐπαινέσῃ, πολλάκις ἁπλῶς ἐπαινέσεται, ἢ πρὸς χάριν, ἢ πρὸς ἀπέχθειαν· κἂν διαβάλῃ καὶ κατηγορήσῃ, πάλιν ἀπὸ τῆς αὐτῆς τοῦτο ἐργάσεται γνώμης. Ἀλλ᾽ οὐχ ὁ Θεὸς οὕτως, ἀλλ᾽ ἄληπτος ἡ ψῆφος αὐτοῦ, καὶ καθαρὰ ἡ κρίσις αὐτοῦ. Καὶ χρὴ διὰ ταῦτα ἀεὶ πρὸς αὐτὸν καταφεύγειν· οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλ᾽ ὅτι καὶ αὐτὸς ἐποίησε, καὶ φείδεταί σου μάλιστα πάντων, καὶ αὐτοῦ σοῦ μᾶλλόν σε ἀγαπᾷ. Τί τοίνυν ἀφέντες ἔχειν θαυμαστὸν ἐπαινέτην, πρὸς ἄνθρωπον καταφεύγομεν, τὸν οὐδὲν, τὸν εἰκῆ, τὸν ἁπλῶς; Πονηρόν σε λέγει καὶ μιαρὸν οὐκ ὄντα τοιοῦτον; Ταύτῃ μᾶλλον αὐτὸν ἐλέησον, καὶ δάκρυσον ὅτι διέφθαρται, καὶ καταφρόνησον αὐτοῦ τῆς δόξης, ὅτι πεπήρωται αὐτοῦ τὰ τῆς διανοίας ὄμματα· ἐπεὶ καὶ οἱ ἀπόστολοι ταῦτα ἤκουσαν, καὶ κατεγέλων τῶν διαβαλλόντων. Ἀλλ᾽ ἀγαθόν σε λέγει καὶ χρηστόν;

Ἂν μὲν τοιοῦτος ᾖς, μηδόλως χαυνωθῇς ὑπὸ τῆς δόξης· ἂν δὲ μὴ ᾖς τοιοῦτος, πλέον καταφρόνησον, καὶ χλευασίαν τὸ πρᾶγμα εἶναι νόμιζε.

Βούλει μαθεῖν τῶν πολλῶν τὰς κρίσεις, πῶς εἰσὶ διεφθαρμέναι καὶ ἄχρηστοι καὶ γέλωτος ἄξιαι, καὶ αἱ μὲν μεμηνότων καὶ ἐξεστηκότων, αἱ δὲ παίδων ὑποτιτθίων; Ἄκουσον ἄνωθεν. Ἐρῶ δέ σοι κρίσεις οὐχὶ τὰς τοῦ δήμου μόνον, ἀλλὰ καὶ τὰς τῶν δοκούντων εἶναι σοφωτάτων, τῶν ἐξ ἀρχῆς νομοθετῶν. Τίς γὰρ ἂν δόξειε παρὰ τοῖς πολλοῖς σοφώτερος εἶναι τοῦ νομισθέντος ἀξίου πόλεσι καὶ δήμοις νομοθετεῖν;

Ἀλλ᾽ ὅμως τοῖς σοφοῖς τούτοις τὸ πορνεύειν οὐδὲν εἶναι δοκεῖ πονηρὸν οὐδὲ κολάσεως ἄξιον. Οὐδεὶς γοῦν τῶν νόμων τῶν ἔξωθεν αὐτὸ ἐκόλασεν, οὐδὲ εἰς δικαστήριον εἵλκυσεν ἐντεῦθεν· ἀλλὰ κἂν ἑλκύσῃ τις ὑπὲρ τούτων, καταγελῶσιν οἱ πολλοὶ, καὶ οὐκ ἀνέξεται ὁ δικάζων. Τὸ κυβεύειν πάλιν τῆς παρ᾽ αὐτῶν τιμωρίας ἐστὶν ἐλεύθερον, καὶ οὐδεὶς ὑπὲρ τούτων δίκην ἔδωκέ ποτε παρ᾽ ἐκείνοις. Τὸ μεθύειν καὶ γαστρίζεσθαι οὐ μόνον οὐκ ἔστιν ἔγκλημα, ἀλλὰ καὶ κατόρθωμα παρὰ πολλοῖς εἶναι νενόμισται· καὶ ἐν τοῖς στρατιωτικοῖς δείπνοις πολλὴ ἡ τοῦ πράγματος ἅμιλλα, καὶ οἱ μάλιστα σωφρονούσης διανοίας καὶ σώματος ἐῤῥωμένου δεόμενοι, οὗτοι μάλιστα τῇ τυραννίδι παραδέδονται τῆς μέθης, καὶ τὸ σῶμα παραλύοντες, καὶ τὴν ψυχὴν σκοτοῦντες, καὶ τῶν νομοθετῶν οὐδεὶς τοῦτο ἐκόλασε τὸ ἁμάρτημα.

εʹ. Τί ταύτης τῆς μανίας χεῖρον; Τῆς οὖν εὐφημίας τῶν οὕτω διακειμένων ἀνθρώπων ἐπιθυμεῖς, καὶ οὐ κατορύττεις σαυτόν; Εἰ γὰρ καὶ πάντες σε ἐθαύμαζον οἱ τοιοῦτοι, οὐκ ἐχρῆν αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι, παρ᾽ ἀνθρώπων οὕτω διεφθαρμένων τὰς κρίσεις κροτούμενον; Πάλιν βλασφημία τοῖς νομοθέταις οὐδὲν εἶναι δοκεῖ φοβερόν· οὐδεὶς γοῦν τὸν Θεὸν βλασφημήσας, εἰς τὸ δικαστήριον εἱλκύσθη καὶ δίκην δέδωκεν.

Ἀλλ᾽ ἐὰν μὲν τὸ ἱμάτιόν τις κλέψῃ, ἢ βαλάντιον διατέμῃ, καὶ τὰς πλευρὰς διορύττεται καὶ θανάτῳ παραδίδοται πολλάκις· τὸν δὲ Θεὸν βλασφημῶν, οὐκ ἐγκαλεῖται παρὰ τῶν ἔξω νομοθετῶν. Κἂν δούλην προσφθείρῃ τις γυναῖκα ἔχων, οὐδὲν εἶναι δοκεῖ τοῖς νόμοις τοῖς ἔξωθεν οὐδὲ τοῖς πολλοῖς.

Βούλει καὶ ἕτερα πάλιν ἀκοῦσαι δεικνύντα αὐτῶν τὴν ἄνοιαν; ταῦτα μὲν γὰρ οὐ κολάζουσιν, ἕτερα δὲ καὶ νομοθετοῦσιν αὐτοί. Τίνα οὖν εἰσιν ἐκεῖνα; Θέατρα συνάγουσι, καὶ πορνῶν ἐκεῖ γυναικῶν χοροὺς εἰσάγοντες καὶ παῖδας πεπορνευμένους καὶ εἰς τὴν φύσιν αὐτὴν ἐνυβρίζοντας, καθίζουσι τὸν δῆμον ἄνω πάντα, οὕτω τὴν πόλιν ψυχαγωγοῦντες, οὕτω τοὺς μεγάλους ἐκείνους βασιλέας, οὓς ἀεὶ θαυμάζουσιν ἐπὶ τροπαίοις καὶ νίκαις, στεφανοῦντες. Καίτοι γε τί τῆς τιμῆς ταύτης ψυχρότερον; τί τῆς ἡδονῆς ἐκείνης ἀηδέστερον; ἐκ τούτων οὖν ἐπαινέτας ζητεῖς τῶν ἔργων τῶν σῶν; καὶ μετὰ ὀρχηστῶν καὶ μαλακῶν καὶ μίμων καὶ πορνῶν γυναικῶν εὐφημίας ἀπολαύειν θέλεις, εἰπέ μοι; καὶ πῶς οὐκ ἂν εἴη ταῦτα παρανοίας ἐσχάτης; Ἡδέως γὰρ ἂν αὐτοὺς ἐροίμην· Δεινὸν τοὺς τῆς φύσεως ἀνατρέπεσθαι νόμους, καὶ παρανόμους εἰσάγεσθαι μίξεις; πάντως ἐροῦσιν, ὅτι δεινόν· δοκοῦσι γοῦν καὶ κολάζειν τὸ ἀνόμημα τοῦτο.

Τί οὖν τοὺς ἡταιρηκότας ἐκείνους εἰσάγεις; καὶ οὐκ εἰσάγεις μόνον, ἀλλὰ καὶ τιμᾷς μυρίαις καὶ ἀφάτοις δωρεαῖς; Ἀλλαχοῦ τοὺς τὰ τοιαῦτα τολμῶντας κολάζων, ἐνταῦθα δὲ καὶ ὡς εὐεργέταις κοινοῖς τῆς πόλεως, καὶ χρήματα ἀναλίσκεις, καὶ ἐκ τῶν δημοσίων αὐτοὺς τρέφεις δαπανημάτων. Ἀλλ᾽ ἄτιμοι, φησὶν, εἰσί. Τί οὖν αὐτοὺς παιδοτριβεῖς; τί οὖν διὰ τῶν ἀτίμων τοὺς βασιλέας τιμᾷς; τί δὲ τὰς πόλεις ἐκτραχηλίζεις; τί δὲ εἰς αὐτοὺς τοσαῦτα δαπανᾷς; εἰ γὰρ ἄτιμοί εἰσιν, ἀπελαύνεσθαι ἐχρῆν τοὺς ἀτίμους.

Τίνος δὲ ἕνεκεν ἀτίμους εἰργάσω; ὡς ἐπαινῶν, ἢ ὡς κατεγνωκώς; Δηλονότι ὡς κατεγνωκώς. Εἶτα ὡς μὲν κατεγνωκὼς ἀτίμους ποιεῖς, ὡς δὲ ἐντίμους τρέχεις ὀψόμενος, καὶ θαυμάζεις καὶ ἐπαινεῖς, καὶ κροτεῖς; Καὶ τί δεῖ λέγειν τὰς μαγγανείας τὰς ἐν ταῖς ἱπποδρομίαις, τὰς ἐν ταῖς τῶν θηρίων ἁμίλλαις;

Πάσης γὰρ καὶ ἐκεῖνα παραπληξίας μεστὰ, παιδεύει τὸν δῆμον συνεχῶς ἀνηλεῆ τινα ἔχειν καὶ ὠμὸν καὶ ἀπάνθρωπον τρόπον, καὶ γυμνάζει ὁρᾷν ἀνθρώπους σπαραττομένους καὶ αἷμα καταῤῥέον καὶ θηρίων ὠμότητα πάντα συγχέουσαν. Καὶ ταῦτα πάντα οἱ σοφοὶ νομοθέται ἐξ ἀρχῆς ἐπεισήγαγον τὰ νοσήματα, καὶ κροτοῦσιν αἱ πόλεις καὶ θαυμάζουσι. Ἀλλ᾽, εἰ βούλει, ταῦτα ἀφέντες, ἃ φανερῶς μὲν καὶ ὁμολογουμένως ἐστὶν ἄτοπα, τοῖς δὲ ἔξωθεν νομοθέταις οὐκ ἔδοξεν, ἐπὶ τὰ σεμνὰ προστάγματα ἔλθωμεν, καὶ ὄψει καὶ ταῦτα ἀπὸ τῆς τῶν πολλῶν δόξης διεφθαρμένα.

Ὁ γὰρ γάμος πρᾶγμα τίμιον εἶναι δοκεῖ καὶ ἡμῖν καὶ τοῖς ἔξωθεν· καὶ ἔστι τίμιον· ἀλλὰ γάμων τελουμένων, τοσαῦτα καταγέλαστα γίνεται πράγματα, ὅσα αὐτίκα ἀκούσεσθε. Ὑπὸ γὰρ τῆς συνηθείας οἱ πολλοὶ κατεχόμενοι καὶ παραλογιζόμενοι, οὐδὲ διαγινώσκουσιν αὐτῶν τὸ ἄτοπον, ἀλλ᾽ ἑτέρων δέονται τῶν διδασκόντων. Καὶ γὰρ χορεῖαι καὶ κύμβαλα καὶ αὐλοὶ καὶ ῥήματα καὶ ᾄσματα αἰσχρὰ καὶ μέθαι καὶ κῶμοι καὶ πολὺς ὁ τοῦ διαβόλου τότε ἐπεισάγεται φορυτός.

Καὶ οἶδα μὲν ὅτι δόξω καταγέλαστος εἶναι τούτων ἐπιλαμβανόμενος, καὶ πολλὴν ὀφλήσω παρὰ τοῖς πολλοῖς ἄνοιαν, τοὺς παλαιοὺς νόμους μετακινῶν· ὅπερ γὰρ ἔφθην εἰπὼν, πολὺς τῆς συνηθείας ὁ παραλογισμός· ἀλλ᾽ ὅμως οὐ παύσομαι ταῦτα λέγων.

Ἴσως γὰρ, ἴσως, κἂν μὴ πάντες, ἀλλ᾽ ὀλίγοι τινὲς ἡμᾶς ἀποδέξονται, καὶ αἱρήσονται καταγελᾶσθαι μεθ᾽ ἡμῶν, ἢ γελᾷν ἡμᾶς μετ᾽ ἐκείνων γέλωτα δακρύων ἄξιον καὶ πολλῆς κολάσεως καὶ τιμωρίας. Πῶς γὰρ οὐκ ἂν εἴη τῆς ἐσχάτης καταγνώσεως ἄξιον, παρθένον θαλαμευθεῖσαν διόλου, καὶ μαθοῦσαν αἰδεῖσθαι ἀπὸ τῆς πρώτης ἡλικίας, ἀθρόον ἀναγκάζειν ἅπασαν ἐκχεῖν τὴν αἰδὼ, καὶ ἐκ προοιμίων τοῦ γάμου τὴν ἀναισχυντίαν παιδεύειν, καὶ ἀσελγέσι καὶ ἀσέμνοις ἀνδράσι καὶ πόρνοις καὶ μαλακοῖς εἰς μέσον αὐτὴν προτιθέναι; ποῖον γὰρ οὐ φυτευθήσεται τῇ νύμφῃ κακὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης; Ἀναισχυντία, ἰταμότης, ἀναίδεια, δόξης ἔρως ἀτόπου· καὶ γὰρ ἐθελήσουσι τὰς ἡμέρας δὴ πάσας τοιαύτας ἔχειν.

Ἐντεῦθεν πολυτελεῖς αἱ γυναῖκες γίνονται καὶ δαπανηραὶ, ἐντεῦθεν ἀναιδεῖς, ἐντεῦθεν αὐταῖς τὰ μυρία κακά. Καὶ μή μοι λέγε τὴν συνήθειαν. Εἰ μὲν γὰρ πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ ἀγαθὸν, ἀεὶ γινέσθω. Εἰπὲ γάρ μοι, τὸ πορνεύειν οὐ πονηρόν; ἆρα οὖν συγχωρήσομεν κἂν ἅπαξ τοῦτο γενέσθαι;

Οὐδαμῶς. Διὰ τί; Ὅτι κἂν ἅπαξ γένηται, πονηρόν ἐστιν ὁμοίως. Ὥστε καὶ τὸ φαιδρύνεσθαι τὴν νύμφην οὕτως, εἰ μὲν ἔστι πονηρὸν, μηδὲ ἅπαξ γινέσθω· εἰ δὲ οὐ πονηρὸν, καὶ ἀεὶ γινέσθω. Τί οὖν, φησὶ, διαβάλλεις τὸν γάμον, εἰπέ μοι; Μὴ γένοιτο· οὐχ οὕτω μαίνομαι, ἀλλὰ τὰ κακῶς ἐπισυρόμενα τῷ γάμῳ, τὰ ἐπιτρίμματα, τὰς ὑπογραφὰς, τὴν ἄλλην περιεργίαν ἅπασαν. Καὶ γὰρ πολλοὺς ἀπὸ τῆς ἡμέρας ἐκείνης λήψεται τοὺς ἐραστὰς καὶ πρὸ τοῦ μέλλοντος αὐτῇ συνοικεῖν. Ἀλλὰ πολλοὶ θαυμάσονται τὴν γυναῖκα τῆς ὥρας. Καὶ τί τοῦτο;

Ἂν μὲν γὰρ σώφρων ᾖ, μόλις διαφεύξεται τὴν πονηρὰν ὑποψίαν· εἰ δὲ ἠμελημένη, ταχέως καὶ ἁλώσεται, ἀφορμὴν ἀσελγείας λαβοῦσα τὴν ἡμέραν ἐκείνην. Ἀλλ᾽ ὅμως τοσούτων ὄντων κακῶν, ὅταν μὴ ταῦτα γένηται, ὕβριν τὸ πρᾶγμα καλοῦσιν οἱ βοσκημάτων οὐδὲν ἀμείνους, καὶ δεινὸν ποιοῦνται τὸ μὴ πολλοῖς φαίνεσθαι τὴν γυναῖκα, μηδὲ προκεῖσθαι θέατρον κοινὸν τοῖς ὁρῶσι. Καίτοι γε ὕβριν ἐχρῆν νομίζειν τὰ γινόμενα καὶ γέλωτα καὶ κωμῳδίαν· ἐπεὶ καὶ νῦν οἶδα, ὅτι πολλὴν ἄνοιαν καὶ γέλωτα ἡμῶν καταγνώσονται· ἀλλ᾽ οἴσω τὸν γέλωτα, ὅταν τι γένηται κέρδος.

Καὶ γὰρ ἂν εἴην καταγέλαστος, εἰ παραινῶν τῆς τῶν πολλῶν δόξης καταφρονεῖν, αὐτὸς πρὸ τῶν ἄλλων χειρωθείην τῷ πάθει. Ἰδὲ τὰ ἐντεῦθεν λοιπόν· οὐκ ἐν ἡμέρᾳ μόνον, ἀλλὰ καὶ ἐν ἑσπέρᾳ μεθύοντας ἄνδρας καὶ κεκαρωμένους καὶ πεπυρωμένους ὑπὸ τῆς τρυφῆς, οἳ κάλλος ὄψεως ὁρᾷν παρασκευάζουσι παρθενικῆς.

Καὶ οὐδὲ ἐπὶ τῆς οἰκίας, ἀλλὰ καὶ διὰ τῆς ἀγορᾶς εἰς ἐπίδειξιν ἐκπομπεύουσι, μετὰ λαμπάδων αὐτὴν παραπέμποντες ἐν ἑσπέρᾳ βαθείᾳ, ὡς πᾶσιν αὐτὴν ἐπιδείκνυσθαι, δι᾽ ὧν ποιοῦσιν οὐδὲν ἕτερον παραινοῦντες, ἢ ὅτι πᾶσαν ἀποδύσασθαι χρὴ λοιπὸν τὴν αἰδώ.

Καὶ οὐδὲ μέχρι τούτων ἵστανται, ἀλλὰ μετὰ αἰσχρῶν ῥημάτων αὐτὴν ἄγουσι· καὶ τοῦτο νόμος ἐστὶ παρὰ τοῖς πολλοῖς. Καὶ δραπέται καὶ μαστιγίαι μυρίοι τινὲς καὶ ὀλέθριοι μετὰ ἀδείας λοιπὸν ἅπαντα φθέγγονται, ἅπερ ἂν βούλωνται, εἴς τε ἐκείνην εἴς τε τὸν ἐκείνῃ συνοικεῖν μέλλοντα· καὶ σεμνὸν μὲν οὐδὲν, πάντα δὲ ἀσχημοσύνης γέμοντα. Καλὴν δὲ οὐχ ἕξει διδασκαλίαν σωφροσύνης ἡ νύμφη, τοιαῦτα μὲν ὁρῶσα, τοιαῦτα δὲ ἀκούουσα; Καὶ ἅμιλλά τίς ἐστι διαβολικὴ τῶν τὰ τοιαῦτα παραινούντων, ὑπερβάλλεσθαι θατέρους τῇ τῶν ὀνειδῶν καὶ τῇ τῶν αἰσχρῶν ῥημάτων φιλοτιμίᾳ, δι᾽ ὧν καταισχύνουσι τοὺς συνιόντας, κἀκεῖνοι νικήσαντες ἀπῆλθον, ὅσοι πλείονα τὰ ὀνείδη καὶ μείζονα τὰ αἰσχρὰ προσέῤῥιψαν. Καὶ οἶδα μὲν ὅτι φορτικός τίς εἰμι καὶ ἐπαχθὴς καὶ δύσκολος, ὡς ἡδονήν τινα περικόπτων τοῦ βίου. Διὰ γὰρ τοῦτο πενθῶ, ὅτι τὰ ἀηδῆ ἡδονή τις εἶναι νενόμισται. Πῶς γὰρ οὐκ ἀηδὲς, εἰπέ μοι, τὸ ὑβρίζεσθαι καὶ λοιδορεῖσθαι, τὸ παρὰ πάντων ἀτιμάζεσθαι μετὰ τῆς νύμφης; Κἂν μὲν εἷς τις τῆς ἀγορᾶς τὴν συνοικοῦσαν εἴπῃ κακῶς, μυρία κινεῖς πράγματα, καὶ ἀβίωτον εἶναι τὸν βίον νομίζεις· τῆς δὲ πόλεως παρούσης ἁπάσης ἀσχημονῶν μετὰ τῆς συνοικεῖν μελλούσης, χαίρεις καὶ καλλωπίζῃ; καὶ πόσης ταῦτα μανίας; Ἀλλὰ συνήθεια τὸ πρᾶγμά ἐστι, φησί. Διὰ γὰρ τοῦτο θρηνεῖν μάλιστα ἄξιον, ὅτι ἐν συνηθεία τὸ πρᾶγμα κατέκλεισεν ὁ διάβολος.

Ἐπειδὴ γὰρ ὁ γάμος πρᾶγμά ἐστι σεμνὸν, καὶ τὸ γένος ἡμῶν συγκροτοῦν, καὶ πολλῶν αἴτιον ἀγαθῶν, δακνόμενος ὁ πονηρὸς ἐκεῖνος, καὶ εἰδὼς ὅτι κατὰ τῆς πορνείας ἐπιτετείχισται, ἑτέρως πορνείαν ἐπεισάγει πᾶσαν. Πολλαὶ γοῦν ἐν ταῖς τοιαύταις συνόδοις καὶ κατῃσχύνθησαν παρθένοι· εἰ δὲ μὴ πανταχοῦ, ἀλλ᾽ ἀρκεῖ τῷ δαίμονι τέως ἐκεῖνα τὰ ῥήματα καὶ τὰ ᾄσματα ἐκεῖνα τὰ πονηρὰ, καὶ παραδειγματίσαι τὴν νύμφην, καὶ ἐκπομπεῦσαι τὸν νυμφίον διὰ τῆς ἀγορᾶς. Εἶτ᾽ ἐπειδήπερ ἐν ἑσπέρᾳ ταῦτα γίνεται, ἵνα μηδὲ τὸ σκότος παραπέτασμα ᾖ τῶν κακῶν τούτων, ἐπεισάγονται λαμπάδες πολλαὶ οὐκ ἐῶσαι λανθάνειν τὴν ἀσχημοσύνην. Τί γὰρ ὁ πολὺς ὄχλος βούλεται; τί δὲ ἡ μέθη; τί δὲ αἱ σύριγγες; οὐκ εὔδηλον ὅτι ἵνα μηδὲ οἱ ἐν ταῖς οἰκίαις ὄντες, καὶ βαπτιζόμενοι ὕπνῳ βαθεῖ, ταῦτα ἀγνοῶσιν, ἀλλ᾽ ὑπὸ τῆς σύριγγος διεγειρόμενοι, καὶ ἄνωθεν ἀπὸ τῶν δρυφάκτων κατακύπτοντες, μάρτυρες γένωνται τῆς κωμῳδίας ἐκείνης; Τί ἄν τις εἴποι τὰς ᾠδὰς αὐτὰς, αἳ πάσης γέμουσιν ἀκολασίας, ἔρωτας ἀτόπους καὶ μίξεις παρανόμους καὶ οἰκιῶν ἀνατροπὰς καὶ μυρίας ἐπεισάγουσαι τραγῳδίας, καὶ πολὺ τὸ τοῦ φίλου καὶ ἐρῶντος ὄνομα ἔχουσαι, καὶ τὸ τῆς φίλης καὶ ἐρωμένης;

Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ παρθένοι παραγίνονται τούτοις, πᾶσαν ἀποδυσάμεναι τὴν αἰδὼ, εἰς τὴν τῆς νυμφευομένης τιμὴν, μᾶλλον δὲ ὕβριν, καὶ τὴν ἑαυτῶν προπίνουσαι σωτηρίαν, καὶ μεταξὺ νέων ἀκολάστων ἀσχημονοῦσαι τοῖς ἀτάκτοις ᾄσμασι, τοῖς αἰσχροῖς ῥήμασι, τῇ σατανικῇ συμφωνίᾳ.

Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, πόθεν μοιχεῖαι; πόθεν πορνεῖαι; πόθεν διαφθοραὶ γάμων; Ἀλλ᾽ οὐκ εὐγενεῖς οὐδὲ εὐσχήμονες ταῦτα πράττουσι, φησί. Πῶς οὖν ἐμοῦ καταγελᾷς, αὐτὸς πρὸ ἐμοῦ τὸν νόμον τοῦτον εἰδώς; Εἰ γὰρ καλὰ τὰ γινόμενα, ἔασον κἀκείνας ταῦτα ποιεῖν. Μὴ γὰρ, ἐπειδὴ πενίᾳ συζῶσιν αὗται, οὐχὶ καὶ αὐταὶ παρθένοι εἰσὶ, καὶ σωφροσύνης ἐπιμελεῖσθαι καὶ αὐτὰς χρή; Νῦν δὲ ὀρχεῖται παρθένος ἐν κοινῷ θεάτρῳ νέων ἀκολάστων, εἰπέ μοι, καὶ οὐ δοκεῖ σοι τῆς πόρνης εἶναι ἀτιμοτέρα;

Εἰ δὲ λέγεις, ὅτι θεραπαινίδες ταῦτα ἐργάζονται, οὐδὲ οὕτως ἀφίημί σε τῆς κατηγορίας· οὐδὲ γὰρ ταύταις ἐπιτετράφθαι ἐχρῆν. ηʹ. Ἀπὸ γὰρ τούτων πάντα τίκτεται τὰ κακὰ, ὅτι τῆς οἰκετίας οὐδένα ποιούμεθα λόγον· ἀλλ᾽ ἀρκεῖ εἰς καταφρόνησιν τὸ εἰπεῖν, ὅτι Δοῦλός ἐστι καὶ εἰσὶ θεραπαινίδες· καίτοι γε καθ᾽ ἑκάστην ἡμέραν ἀκούοντες, ὅτι Ἐν Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος.

Σὺ δὲ ἵππου μὲν οὐ καταφρονεῖς οὐδὲ ὄνου, ἀλλὰ πάντα ποιεῖς ὥστε μὴ γενέσθαι φαύλους· δούλων δὲ τῶν ὁμοψύχων ὑπερορᾷς; Καὶ τί λέγω δούλων, ὅπου γε καὶ παίδων καὶ θυγατέρων; Τί δὴ μετὰ ταῦτα; Ἀνάγκη λύπην εὐθέως ἐπεισιέναι, πάντων ἐκείνων καθαιρουμένων· πολλάκις δὲ καὶ ζημίαν τίκτεσθαι μεγίστην, ἐν τῷ πλήθει καὶ τῷ θορύβῳ πολυτίμων τινῶν ἀπολλυμένων χρυσίων. Εἶτα μετὰ τὸν γάμον εἴ ποτε γένοιτο παιδίον, καὶ ἐνταῦθα πάλιν τὴν αὐτὴν ἄνοιαν ὀψόμεθα, καὶ πολλὰ σύμβολα γέλωτος γέμοντα. Καὶ γὰρ ἡνίκα ἂν καλεῖσθαι τὸ παιδίον δέῃ, ἀφέντες ἀπὸ τῶν ἁγίων αὐτὸ καλεῖν, ὡς οἱ παλαιοὶ τὸ πρῶτον ἐποίουν, λύχνους ἅψαντες καὶ ὀνόματα αὐτοῖς ἐπιτιθέντες, τῷ διαρκέσαντι μέχρι πολλοῦ τὸ παιδίον ποιοῦσιν ὁμώνυμον, ἐντεῦθεν πολὺν αὐτὸ στοχαζόμενοι βιώσεσθαι χρόνον. Εἶτα ἐπειδὰν συμβῇ πολλάκις αὐτὸ ἄωρον ὑποστῆναι θάνατον (συμβαίνει δὲ πολλάκις), πολὺς ἕψεται παρὰ τοῦ διαβόλου γέλως, ὅτι ὡσεὶ παῖδας ἀνοήτους διέπαιξε.

Τί ἄν τις εἴποι τὰ περίαπτα καὶ τοὺς κώδωνας τοὺς τῆς χειρὸς ἐξηρτημένους καὶ τὸν κόκκινον στήμονα, καὶ τὰ ἄλλα τὰ πολλῆς ἀνοίας γέμοντα, δέον μηδὲν ἕτερον τῷ παιδὶ περιτιθέναι, ἀλλ᾽ ἢ τὴν ἀπὸ τοῦ σταυροῦ φυλακήν; Νῦν δὲ οὗτος μὲν καταπεφρόνηται ὁ τὴν οἰκουμένην ἐπιστρέψας ἅπασαν, καὶ χαλεπὴν δοὺς τῷ διαβόλῳ πληγὴν, καὶ πᾶσαν αὐτοῦ καταστρέψας τὴν δύναμιν· κρόκη δὲ καὶ στήμων καὶ τὰ ἄλλα περιάμματα τὰ τοιαῦτα τοῦ παιδίου ἐμπιστεύονται τὴν ἀσφάλειαν. Εἴπω τι τούτου καταγελαστότερον ἕτερον; Ἀλλὰ μηδεὶς ἀκαιρίαν ἡμῶν καταγινωσκέτω, εἰ καὶ μέχρι τούτων πρόεισιν ὁ λόγος. Ὁ γὰρ τὴν σηπεδόνα καθᾶραι βουλόμενος, οὐ παραιτήσεται προτέρας τὰς ἑαυτοῦ μολῦναι χεῖρας.

Τί δήποτ᾽ οὖν τοῦτό ἐστι τὸ καταγέλαστον; Ὃ μηδὲν μὲν εἶναι δοκεῖ (διὰ γὰρ τοῦτο στένω), ἀρχὴ δέ ἐστι παραφροσύνης καὶ παρανοίας ἐσχάτης. Βόρβορον αἱ γυναῖκες ἐν τῷ βαλανείῳ λαμβάνουσαι τροφοὶ καὶ θεραπαινίδες, καὶ τῷ δακτύλῳ χρίσασαι, κατὰ τοῦ μετώπου τυποῦσι τοῦ παιδίου· κἂν ἔρηταί τις, Τί βούλεται ὁ βόρβορος, τί δὲ ὁ πηλός; Ὀφθαλμὸν πονηρὸν ἀποστρέφει, φησὶ, καὶ βασκανίαν καὶ φθόνον. Βαβαὶ τῆς ἰσχύος τοῦ βορβόρου καὶ τῆς τοῦ πηλοῦ δυνάμεως, ἡλίκην ἔχει τὴν ἰσχύν! Ὁλόκληρον τοῦ διαβόλου παράταξιν ἀποστρέφει. Οὐκ ἐγκαλύψεσθε, εἰπέ μοι; οὐ συνήσετε ὀψέ ποτε τὰς παγίδας τὰς διαβολικὰς, πῶς ἐκ πρώτης ἡλικίας κατὰ μικρὸν ἐπεισάγει τὰς παρ᾽ ἑαυτοῦ μηχανὰς ὁ διάβολος; Εἰ γὰρ ὁ βόρβορος τοῦτο ποιεῖ, διὰ τί μὴ καὶ σὺ τοῦτο ποιεῖς ἐπὶ τοῦ σαυτοῦ μετώπου, ἀνὴρ ὢν καὶ ἐν ἕξει γεγονὼς, καὶ μᾶλλον τοῦ παιδίου τοὺς φθονοῦντας ἔχων; διὰ τί μὴ καὶ ὅλον βορβοροῖς τὸ σῶμα; εἰ γὰρ ἐπὶ τοῦ μετώπου τοσαύτην ἔχει τὴν ἰσχὺν, τίνος ἕνεκεν οὐχ ὅλον σεαυτὸν βορβόρῳ καταχρίεις; Γέλως ταῦτα καὶ κωμῳδία σατανικὴ, οὐκ εἰς χλευασίαν μόνον, ἀλλὰ καὶ εἰς γέενναν καταστρέφουσα τοὺς ἀπατωμένους.

Καὶ τὸ μὲν παρ᾽ Ἕλλησι ταῦτα γίνεσθαι, θαυμαστὸν οὐδέν· τὸ δὲ παρὰ τοῖς τὸν σταυρὸν προσκυνοῦσι, καὶ μυστηρίων ἀποῤῥήτων κεκοινωνηκόσι, καὶ τοσαῦτα φιλοσοφοῦσι ταύτην κρατεῖν τὴν ἀσχημοσύνην, τοῦτ᾽ ἔστι τὸ πολλῶν θρήνων ἄξιον. Ὁ Θεός σε μύρῳ ἐτίμησε πνευματικῷ, καὶ σὺ βορβόρῳ μολύνεις τὸ παιδίον; ὁ Θεός σε ἐτίμησε, σὺ δὲ σαυτὸν ἀτιμάζεις; καὶ δέον τὸν σταυρὸν ἐπιγράφειν τῷ μετώπῳ, τὴν ἀσφάλειαν ἄμαχον παρέχοντα· σὺ δὲ ταῦτα ἀφεὶς, ἐπὶ τὴν σατανικὴν ἄνοιαν καταπίπτεις; Εἰ δέ τισι ταῦτα μικρὰ εἶναι δοκεῖ, μανθανέτωσαν, ὅτι μεγάλων ἐστὶν αἴτια κακῶν, καὶ ὅτι οὐδὲ τῷ Παύλῳ τὰ μικρὰ παρορᾷν ἔδοξε. Τί γὰρ, εἰπέ μοι, τοῦ καλύπτεσθαι ἄνθρωπον τὴν κεφαλὴν μικρότερον, Ἀλλ᾽ ὅρα πόσην ὑπὲρ τούτου ποιεῖται σπουδὴν, καὶ μεθ᾽ ὅσης ἀπαγορεύει σφοδρότητος, ἄλλα τε πολλὰ λέγων, καὶ ὅτι καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. Εἰ δὲ ὁ κατακαλυπτόμενος καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, ὁ βορβόρῳ χρίων, πῶς οὐχὶ καὶ βδελυκτὸν ποιεῖ τὸ παιδίον; πῶς γὰρ αὐτὸ προσάγει ταῖς χερσὶ τοῦ ἱερέως, εἰπέ μοι; πῶς ἀξιοῖς ἐπὶ τοῦ μετώπου σφραγῖδα ἐπιτεθῆναι παρὰ τῆς τοῦ πρεσβυτέρου χειρὸς, ἔνθα τὸν βόρβορον ἐπέχρισας; Μὴ ταῦτα, μὴ, ἀδελφοὶ, ἀλλ᾽ ἐκ πρώτης ἡλικίας πνευματικοῖς αὐτὰ περιφράττετε ὅπλοις, καὶ τῇ χειρὶ παιδεύετε σφραγίζειν τὸ μέτωπον· καὶ πρὶν ἢ δυνηθῆναι τῇ χειρὶ τοῦτο ποιεῖν, αὐτοὶ ἐντυποῦτε αὐτοῖς τὸν σταυρόν.

Τί ἄν τις εἴποι τὰς ἑτέρας παρατηρήσεις τὰς σατανικὰς ἐπὶ τῶν ὠδίνων καὶ τῶν τοκετῶν, ἃς αἱ μαῖαι ἐπὶ κακῷ τῆς ἑαυτῶν ἐπεισάγουσι κεφαλῆς; τὰς ἐπὶ τοῦ θανάτου καὶ τῆς καθ᾽ ἕκαστον ἐκφορᾶς τὰς οἰμωγὰς, τοὺς κωκυτοὺς τοὺς ἀλόγους, τὴν ἐν τοῖς τάφοις ἄνοιαν, τὴν περὶ τὰ μνήματα σπουδὴν, τὸν ἄκαιρον καὶ καταγέλαστον τῶν θρηνῳδῶν γυναικῶν ἐσμὸν, τὰς τῶν ἡμερῶν παρατηρήσεις, τῶν εἰσόδων καὶ τῶν ἐξόδων; Τούτων οὖν, εἰπέ μοι, τὴν δόξαν θηρᾷς; καὶ πῶς οὐκ ἐσχάτης ταῦτα ἀνοίας, ἀνθρώπων οὕτω διεφθαρμένων τὰς γνώμας, καὶ πάντα ὡς ἔτυχε ποιούντων, τὴν δόξαν ἐπιζητεῖν, δέον ἐπὶ τὸν ἀκοίμητον ἀεὶ καταφεύγειν ὀφθαλμὸν, καὶ πρὸς τὴν ἐκείνου ψῆφον βλέποντας, πάντα ποιεῖν καὶ λέγειν; Οὗτοι μὲν γὰρ κἂν ἐπαινέσωσι, οὐδὲν ἡμᾶς ὠφελῆσαι δυνήσονται· ἐκεῖνος δὲ ἂν ἀποδέξηται τὰ γινόμενα, καὶ ἐνταῦθα ποιήσει λαμπροὺς, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν μεταδώσει τῶν ἀποῤῥήτων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΓʹ. Ἡμεῖς μωροὶ διὰ Χριστὸν (ἀναγκαῖον γὰρ ἐντεῦθεν πάλιν τὸν λόγον ἀναλαβεῖν), ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. αʹ. Πολλῆς βαρύτητος τὸν λόγον ἐμπλήσας, ὃ πάσης κατηγορίας μείζονα εἶχε πληγὴν, τοῦτο ἐνταῦθα μεταχειρίζει μετὰ τῆς πρεπούσης αὐτῷ ἀξίας, καὶ εἰπὼν, ὅτι Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὅτι Ἡμᾶς ὁ Θεὸς ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, διὰ τῶν ἑξῆς δείκνυσι, πῶς ἐπιθανάτιοι, λέγων· Ἡμεῖς μωροὶ καὶ ἀσθενεῖς καὶ ἄτιμοι, καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· ἅπερ ἦν δείγματα διδασκάλων καὶ ἀποστόλων γνησίων. Ἀλλ᾽ ἐκεῖνοι ἐπὶ τοῖς ἐναντίοις μέγα ἐφρόνουν, ἐπὶ σοφίᾳ, ἐπὶ δόξῃ, ἐπὶ πλούτῳ, ἐπὶ τῷ τιμᾶσθαι. Βουλόμενος οὖν αὐτῶν καθελεῖν τὸν τῦφον, καὶ δεῖξαι ὅτι ἐπὶ τούτοις οὐ μόνον οὐ καλλωπίζεσθαι, ἀλλὰ καὶ αἰσχύνεσθαι δεῖ, πρῶτον μὲν αὐτοὺς κωμῳδεῖ λέγων· Χωρὶς ἡμῶν ἐβασιλεύσατε. Ἐγὼ μὲν γὰρ λέγω, φησὶν, ὅτι ὁ παρὼν καιρὸς οὐ τιμῆς οὐδὲ δόξης ἐστὶν, ὧν ὑμεῖς ἀπολαύετε, ἀλλὰ τοῦ διώκεσθαι καὶ ὑβρίζεσθαι, ἅπερ ἡμεῖς πάσχομεν.

Εἰ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τῶν ἀμοιβῶν ὁ καιρὸς οὗτος, ὡς ὁρῶ (τοῦτο δὲ εἰρωνευόμενος λέγει), ὑμεῖς μὲν οἱ μαθηταὶ καὶ ἐβασιλεύσατε λοιπόν· ἡμεῖς δὲ οἱ διδάσκαλοι καὶ ἀπόστολοι, καὶ πρὸ πάντων ὀφείλοντες λαβεῖν τὸν μισθὸν, οὐ μόνον ὑμῶν ἔσχατοι γεγόναμεν, ἀλλὰ καὶ ὡς ἐπιθανάτιοι, τουτέστι, κατάδικοι, διόλου ἐν ἀτιμίαις καὶ κινδύνοις καὶ λιμῷ διάγομεν, ὑβριζόμενοί τε ὡς μωροὶ καὶ ἐλαυνόμενοι καὶ τὰ ἀνήκεστα ὑπομένοντες.

Ταῦτα δὲ ἔλεγεν, ἵνα καὶ αὐτοὺς ἐκ τούτων ποιήσῃ συνιδεῖν, ὅτι τὰ τῶν ἀποστόλων ὀφείλουσι ζηλοῦν, τοὺς κινδύνους καὶ τὰς ὕβρεις, οὐ τὰς τιμὰς καὶ τὰς δόξας· οὐ γὰρ ἐκεῖνα, ἀλλὰ ταῦτα ἀπαιτεῖ τὸ κήρυγμα.

Ἀλλ᾽ οὕτω μὲν ἐξ εὐθείας οὐ λέγει, ὥστε μὴ φορτικὸς αὐτοῖς φανῆναι· ὡς δὲ αὐτῷ πρέπον ἦν, οὕτω μεταχειρίζει τὴν ἐπίπληξιν ταύτην. Εἰ γὰρ ἐξ εὐθείας εἰσήγαγε τὸν λόγον, οὕτως ἂν εἶπε· Πλανᾶσθε καὶ ἀπατᾶσθε, καὶ πολὺ τῆς ἀποστολικῆς νουθεσίας ἀφεστήκατε· τὸν γὰρ ἀπόστολον καὶ διάκονον τοῦ Χριστοῦ, μωρὸν εἶναι δοκεῖν χρὴ, καὶ ἐν θλίψει καὶ ἐν ἀδοξίᾳ διάγειν, ὅπερ ἐσμὲν ἡμεῖς· ὑμεῖς δὲ ἐν τοῖς ἐναντίοις. Ἀλλ᾽ οὕτως ἂν μᾶλλον καὶ προσέστη τὰ λεγόμενα αὐτοῖς, ὡς ἐγκώμια τῶν ἀποστόλων ἔχοντα, καὶ ἐκείνους ἂν θρασυτέρους εἰργάσατο, ὡς διαβαλλομένους ἐπὶ ῥᾳθυμίᾳ καὶ κενοδοξίᾳ καὶ τῷ τρυφᾷν. Διὰ τοῦτο τοῦτον μὲν τὸν τρόπον οὐ μεθοδεύει τὰ εἰρημένα, ἑτέρως δὲ, πληκτικώτερον μὲν, ἀνεπαχθέστερον δέ. Διὸ καὶ οὕτω προάγει τὸν λόγον κατ᾽ εἰρωνείαν, λέγων· Ὑμεῖς δὲ ἰσχυροὶ καὶ ἔνδοξοι. Ὡς εἰ μὴ τῇ εἰρωνείᾳ ἐκέχρητο, οὕτως ἂν εἶπεν· Οὐ δυνατὸν τὸν μὲν μωρὸν νομίζεσθαι, τὸν δὲ φρόνιμον, καὶ τὸν μὲν ἰσχυρὸν, τὸν δὲ ἀσθενῆ, τοῦ κηρύγματος μὴ ἀπαιτοῦντος θάτερα. Εἰ μὲν γὰρ ἐξῆν τοὺς μὲν τοῦτο εἶναι, τοὺς δὲ ἐκεῖνο, ἴσως εἶχέ τινα λόγον τὰ παρ᾽ ὑμῶν λεγόμενα· νυνὶ δὲ οὐκ ἔνι, οὐ φρόνιμον εἶναι δοκεῖν, οὐκ ἔνδοξον, οὐκ ἀπηλλάχθαι κινδύνων. Εἰ δὲ μὴ, ἀνάγκη ὑμᾶς ἡμῶν προτετιμῆσθαι παρὰ τῷ Θεῷ, ὑμᾶς τοὺς μαθητὰς τῶν διδασκάλων καὶ μυρία παθόντων.

Εἰ δὲ οὐδὲ τοῦτό τις ἂν εἴποι, λείπεται τὰ ἡμέτερα ὑμᾶς διώκειν. Καὶ μὴ μέ τις, φησὶν, οἰέσθω τὰ παρελθόντα λέγειν μόνον· Μέχρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν. Ὁρᾷς ὅτι πάντα τὸν βίον τοιοῦτον εἶναι δεῖ τῶν Χριστιανῶν, οὐ μίαν ἡμέραν καὶ δευτέραν; Οὐδὲ γὰρ ἂν ἀθλητὴς τὴν μίαν μόνην νικήσας πάλην στεφανωθῇ, πάλιν στεφανοῦται καταπεσών.

Καὶ πεινῶμεν, πρὸς τοὺς τρυφῶντας· καὶ κολαφιζόμεθα, πρὸς τοὺς πεφυσιωμένους· καὶ ἀστατοῦμεν, πρὸς τοὺς ἀναπίπτοντας· καὶ γυμνητεύομεν, πρὸς τοὺς πλουτοῦντας· καὶ κοπιῶμεν, ἤδη πρὸς τοὺς ψευδαποστόλους τοὺς οὔτε ἐργάζεσθαι οὔτε κινδυνεύειν ἀνεχομένους, ἀλλὰ καρπουμένους αὐτούς. Ἀλλ᾽ οὐχ ἡμεῖς οὕτω, φησὶν, ἀλλὰ μετὰ τῶν ἔξωθεν κινδύνων καὶ ἑαυτοὺς κατατείνομεν τῇ διηνεκεῖ ἐργασίᾳ. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὐκ ἔχοι τις ἂν εἰπεῖν, ὅτι δυσχεραίνομεν ἐπὶ τούτοις, ἢ τοῖς διώκουσιν ἐγκαλοῦμεν· τοῖς γὰρ ἐναντίοις τοὺς ἐπηρεάζοντας ἀμειβόμεθα. Τὸ γὰρ μέγα τοῦτό ἐστιν, οὐ τὸ κακῶς παθεῖν· τοῦτο γὰρ πάντων κοινόν· ἀλλὰ τὸ πάσχοντας μὴ ἀλύειν μηδὲ δυσχεραίνειν.

βʹ. Ἡμεῖς δὲ οὐ μόνον οὐ δυσχεραίνομεν, ἀλλὰ καὶ ἀγαλλόμεθα. Καὶ τούτου τεκμήριον τὸ τοὺς ποιοῦντας κακῶς τοῖς ἐναντίοις ἀμείβεσθαι. Ὅτι δὲ τοῦτο ἐποίουν, ἄκουσον τῶν ἑξῆς· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, τουτέστι, μωροὶ διὰ Χριστόν. Ὁ γὰρ κακῶς παθὼν, καὶ μήτε ἀμυνόμενος μήτε ἀλγῶν, μωρὸς εἶναι δοκεῖ παρὰ τοῖς ἔξωθεν καὶ ἄτιμος καὶ ἀσθενής. Καὶ ἵνα μὴ φορτικώτερον τὸν λόγον ἐργάσηται, εἰς τὴν ἐκείνων πόλιν τὰ πάθη περιστήσας, τί φησι; Περικαθάρματα, οὐ τῆς πόλεως ὑμῶν, ἀλλὰ τοῦ κόσμου ἐγενήθημεν· καὶ πάλιν, Πάντων περίψημα· οὐχ ὑμῶν μόνον, ἀλλὰ πάντων. Ὥσπερ οὖν ὅταν περὶ τῆς τοῦ Χριστοῦ διαλέγηται κηδεμονίας, τὴν γῆν, τὸν οὐρανὸν, τὴν πᾶσαν κτίσιν ἀφεὶς, τὸν σταυρὸν ἐν μέσῳ τίθησιν· οὕτω καὶ ὅταν πρὸς ἑαυτὸν ἐπισπάσασθαι βουληθῇ, τὰ σημεῖα παραδραμὼν, τὰ πάθη λέγει τὰ δι᾽ αὐτούς. Οὕτω καὶ ἡμῖν ἔθος, ὅταν ἀδικώμεθα παρά τινων καὶ καταφρονώμεθα, ἅπερ ὑπὲρ αὐτῶν ἐπάθομεν, ταῦτα φέρειν εἰς μέσον.

Πάντων περίψημα ἕως ἄρτι. Εὔτονον τὴν πληγὴν ἔδωκε πρὸς τῷ τέλει. Πάντων δὲ, οὐ τῶν διωκόντων, φησὶν, ἀλλὰ τῶν δι᾽ οὓς ταῦτα πάσχομεν· τουτέστι, Χάριν ἔχω πολλὴν αὐτοῖς. Βαρυθυμοῦντος τὸ ῥῆμα, οὐκ ἀλγοῦντος αὐτοῦ, ἀλλ᾽ ἐκείνους πλῆξαι βουλομένου. Ὁ γὰρ μυρία ἔχων ἐγκαλεῖν, καὶ ἀσπάζεται.

Διὰ τοῦτο καὶ ὁ Χριστὸς κελεύει πράως ἡμᾶς φέρειν τὰς ὕβρεις, ἵνα καὶ αὐτοὶ φιλοσοφῶμεν, κἀκείνους μᾶλλον ἐντρέπωμεν. Οὐ γὰρ οὕτως ὑβρίζων, ὡς σιγῶν τις, τοῦτο ἐργάζεται. Εἶτ᾽ ἐπειδὴ εἶδεν ἀφόρητον τὴν πληγὴν, ταχέως αὐτὴν ἐθεράπευσεν, εἰπών· Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾽ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Οὐχ ὡς καταισχύνων γὰρ ὑμᾶς, ταῦτα λέγω, φησίν. Ὅπερ ἐποίησε διὰ τῶν ῥημάτων, τοῦτό φησιν οὐ πεποιηκέναι· μᾶλλον δὲ πεποιηκέναι μέν φησιν, οὐ μὴν διανοίᾳ πονηρᾷ καὶ μισούσῃ· ἐπεὶ καὶ ἀρίστη αὕτη ἡ θεραπεία, εἰπόντα τὸν λόγον προσθεῖναι τὴν ἀπὸ τῆς διανοίας ἀπολογίαν. Μὴ εἰπεῖν μὲν γὰρ οὐκ ἐνῆν, ἐπεὶ ἔμειναν ἂν ἀδιόρθωτοι· εἰπόντα δὲ ἀφεῖναι πάλιν τὴν πληγὴν ἀνίατον, χαλεπόν· διόπερ μετὰ βαρύτητος ἀπολογεῖται. Τοῦτο γὰρ οὐ μόνον οὐκ ἐξαίρει τὴν τομὴν, ἀλλὰ καὶ ἐνδοτέρω ποιεῖ καταδῦναι, τῆς πληγῆς τὴν ἀλγηδόνα παραμυθούμενον ἅπασαν. Ὁ γὰρ ἀκούσας, ὅτι οὐκ ὀνειδίζων, ἀλλ᾽ ἀγαπῶν ταῦτα λέγει, μᾶλλον καταδέχεται τὴν διόρθωσιν. Πολλὴ δὲ καὶ ἐνταῦθα ἡ βαρύτης καὶ ἡ ἐντροπή. Οὐ γὰρ εἶπεν, ὡς διδάσκαλος, οὐδὲ ὡς ἀπόστολος, οὐδὲ ὡς μαθητὰς ἔχων, ὅπερ τῆς ἀξίας ἦν, ἀλλ᾽, Ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ· καὶ οὐχ ἁπλῶς τέκνα, ἀλλὰ ποθούμενα.

Σύγγνωτέ μοι, φησί· καὶ εἴ τι φορτικὸν εἴρηται, ἐξ ἀγάπης ταῦτα γίνεται. Καὶ οὐκ εἶπεν, Ἐπιτιμῶ, ἀλλὰ, Νουθετῶ. Τίς δὲ οὐκ ἂν ἀνάσχοιτο πατρὸς ἀλγοῦντος, καὶ τὰ δέοντα συμβουλεύοντος; Διὰ τοῦτο οὐ πρότερον εἶπε τοῦτο, ἀλλ᾽ ὅτε τὴν πληγὴν ἔδωκε. Τί οὖν, ἀφειδοῦσιν ἡμῶν οἱ ἄλλοι διδάσκαλοι, φησίν; Οὐ τοῦτο λέγω, ἀλλ᾽ οὐχ οὕτω φείδονται.

Ἀλλὰ τοῦτο μὲν συντόμως οὐκ εἶπε, διὰ δὲ τῶν ἐπιτηδευμάτων καὶ τῶν ὀνομάτων αὐτὸ ἐνέφηνε, τὸν παιδαγωγὸν καὶ τὸν πατέρα θείς. Ἐὰν γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾽ οὐ πολλοὺς πατέρας. Οὐ τὸ ἀξίωμα ἐμφαίνει ἐνταῦθα, ἀλλὰ τῆς ἀγάπης τὴν ὑπερβολήν. Καὶ οὐδὲ ἐκείνους ἔπληξε, τὸ, Ἐν Χριστῷ, προσθεὶς, ἀλλὰ καὶ παρεμυθήσατο αὐτοὺς, οὐχὶ κόλακας, ἀλλὰ παιδαγωγοὺς εἰπὼν τοὺς σπουδάζοντας καὶ ἀνεχομένους τῶν πόνων· καὶ τὴν ἑαυτοῦ κηδεμονίαν ἀπεδείξατο. Διὸ οὐκ εἶπεν, Ἀλλ᾽ οὐ πολλοὺς διδασκάλους, ἀλλ᾽, Οὐ πατέρας.

Οὕτως οὐκ ἀξίωμα θεῖναι ἐβούλετο, οὐδὲ, ὅτι πλείονα παρ᾽ αὐτοῦ ὠφέληντο, διδάξαι· ἀλλὰ συγχωρήσας ἐκείνοις τὰ πολλὰ περὶ αὐτοὺς πεπονηκέναι (τοιοῦτον γὰρ ὁ παιδαγωγὸς), τὴν τῆς ἀγάπης ὑπερβολὴν ἑαυτῷ ταμιεύεται. Τοιοῦτον γὰρ ὁ πατήρ. Καὶ οὐ λέγει μόνον, ὅτι Οὐδεὶς ὑμᾶς οὕτω φιλεῖ, ὅπερ ἀνεύθυνον ἦν, ἀλλὰ καὶ πρᾶγμα γεγονὸς εἰς μέσον ἄγει. Ποῖον δὴ τοῦτο; Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ἐν Χριστῷ Ἰησοῦ· οὐκ ἐμαυτῷ τοῦτο λογίζομαι, φησί. Πάλιν τοὺς ἑαυτοῖς ἐπιφημίζοντας τὴν διδασκαλίαν πλήττει.

Ὑμεῖς γάρ ἐστε, φησὶν, ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς· καὶ πάλιν, Ἐγὼ ἐφύτευσα· καὶ ἐνταῦθα, Ἐγὼ ἐγέννησα. Οὐκ εἶπε, Κατήγγειλα τὸν λόγον, ἀλλ᾽, Ἐγὼ ἐγέννησα, τοῖς τῆς φύσεως ὀνόμασι κεχρημένος. Ἓν γὰρ ἐσπούδαζε, τὴν ἀγάπην ἐπιδείξασθαι, ἣν περὶ αὐτοὺς εἶχεν. Ἐκεῖνοι μὲν γὰρ παρ᾽ ἐμοῦ δεξάμενοι ἐνήγαγον ὑμᾶς· τὸ δὲ εἶναι πιστοὺς, δι᾽ ἐμοῦ γέγονεν. Ἐπειδὴ γὰρ εἶπεν, Ὡς τέκνα, ἵνα μὴ κολακείας εἶναι νομίσῃς τὸ ῥῆμα, παρίστησι καὶ τὸ πρᾶγμα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Βαβαί! πόση τοῦ διδασκάλου ἡ παῤῥησία! πῶς ἀπηκριβωμένη ἡ εἰκὼν, ὅταν καὶ ἑτέρους ἐπὶ τοῦτο παρακαλῇ!

Οὐκ ἐπαίρων δὲ ἑαυτὸν τοῦτο ποιεῖ, ἀλλὰ δεικνὺς εὔκολον οὖσαν τὴν ἀρετήν. γʹ. Μὴ γάρ μοι εἴπῃς, ὅτι Οὐ δύναμαί σε μιμήσασθαι· σὺ διδάσκαλος εἶ, καὶ μέγας. Οὐ γάρ ἐστι τοσοῦτον τὸ μέσον ἐμοῦ πρὸς ὑμᾶς, ὅσον τοῦ Χριστοῦ πρὸς ἐμέ· ἀλλ᾽ ὅμως ἐμιμησάμην ἐκεῖνον ἐγώ. Ὅταν μὲν οὖν Ἐφεσίοις γράφῃ, οὐ τίθησι μέσον ἑαυτὸν, ἀλλ᾽ εὐθὺς αὐτοὺς ἐκεῖ πάντας ἀπάγει, Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ, λέγων· ἐνταῦθα δὲ, ἐπειδὴ πρὸς ἀσθενεῖς ἦν ὁ λόγος αὐτῷ, ἑαυτὸν παρενέβαλε. Καὶ ἄλλως δὲ δείκνυσιν, ὅτι ἔνι καὶ οὕτω τὸν Χριστὸν μιμήσασθαι.

Ὁ γὰρ τὴν σφραγῖδα μιμησάμενος τὴν ἀπηκριβωμένην, τὸ ἀρχέτυπον ἐμιμήσατο. Ἴδωμεν οὖν πῶς αὐτὸς ἐμιμήσατο τὸν Χριστόν. Ἡ γὰρ μίμησις αὕτη οὐ χρόνων δεῖται καὶ τέχνης, ἀλλὰ προαιρέσεως μόνης. Εἰς ζωγράφου μὲν γὰρ εἰσελθόντες οὐ δυνησόμεθα μιμήσασθαι τὴν εἰκόνα, κἂν μυριάκις ἴδωμεν· τοῦτον δὲ καὶ ἐξ ἀκροάσεως μόνης ἔνι μιμήσασθαι. Οὐκοῦν βούλεσθε τὸν πίνακα εἰς μέσον ἀγαγόντες, ὑπογράψωμεν ἐφ᾽ ὑμῶν τὴν πολιτείαν τοῦ Παύλου; Προκείσθω τοίνυν ὁ πίναξ πολὺ λαμπρότερος ὢν τῶν βασιλικῶν εἰκόνων. Τὸ γὰρ ὑποκείμενον, οὐ σανίδες κεκολλημέναι οὐδὲ σινδόνες ἐπικείμεναι, ἀλλ᾽ ἔργον Θεοῦ τὸ ὑποκείμενον· ψυχὴ γάρ ἐστι καὶ σῶμα. Ψυχὴ Θεοῦ ἔργον, οὐκ ἀνθρώπων, καὶ σῶμα πάλιν ὁμοίως Ἐκροτήσατε ἐνταῦθα; Ἀλλ᾽ οὐκ ἐνταῦθα τῶν κρότων ὁ καιρὸς, ἀλλ᾽ ἐπὶ τῶν ἑξῆς καὶ τοῦ κροτῆσαι καὶ τοῦ ζηλῶσαι. Τέως γὰρ ἡ ὕλη ὑπόκειται κοινὴ πρὸς ἅπαντας οὖσα. Ψυχὴ γὰρ ψυχῆς οὐδὲν διαφέρει, καθὸ ψυχὴ, ἀλλ᾽ ἡ προαίρεσις δείκνυσι τὴν διαφοράν.

Ὥσπερ γὰρ σῶμα σώματος, καθό ἐστι σῶμα, οὐδὲν διενήνοχεν, ἀλλ᾽ ὅμοιόν ἐστι καὶ τὸ τοῦ Παύλου καὶ τῶν πολλῶν, οἱ δὲ κίνδυνοι φαιδρότερον ἐργάζονται τοῦτο ἐκείνου· οὕτω δὴ καὶ ἐπὶ ψυχῆς. Ὑποκείσθω τοίνυν ὁ πίναξ ἡμῖν ἡ ψυχὴ Παύλου. Οὗτος ὁ πίναξ ἔκειτο πρώην ἠσβολωμένος, ἀραχνίων γέμων· οὐδὲν γὰρ βλασφημίας χεῖρον. Ἐπειδὴ δὲ ἦλθεν ὁ πάντα μετασκευάζων, καὶ εἶδεν οὐ παρὰ ῥᾳθυμίαν καὶ βλακείαν οὕτω διαγραφέντα, ἀλλὰ παρὰ ἀπειρίαν, καὶ τὸ μὴ ἔχειν τὰ ἄνθη τῆς εὐσεβείας (ζῆλον μὲν γὰρ εἶχε, τὰ δὲ χρώματα οὐ παρῆν· οὐ γὰρ κατ᾽ ἐπίγνωσιν τὸν ζῆλον εἶχε)· δίδωσιν αὐτῷ τῆς ἀληθείας τὸ ἄνθος, τουτέστι, τὴν χάριν· καὶ ἀθρόον βασιλικὴν ἀπέδειξε τὴν εἰκόνα. Λαβὼν γὰρ τὰ χρώματα, καὶ μαθὼν ἅπερ ἠγνόει, οὐκ ἀνέμεινε χρόνον, ἀλλ᾽ εὐθέως ἐφάνη τεχνίτης ἄριστος. Καὶ πρῶτον δείκνυσι τὴν κεφαλὴν βασιλικὴν, τὸν Χριστὸν κηρύττων· εἶτα καὶ τὸ λοιπὸν σῶμα, τὸ τῆς πολιτείας τῆς ἀκριβοῦς Οἱ μὲν οὖν ζωγράφοι κατακλείσαντες ἑαυτοὺς, μετὰ πολλῆς τῆς ἀκριβείας καὶ ἡσυχίας ἅπαντα πράττουσιν, οὐδενὶ τὰς θύρας παρανοίγοντες· οὗτος δὲ ἐν μέσῳ τῆς οἰκουμένης τὸν πίνακα προθεὶς, πάντων ἐναντιουμένων, θορυβούντων, ταραττόντων, οὕτω; εἰργάζετο τὴν βασιλικὴν ταύτην εἰκόνα, καὶ οὐκ ἐκωλύετο.

Διὸ καὶ ἔλεγε· Θέατρον ἐγενήθημεν τῷ κόσμῳ, ἐν μέσῳ γῆς καὶ θαλάσσης, καὶ τοῦ οὐρανοῦ καὶ τῆς οἰκουμένης ἁπάσης, καὶ τοῦ κόσμου τοῦ τε αἰσθητοῦ τοῦ τε νοητοῦ, τὴν εἰκόνα ζωγραφῶν. Βούλεσθε καὶ τὰ λοιπὰ μέρη ταύτης ἰδεῖν, τὰ ἀπὸ τῆς κεφαλῆς κάτω; ἢ βούλεσθε κάτωθεν τὸν λόγον ἀναγάγωμεν;

Θέα τοίνυν ἀνδριάντα χρυσοῦν, μᾶλλον δὲ καὶ τούτου τιμιώτερον, καὶ οἷον ἐν οὐρανῷ ἑστάναι εἰκὸς, οὐ μολίβδῳ προσδεδεμένον, οὐδὲ ἑνὶ ἱδρυμένον χωρίῳ, ἀλλ᾽ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ τρέχοντα, καὶ εἰς Ἱσπανίαν ἀπιόντα, καὶ πανταχοῦ τῆς οἰκουμένης καθάπερ ὑπόπτερον φερόμενον.

Τί γὰρ τῶν ποδῶν τούτων ὡραιότερον γένοιτ᾽ ἂν, τῶν ἅπασαν ἐπελθόντων τὴν ὑφ᾽ ἡλίῳ κειμένην γῆν; Ταύτην τὴν ὡραιότητα καὶ ὁ προφήτης ἄνωθεν κηρύττει λέγων· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην! Εἶδες πῶς καλοὶ οἱ πόδες; Θέλεις καὶ τὸ στῆθος ἰδεῖν; Δεῦρό σοι δείξω καὶ τοῦτο, καὶ πολλῷ λαμπρότερον ὄψει τῶν ποδῶν τούτων τῶν ὡραίων, καὶ αὐτῶν τῶν τοῦ παλαιοῦ νομοθέτου στέρνων.

Μωϋσῆς μὲν γὰρ πλάκας ἐβάσταζε λιθίνας· οὗτος δὲ αὐτὸν ἔνδοθεν εἶχε τὸν Χριστὸν, αὐτὴν τὴν βασιλικὴν ἔφερεν εἰκόνα καὶ τοῦ ἱλαστηρίου· διὰ τοῦτο καὶ τῶν Χερουβὶμ σεμνότερος ἦν. Οὐ γὰρ τοιαύτη ἐφέρετο ἐκεῖθεν φωνὴ, οἵα ἐντεῦθεν, ἀλλ᾽ ἐκεῖθεν μὲν τὰ πλείονα περὶ αἰσθητῶν διελέγετο, ἀπὸ δὲ τῆς Παύλου γλώττης περὶ τῶν ὑπὲρ τοὺς οὐρανοὺς πραγμάτων· καὶ ἀπὸ μὲν τοῦ ἱλαστηρίου Ἰουδαίοις ἐχρημάτιζε μόνοις, ἐντεῦθεν δὲ τῇ οἰκουμένῃ πάσῃ· κἀκεῖ μὲν διὰ ἀψύχων, ἐνταῦθα δὲ διὰ ψυχῆς ἐναρέτου.

δʹ. Τοῦτο καὶ οὐρανοῦ λαμπρότερον ἦν τὸ ἱλαστήριον, οὐ ποικιλίᾳ ἄστρων καταλαμπόμενον οὐδ᾽ ἀκτῖσιν ἡλιακαῖς, ἀλλ᾽ αὐτὸν τὸν ἥλιον τῆς δικαιοσύνης ἔχον ἐκεῖθεν ἀφιέντα τὰς ἀκτῖνας. Καὶ τοῦτον μὲν τὸν οὐρανὸν νέφος ὑποδραμόν ποτε σκυθρωπότερον ἐργάζεται, τὸ δὲ στῆθος ἐκεῖνο οὐδεὶς ὑπέδραμέ ποτε χειμὼν τοιοῦτος· μᾶλλον δὲ ὑπέδραμον μὲν πολλοὶ πολλάκις χειμῶνες, τὸ δὲ φῶς οὐκ ἐπεσκότισαν, ἀλλ᾽ ἐν μέσῳ τῷ πειρασμῷ καὶ τοῖς κινδύνοις τὸ φῶς ἀπέλαμπε τοῦτο. Διὸ καὶ αὐτὸς ἅλυσιν περικείμενος ἐβόα· Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Οὕτως ἀεὶ διὰ τῆς γλώττης ἐκείνης ἠφίει τὰς ἀκτῖνας· καὶ οὐ φόβος, οὐ κίνδυνος τὸ στῆθος ἐκεῖνο σκυθρωπὸν ἐποίει. Τάχα παρελαύνειν δοκεῖ τὸ στῆθος τοὺς πόδας· ἀλλὰ κἀκεῖνοι ὡς πόδες καλοὶ, καὶ τοῦτο ὡς στῆθος. Βούλει καὶ γαστέρα ἰδεῖν ὡραίαν; Ἄκουσον τί φησι περὶ αὐτῆς· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα. Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει ἢ σκανδαλίζεται ἢ ἀσθενεῖ. Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασι. Τί ταύτης τῆς γαστρὸς γένοιτ᾽ ἂν ὡραιότερον τῆς οὕτω πεπαιδευμένης ἠρεμεῖν, καὶ σωφροσύνην πᾶσαν δεδιδαγμένης, καὶ εἰδυίας καὶ πεινῇν καὶ λιμώττειν καὶ διψῇν;

Καθάπερ γὰρ ἵππος εὔτακτος χρυσῆν ἡνίαν λαβὼν, οὕτω καὶ αὕτη εὔρυθμα ἐβάδιζε τῆς φύσεως τὴν ἀνάγκην νικήσασα· ὁ γὰρ Χριστὸς ἐβάδιζεν ἐν αὐτῇ. Ταύτης δὲ οὕτω σωφρονούσης, εὔδηλον ὅτι καὶ ἡ ἄλλη πᾶσα κακία ἐλύετο. Βούλει καὶ χεῖρας ἰδεῖν τὰς νῦν; ἢ βούλει τὴν προτέραν αὐτῶν πρότερον κακίαν θεάσασθαι;

Εἰσερχόμενος οὗτος εἰς τὰς οἰκίας, ἔσυρε πρώην ἄνδρας καὶ γυναῖκας, οὐχὶ ἀνδρὸς χεῖρας, ἀλλὰ θηρίου τινὸς χαλεποῦ ἔχων. Ἐπειδὴ δὲ τὰ χρώματα τῆς ἀληθείας ἔλαβε καὶ τὴν πνευματικὴν ἐμπειρίαν, οὐκέτι ἀνδρὸς ἐγένοντο αἱ χεῖρες αὗται, ἀλλὰ πνευματικαὶ, καθ᾽ ἑκάστην ἡμέραν δεσμούμεναι ἁλύσεσι· καὶ ἔπληξαν μὲν οὐδένα ποτὲ, ἐπλήγησαν δὲ μυριάκις. ᾘδέσθη ποτὲ καὶ ἔχις ταύτας τὰς χεῖρας· οὐ γὰρ ἦσαν ἀνθρώπου χεῖρες λοιπόν· διὰ τοῦτο οὐδὲ καθήψατο αὐτῶν. Βούλει καὶ τὰ νῶτα ἰδεῖν τοῖς λοιποῖς ἐοικότα μέλεσιν; Ἄκουσον τί φησι καὶ περὶ αὐτῶν· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον ὑπὸ Ἰουδαίων, τρὶς ἐῤῥαπίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Ἀλλ᾽ ἵνα μὴ καὶ ἡμεῖς εἰς βυθὸν ἄπειρον ἐμπεσόντες, πολλὰ περιενεχθῶμεν καθ᾽ ἕκαστον αὐτοῦ τῶν μελῶν ἐπιόντες, δεῦρο ἀποστάντες τοῦ σώματος, ἕτερον κάλλος ἴδωμεν τὸ ἀπὸ τῶν ἱματίων, ὃ καὶ δαίμονες ᾐδέσθησαν· διὸ καὶ αὐτοὶ ἔφευγον, καὶ νοσήματα ἐδραπέτευε. Καὶ ὅπουπερ ἂν ἐφάνη Παῦλος, πάντα ὑπεχώρει καὶ ὑπεξίστατο, καθάπερ τοῦ τῆς οἰκουμένης ἀριστέως παραγενομένου. Καὶ ὥσπερ οἱ πολλὰς λαβόντες ἐν πολέμῳ πληγὰς, κἂν ὅπλον ἴδωσι τοῦ πλήξαντος αὐτοὺς, πεφρίκασιν· οὕτω δὴ καὶ οἱ δαίμονες, σημικίνθια μόνον ὁρῶντες, ἐξίσταντο.

Ποῦ νῦν εἰσιν οἱ πλουτοῦντες, καὶ μέγα φρονοῦντες ἐπὶ χρήμασι; ποῦ οἱ τὰ ἀξιώματα ἑαυτῶν ἀριθμοῦντες, καὶ τὰ ἱμάτια τὰ πολυτελῆ; Πρὸς ταῦτα παραβάλλοντες ἑαυτοὺς, πηλὸν ὄψονται καὶ βόρβορον τὰ ἑαυτῶν ἅπαντα. Καὶ τί λέγω ἱμάτια καὶ χρυσία;

Εἰ γάρ μοι τῆς οἰκουμένης ἔδωκέ τις κρατῆσαι πάσης, τὸν ὄνυχα μόνον Παύλου πάσης ἂν τῆς βασιλείας ἐκείνης ἰσχυρότερον εἶναι ἐνόμισα, πάσης τρυφῆς τὴν πενίαν, πάσης δόξης τὴν ἀδοξίαν, παντὸς πλούτου τὴν γύμνωσιν, πάσης ἀδείας τὸν κολαφισμὸν τῆς ἱερᾶς ἐκείνης κεφαλῆς, παντὸς διαδήματος τοὺς λίθους οὓς ἐδέξατο. Τοῦτον ποθήσωμεν τὸν στέφανον, ἀγαπητοί· καὶ εἰ μὴ διωγμός ἐστι, τέως παρασκευάσωμεν ἑαυτούς. Οὐδὲ γὰρ οὗτος ἀπὸ διωγμῶν μόνων ἦν λαμπρὸς ὁ ἀνήρ· καὶ γὰρ ἔλεγεν· Ὑποπιέζω μου τὸ σῶμα· τοῦτο δὲ καὶ χωρὶς διωγμοῦ δυνατὸν κατορθοῦν.

Καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι παρῄνει εἰς ἐπιθυμίας· καὶ πάλιν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Εἰς ταῦτα γὰρ διωγμῶν οὐ χρεία. Καὶ τοὺς εὐπόρους δὲ ἐσωφρόνιζε, λέγων· Οἱ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμόν. Ἐὰν οὖν καὶ ἡμεῖς οὕτως ἑαυτοὺς ἀσκήσωμεν, εἰς τὸν ἀγῶνα εἰσελθόντες στεφανωθησόμεθα, καὶ διωγμοῦ μὴ παρόντος, πολλὰ ὑπὲρ αὐτῶν ληψόμεθα τὰ βραβεῖα· ἐὰν δὲ λιπαίνωμεν τὸ σῶμα καὶ χοίρων βίον ζῶμεν, καὶ ἐν εἰρήνῃ πολλὰ ἁμαρτησόμεθα καὶ αἰσχύνην οἴσομεν. Οὐχ ὁρᾷς πρὸς τίνας ἡμῖν ἡ πάλη; Πρὸς τὰς ἀσωμάτους δυνάμεις.

Πῶς οὖν, σάρκες ὄντες, τούτων περιεσόμεθα; Εἰ γὰρ πρὸς ἀνθρώπους τις παλαίων, δεῖται σωφρόνως ἑστιᾶσθαι, πολλῷ μᾶλλον πρὸς δαίμονας. Ὅταν δὲ μετὰ τῆς πολυσαρκίας καὶ τῷ πλούτῳ ὦμεν προσδεδεμένοι, πόθεν κρατήσομεν τῶν ἀντιπάλων; Δεσμὸς γάρ ἐστιν ὁ πλοῦτος, δεσμὸς χαλεπὸς τοῖς οὐκ εἰδόσιν αὐτῷ χρῆσθαι, τύραννος ὠμὸς καὶ ἀπάνθρωπος, ἐπὶ λύμῃ τῶν δουλευόντων πάντα ἐπιτάττων.

Ἀλλ᾽, ἐὰν θέλωμεν, τὴν πικρὰν ταύτην τυραννίδα ἀπὸ τοῦ θρόνου καταστρέψομεν, καὶ ἡμῖν εἴκειν ποιήσομεν, ἀλλ᾽ οὐκ ἐπιτάττειν. Πῶς οὖν τοῦτο ἔσται; Ὅταν εἰς πάντας τὸν πλοῦτον διανέμωμεν. Ἕως μὲν γὰρ ἂν μόνος ᾖ πρὸς μόνους καθάπερ λῃστής τις ἐν ἐρημίᾳ, πάντα ἐργάζεται τὰ κακά· ὅταν δὲ εἰς μέσον αὐτὸν ἀγάγωμεν, οὐκέτι ἡμῶν κρατήσει, πάντοθεν αὐτὸν πάντων δεσμούντων.

εʹ. Καὶ ταῦτα λέγω, οὐκ ἐπειδὴ ἁμαρτία τὰ χρήματα· τοῖς πτωχοῖς δὲ μὴ διανέμειν αὐτὰ, ἁμαρτία, καὶ κακῶς αὐτοῖς χρῆσθαι. Οὐδὲν γὰρ ὁ Θεὸς κακὸν ἐποίησεν, ἀλλὰ πάντα καλὰ λίαν· ὥστε καὶ τὰ χρήματα καλὰ, ἀλλ᾽ ἐὰν μὴ κρατῇ τῶν κεκτημένων, ἐὰν τὰς πενίας τῶν πλησίον λύῃ. Οὐδὲ γὰρ φῶς ἐκεῖνο καλὸν τὸ μὴ ἀφανίζον σκότος, ἀλλὰ καὶ ἐπιτεῖνον, οὐδὲ πλοῦτον ἂν εἴποιμι τοῦτον τὸν οὐ λύοντα πενίαν, ἀλλ᾽ αὔξοντα πενίαν. Ὁ γὰρ πλουτῶν οὐ ζητεῖ παρ᾽ ἑτέρων λαμβάνειν, ἀλλ᾽ ἑτέροις ἐπικουρεῖν· ὁ δὲ παρ᾽ ἑτέρων ζητῶν λαβεῖν, οὐκέτι πλουτεῖ, ἀλλ᾽ αὐτός ἐστιν ὁ πένης. Ὥστε οὐ τὰ χρήματα κακὸν, ἀλλ᾽ ἡ πενιχρὰ διάνοια, ἡ τὸν πλοῦτον εἰς πενίαν ἄγουσα.

Οὗτοι τῶν διὰ τῶν στενωπῶν ἐπαιτούντων ἀθλιώτεροι, τῶν πήρωσιν ἐχόντων καὶ λελωβημένων τὰ σώματα, τῶν ῥάκια περιβεβλημένων οἱ ἐν τοῖς σηρικοῖς καὶ λαμπροῖς ἱματίοις· οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς τῶν κατὰ τὰ ἄμφοδα βαδιζόντων καὶ εἰς τὰς αὐλὰς εἰσιόντων καὶ κάτωθεν βοώντων καὶ ἐπαιτούντων ἐλεεινότεροι. Οὗτοι μὲν γὰρ τὸν Θεὸν ἀνυμνοῦσι, καὶ ἐλέου φθέγγονται ῥήματα καὶ φιλοσοφίας πολλῆς· διὸ καὶ ἐλεοῦμεν αὐτοὺς, καὶ χεῖρα ὀρέγομεν, καὶ οὐδέποτε ἐγκαλοῦμεν. Οἱ δὲ πλουτοῦντες κακῶς, ὠμότητος καὶ ἀπανθρωπίας, ἁρπαγῆς καὶ σατανικῆς ἐπιθυμίας ἐρεύγονται λόγους· διὸ καὶ παρὰ πᾶσίν εἰσι μισητοὶ καὶ καταγέλαστοι. Σκόπει δὲ, τί παρὰ πᾶσιν ἀνθρώποις αἰσχρὸν εἶναι δοκεῖ, τὸ παρὰ τῶν πλουτούντων αἰτεῖν, ἢ τὸ παρὰ τῶν ἀπόρων; Παντί που δῆλον, ὅτι τὸ παρὰ τῶν ἀπόρων. Τοῦτο τοίνυν οἱ πλουτοῦντες ποιοῦσιν· οὐ γὰρ ἂν τολμήσαιεν τοῖς πλουσιωτέροις προσελθεῖν. Οἱ δὲ ἐπαιτοῦντες, παρὰ τῶν εὐπόρων· οὐ γὰρ τὸν ἐπαίτην ὁ ἐπαίτης αἰτήσει, ἀλλὰ τὸν εὔπορον· ὁ δὲ πλούσιος τὸν πένητα σπαράττει.

Πάλιν τί σεμνότερον, εἰπέ μοι, παρὰ ἑκόντων λαβεῖν καὶ χάριν ἐχόντων, ἢ τοὺς οὐ θέλοντας ἀναγκάζειν καὶ ἐνοχλεῖν; Εὔδηλον ὅτι τοὺς μὴ βουλομένους μὴ ἐνοχλεῖν. Ἀλλὰ καὶ τοῦτο οἱ πλουτοῦντες ποιοῦσιν. Οἱ μὲν γὰρ πένητες παρ᾽ ἑκόντων λαμβάνουσι καὶ χάριν εἰδότων, οἱ δὲ πλουτοῦντες παρὰ ἀκόντων καὶ μὴ βουλομένων, ὃ μείζονός ἐστι πενίας ἀπόδειξις. Εἰ γὰρ οὐδὲ ἐπ᾽ ἄριστον ἕλοιτό τις ἀπελθεῖν, εἰ μὴ χάριν ὁ καλῶν εἰδείη τῷ καλουμένῳ, πῶς χρήματα λαβεῖν μετ᾽ ἀνάγκης καλόν; Τοὺς κύνας οὐ διὰ τοῦτο ἀποστρεφόμεθα καὶ φεύγομεν τοὺς ὑλακτοῦντας, ὅτι τῇ πολλῇ προσεδρίᾳ ἡμᾶς ἐκβιάζονται; Τοῦτο καὶ οἱ πλούσιοι ποιοῦσιν. Ἀλλὰ τὸν φόβον προσεῖναι τῇ δόσει σεμνότερον. Τοῦτο μὲν οὖν πάντων αἰσχρότερον· ὁ γὰρ πάντα κινῶν ὑπὲρ τοῦ λαβεῖν, τίνος οὐκ ἂν εἴη καταγελαστότερος; Καὶ γὰρ τοὺς κύνας πολλάκις φοβηθέντες, προηκάμεθα ἅπερ κατείχομεν. Τί πάλιν αἰσχρότερον, εἰπέ μοι, ῥάκια περιβεβλημένον αἰτεῖν, ἢ σηρικὰ φοροῦντα;

Ὅταν μὲν γὰρ πλουτῶν τις γέροντας θεραπεύῃ πένητας, ὥστε τὰ ἐκείνων λαβεῖν, καὶ ταῦτα παίδων ὄντων, τίνος ἔσται συγγνώμης ἄξιος; Εἰ δὲ βούλεσθε, καὶ τὰ ῥήματα αὐτὰ ἐξετάσωμεν, τίνα μὲν οἱ πλουτοῦντες ἐπαιτοῦντες λέγουσι, τίνα δὲ οἱ πένητες. Τί οὖν ὁ πένης φησίν; Ὅτι ὁ διδοὺς ἐλεημοσύνην οὐ μετριάσει ποτὲ, ὅτι ἀπὸ τῶν τοῦ Θεοῦ δίδωσιν, ὅτι ὁ Θεὸς φιλάνθρωπος καὶ μείζονα ἀντιδίδωσιν· ἅπερ ἅπαντα φιλοσοφίας ἐστὶ ῥήματα καὶ παραινέσεως καὶ συμβουλῆς. Ἀξιοῖ σε γὰρ πρὸς τὸν Δεσπότην ἰδεῖν, καὶ τὸν φόβον ἐξαίρει σου τῆς μελλούσης πενίας· καὶ πολλὴν ἄν τις ἴδοι διδασκαλίαν ἐν τοῖς τῶν ἐπαιτούντων ῥήμασι. Τὰ δὲ τῶν πλουτούντων ὁποῖα;

Χοίρων καὶ κυνῶν καὶ λύκων καὶ τῶν ἄλλων θηρίων. Οἱ μὲν γὰρ αὐτῶν περὶ τραπεζῶν καὶ ὄψων καὶ καρυκευμάτων καὶ οἴνου παντοδαποῦ καὶ μύρων καὶ ἱματίων καὶ τῆς ἄλλης διαπαντὸς διαλέγονται ἀσωτίας· οἱ δὲ περὶ τόκων καὶ δανεισμάτων, καὶ γραμματεῖα πλάττοντες καὶ χρεῶν ὄγκον ἀφόρητον ἐπαιωροῦντες, ὡς ἐκ πατέρων ἢ πάππων ἀρχὴν εἰληφότα, τοῦ μὲν τὴν οἰκίαν, τοῦ δὲ τὸν ἀγρὸν, τοῦ δὲ ἀνδράποδον ἀφαιροῦνται καὶ τὰ ὄντα ἅπαντα. Τί ἄν τις εἴποι τὰς διαθήκας, τὰς ἀντὶ μέλανος αἵματι γεγραμμένας; Ἢ γὰρ κίνδυνον ἀφόρητον περιστήσαντες, ἢ μικραῖς τισι καταγοητεύσαντες ὑποσχέσεσιν, οὓς ἂν ἴδωσιν ὀλίγα τινὰ κεκτημένους, ἔπεισαν τοὺς μὲν προσήκοντας ἅπαντας καὶ πενίᾳ πολλάκις ἀπολλυμένους παραδραμεῖν, αὐτοὺς δὲ ἀντ᾽ ἐκείνων ἐγγράψαι. Ταῦτ᾽ οὖν ποίων θηρίων οὐκ ἀποκρύπτει μανίαν καὶ ἀγριότητα; Διὸ, παρακαλῶ, πάντα τὸν τοιοῦτον πλοῦτον φύγωμεν, τὸν αἰσχρὸν καὶ φόνων γέμοντα· καὶ κτησώμεθα τὸν πνευματικὸν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς θησαυροὺς ἐπιζητήσωμεν. Οἱ γὰρ τούτους ἔχοντες, ἐκεῖνοι οἱ πλούσιοι, ἐκεῖνοι οἱ εὔποροι, καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ πάντων ἀπολαύοντες.

Ὁ γὰρ βουλόμενος πένεσθαι κατὰ τὸν τοῦ Θεοῦ λόγον, τὰς πάντων οἰκίας ἀνεῳγμένας ἔχει. Τῷ γὰρ οὐδὲν κεκτημένῳ διὰ τὸν Θεὸν, ἕκαστος ἂν εἰσενέγκοι τὰ ἑαυτοῦ· ὁ δὲ μικρὰ μετὰ ἀδικίας βουλόμενος ἔχειν, τὰς ἁπάντων ἀπέκλεισε θύρας. Ἵνα τοίνυν καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἀγαθῶν ἐπιτύχωμεν, ἑλώμεθα τὸν πλοῦτον τὸν ἀκίνητον, τὴν ἀθάνατον εὐπορίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΙΔʹ. Διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ. αʹ. Σκόπει μοι κἀνταῦθα τὴν γενναίαν ψυχὴν, τὴν πυρὸς θερμοτέραν καὶ γοργοτέραν. Ἐβούλετο μὲν γὰρ αὐτὸς παραγενέσθαι μάλιστα νοσοῦσιν οὕτω καὶ στασιάζουσι Κορινθίοις. Καὶ γὰρ ᾔδει σαφῶς ἡλίκα τε ὠφέλει τοὺς μαθητὰς ἡ παρουσία αὐτοῦ, καὶ ἡλίκα ἔβλαπτεν ἡ ἀπουσία. Καὶ τὸ μὲν ἐδήλωσεν ἐν τῇ πρὸς Φιλιππησίους, εἰπών· Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ καὶ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· τὸ δὲ δείκνυσιν ἐν τῇ Ἐπιστολῇ ταύτῃ. λέγων· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες, ἐλεύσομαι δέ.

Ἠπείγετο μὲν οὖν καὶ ἐπεθύμει παραγενέσθαι αὐτός· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἐνῆν, τῇ ἐπαγγελίᾳ τῆς παρουσίας αὐτοὺς διορθοῦται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῇ τοῦ μαθητοῦ ἀποστολῇ. Διὰ τοῦτο γὰρ, φησὶν, ἔπεμψα ὑμῖν Τιμόθεον. Διὰ τοῦτο· ποῖον; Ἐπειδὴ ὡς παίδων κήδομαι, καὶ ὡς γεγεννηκώς.

Καὶ μετὰ τῆς συστάσεως τοῦ προσώπου, ἡ Ἐπιστολή· Ὅς ἐστί μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ. Τοῦτο δὲ εἶπε, τήν τε αὐτοῦ ἀγάπην ἐμφαίνων, κἀκείνους παρασκευάζων αἰδεσίμως αὐτὸν ἰδεῖν. Καὶ οὐχ ἁπλῶς πιστὸν, ἀλλ᾽ Ἐν Κυρίῳ, τουτέστιν, ἐν τοῖς κατὰ Κύριον πράγμασιν. Εἰ δὲ τὸ ἐν τοῖς βιωτικοῖς εἶναί τινα πιστὸν, ἐγκώμιον, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. Εἰ τοίνυν ἀγαπητὸν αὐτοῦ τέκνον, ἐννόησον πόση τοῦ Παύλου ἡ ἀγάπη, ὅτι εἵλετο αὐτοῦ χωρισθῆναι διὰ Κορινθίους. Εἰ δὲ καὶ πιστὸν, ἀλήπτως διακονήσει τοῖς πράγμασιν. Ὃς ὑμᾶς ἀναμνήσει. Οὐκ εἶπε, Διδάξει, ἵνα μὴ δυσανασχετῶσιν, ὡς παρ᾽ αὐτοῦ μανθάνοντες. Διὰ τοῦτο καὶ πρὸς τῷ τέλει φησί· Τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, καθὼς καὶ ἐγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ.

Οὐδεὶς γὰρ ἦν ἐν ἀποστόλοις φθόνος, ἀλλὰ πρὸς ἓν ἑώρων, τῆς Ἐκκλησίας τὴν οἰκοδομήν· καὶ εἰ ἐλάττων ἦν ὁ ἐργαζόμενος, συνεκρότουν αὐτὸν μετὰ σπουδῆς ἁπάσης. Διὰ τοῦτο οὐδὲ ἠρκέσθη τῷ εἰπεῖν, Ἀναμνήσει, ἀλλ᾽ ἐπὶ πλέον ἄγει τὸν λόγον, ὑποτέμνεσθαι βουλόμενος αὐτῶν τὸν φθόνον (καὶ γὰρ ἦν νέος ὁ Τιμόθεος)· διὸ ἐπήγαγε· Τὰς ὁδούς μου. Οὐ τὰς αὐτοῦ, ἀλλὰ τὰς ἐμὰς, τουτέστι, τὰς οἰκονομίας, τοὺς κινδύνους, τὰ ἔθη, τοὺς νόμους, τοὺς θεσμοὺς, τοὺς κανόνας τοὺς ἀποστολικοὺς, τὰ ἄλλα πάντα.

Ἐπειδὴ γὰρ εἶπε, Γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν, καὶ ταῦτα, φησὶ, πάντα ὑμᾶς ἀναμνήσει καὶ τοὺς νόμους τοὺς τοῦ Χριστοῦ, ὥστε τὰς αἱρέσεις ἀνελεῖν. Εἶτα ἀνωτέρω τὸν λόγον ἀναγαγὼν ἐπήγαγε· Τὰ ἐν Χριστῷ· πάντα, ὡς εἴωθεν, ἀνατιθεὶς τῷ Δεσπότῃ, καὶ τὸ ἀξιόπιστον τῶν ἑξῆς ἐντεῦθεν κατασκευάζων· διὸ καὶ ἐπάγει· Καθὼς πανταχοῦ ἐν πάσῃ Ἐκκλησίᾳ διδάσκω. Οὐδὲν πρὸς ὑμᾶς καινὸν εἶπον· ταῦτά μοι συνίσασι καὶ αἱ λοιπαὶ Ἐκκλησίαι πᾶσαι. Ὁδοὺς δὲ αὐτὰς ἐν Χριστῷ φησι, δεικνὺς ὅτι οὐδὲν ἔχουσιν ἀνθρώπινον, καὶ ὅτι μετὰ τῆς ἐκεῖθεν βοηθείας τὰ πάντα κατορθοῖ.

Εἰπὼν δὲ ταῦτα καὶ θεραπεύσας ἐκείνους, καὶ μέλλων ἐμβάλλειν εἰς τὴν κατηγορίαν τοῦ πεπορνευκότος, πάλιν θυμοῦ γέμοντας λόγους ἀφίησιν, οὐκ αὐτὸς ταῦτα πάσχων, ἀλλ᾽ ἐκείνους διορθούμενος· καὶ τὸν πεπορνευκότα ἀφεὶς, τοῖς ἄλλοις διαλέγεται, οὐκ ἀξιῶν ἐκεῖνον οὔτε τῶν παρ᾽ αὐτοῦ λόγων· ὅπερ ἐπὶ τῶν οἰκετῶν τῶν σφόδρα προσκεκρουκότων ποιοῦμεν. Καὶ ἐπειδὴ εἶπεν, ὅτι Τιμόθεον πέμπω, ἵνα μὴ τούτῳ ῥᾳθυμότεροι γένωνται, ὅρα τί φησιν· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες. Ἐνταῦθα γὰρ καὶ ἐκείνων καθάπτεται καὶ ἑτέρων τινῶν, κατασείων αὐτῶν τὸ φρόνημα. Φιλαρχίας γὰρ τὸ ἔγκλημα, τῇ ἐρημίᾳ τοῦ διδασκάλου εἰς ἀπόνοιαν κεχρῆσθαι.

Ὅταν μὲν οὖν πρὸς τοὺς πολλοὺς διαλέγηται, σκόπει πῶς ἐντρεπτικῶς αὐτὸ ποιεῖ· ὅταν δὲ πρὸς τοὺς αἰτίους, καταφορικώτερον. Ἐκείνοις μὲν γὰρ λέγει, Πάντων περίψημα, καὶ θεραπεύων αὐτούς φησιν· Οὐκ ἐντρέπων ὑμᾶς, γράφω ταῦτα· τούτοις δὲ, Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες, δεικνὺς ὅτι παιδικῆς διανοίας ἡ ἀπόνοια· καὶ γὰρ οἱ παῖδες τῇ ἀπουσίᾳ τοῦ διδασκάλου ῥᾳθυμότεροι γίνονται. Τοῦτο δὲ οὖν ἐνδείκνυται, καὶ ὅτι ἀρκεῖ πρὸς διόρθωσιν ἡ παρουσία.

βʹ. Καθάπερ γὰρ λέοντος παρουσία ἅπαντα ποιεῖ κατεπτηχέναι τὰ ζῶα· οὕτω καὶ ἡ Παύλου τοὺς διαφθείραντας τὴν Ἐκκλησίαν. Διὸ καὶ ἐπάγει· Ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος θελήσῃ. Ἀλλὰ τὸ μὲν τοῦτο εἰπεῖν μόνον, ἐδόκει ἀπειλῆς εἶναι· τὸ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν καὶ αὐτὸν ἐπαγγείλασθαι, κἀκείνους ἀπαιτεῖν, τοῦτο ἦν μεγαλόφρονος διανοίας. Διόπερ καὶ προσέθηκε τοῦτο, εἰπών· Καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν. Οὐδὲ γὰρ ἀπὸ κατορθωμάτων οἰκείων, ἀλλ᾽ ἀπὸ τῆς τοῦ διδασκάλου ἀπουσίας ἡ ἀπόνοια ἦν· ὅπερ καὶ αὐτὸ γνώμης ἦν καταφρονητικῆς. Διὰ τοῦτο εἰπὼν, Ἔπεμψα Τιμόθεον, οὐκ εὐθέως εἶπεν, Ἐλεύσομαι, ἀλλὰ πρότερον αὐτῶν κατηγορήσας, ὅτι ἐφυσιώθησαν, τότε φησίν· Ἐλεύσομαι. Εἰ μὲν γὰρ πρὸ τῆς κατηγορίας αὐτὸ τέθεικεν, ἀπολογία μᾶλλον ἐγένετο αὐτοῦ ὡς οὐκ ἀπολειφθέντος, καὶ οὐκ ἀπειλὴ, καὶ οὐδὲ οὗτος πιστὸς ὁ λόγος ἦν· νυνὶ δὲ μετὰ τὴν κατηγορίαν θεὶς, καὶ ἀξιόπιστον αὐτὸν καὶ φοβερὸν ἐποίησε. Καὶ ὅρα αὐτοῦ τὸ βέβαιον καὶ ἀσφαλές. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐλεύσομαι, ἀλλ᾽, Ἐὰν ὁ Κύριος θελήσῃ· καὶ οὐ τίθησι χρόνον ὡρισμένον. Ἐπειδὴ γὰρ συνέβαινεν αὐτὸν βραδέως παραγενέσθαι, τῇ ἀδηλίᾳ βούλεται αὐτοὺς ἐναγωνίους ποιῆσαι. Καὶ ἵνα μὴ διὰ τοῦτο πάλιν ἀναπέσωσι, προσέθηκε· Ταχέως. Καὶ γνώσομαι, οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.

Οὐκ εἶπεν, ὅτι Γνώσομαι τὴν σοφίαν, οὐδὲ τὰ σημεῖα, ἀλλὰ τί; Οὐ τὸν λόγον· κἀκεῖνο τῷ ὀνόματι καταφέρων, καὶ τοῦτο ἐπαίρων. Καὶ τέως πρὸς τοὺς ἄλλους ἀποτείνεται τοὺς συγκροτοῦντας τὸν πεπορνευκότα. Εἰ γὰρ πρὸς ἐκεῖνον ἔλεγεν, οὐκ ἂν εἶπε τὴν δύναμιν, ἀλλὰ τὰ ἔργα, ἅπερ ἦν αὐτῷ διεφθαρμένα.

Καὶ διὰ τί οὐ ζητεῖς τὸν λόγον; Οὐκ ἐπειδὴ ἀπορῶ λόγου, ἀλλ᾽ ἐπειδὴ ἐν δυνάμει τὰ ἡμέτερα. Καθάπερ οὖν ἐν πολέμῳ οὐ τῶν πολλὰ φθεγγομένων τὸ κατορθοῦν, ἀλλὰ τῶν πολλὰ ἐργαζομένων· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τῶν λαλούντων, ἀλλὰ τῶν ποιούντων ἡ νίκη. Μέγα φρονεῖς ἐπὶ εὐγλωττίᾳ, φησίν· ἀλλ᾽ εἰ μὲν ῥητόρων ὁ ἀγὼν καὶ ὁ καιρὸς, καλῶς ἐντεῦθεν ἐφρόνεις· εἰ δὲ ἀποστόλων ἀλήθειαν καταγγελλόντων, καὶ σημείοις ταύτην βεβαιούντων, τί πεφύσησαι ἐπὶ πράγματι περιττῷ καὶ οὐδὲν ὄντι, οὐδὲ εἰς τὰ παρόντα τι συντελέσαι δυναμένῳ; Τί γὰρ λόγων ἐπίδειξις δύναιτ᾽ ἂν πρὸς τὸ νεκρὸν ἀναστῆσαι, ἢ δαίμονας ἐλάσαι, ἢ ἄλλην τινὰ τοιαύτην ἐργάσασθαι θαυματουργίαν; Τούτων δὲ χρεία νῦν, καὶ διὰ τούτων τὰ ἡμέτερα συνίσταται. Διὸ καὶ ἐπήγαγεν· Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ᾽ ἐν δυνάμει.

Διὰ σημείων, φησὶν, οὐ δι᾽ εὐγλωττίας ἐκρατήσαμεν, καὶ τοῦ θείαν εἶναι τὴν διδασκαλίαν ἡμῶν, καὶ βασιλείαν καταγγέλλειν οὐρανῶν, μεγίστην ἀπόδειξιν παρεχόμενοι τὰ σημεῖα, ἅπερ ποιοῦμεν τῇ δυνάμει τοῦ Πνεύματος. Εἰ τοίνυν μεγάλοι τινὲς εἶναι βούλονται οἱ πεφυσιωμένοι νῦν, ἐπειδὰν παραγένωμαι, δειξάτωσαν, εἴ τινα δύναμιν τοιαύτην ἔχουσι· καὶ μή μοι ῥημάτων προβαλλέσθωσαν κόμπους· οὐδὲν γὰρ ἐκείνη πρὸς ἡμᾶς ἡ τέχνη. Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραότητος;

Πολὺ καὶ τὸ φοβερὸν ἔχει καὶ τὸ προσηνὲς ὁ λόγος οὗτος. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Γνώσομαι, ἔτι ὑπεσταλμένου ἦν· τὸ δὲ εἰπεῖν, Τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς; ἐπὶ τὸν διδασκαλικὸν λοιπὸν ἀναβαίνοντος θρόνον κἀκεῖθεν αὐτοῖς διαλεγομένου, καὶ τὴν ἐξουσίαν ἀναλαβόντος πᾶσαν. Τί ἐστιν, Ἐν ῥάβδῳ;

Ἐν κολάσει, ἐν τιμωρίᾳ, τουτέστιν, Ἀνελῶ, πηρώσω· ὅπερ ἐπὶ τῆς Σαπφείρας ὁ Πέτρος ἐποίησεν ὅπερ αὐτὸς ἐπὶ Ἐλύμα τοῦ μάγου. Οὐκέτι γὰρ λοιπὸν ὡς παρεξετάζων ἐκείνοις ἑαυτὸν λέγει, ἀλλ᾽ αὐθεντικῶς. Καὶ ἐν τῇ δευτέρᾳ δὲ Ἐπιστολῇ τὸ αὐτὸ τοῦτο φαίνεται λέγων, ὅταν λέγῃ· Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Ἐν ῥάβδῳ ἔλθω, ἢ ἐν ἀγάπῃ; τί γὰρ, ἐν ῥάβδῳ ἐλθεῖν, οὐκ ἦν ἀγάπης; Ἀγάπης μὲν ἦν· ἀλλ᾽ ἐπειδὴ σφόδρα ἀγαπῶν ἀναδύεται πρὸς τιμωρίαν, διὰ τοῦτο οὕτω φησίν. Ὅτε μὲν οὖν περὶ τιμωρίας ἔλεγεν, οὐκ εἶπε, Πνεύματί τε πραότητος, ἀλλὰ Ῥάβδῳ. Καίτοι κἀκεῖνο Πνεύματι ἐγίνετο· ἔστι γὰρ πνεῦμα πραότητος, καὶ πνεῦμα αὐστηρότητος· ἀλλ᾽ οὐ βούλεται οὕτως αὐτὸ καλεῖν, ἀλλ᾽ ἀπὸ τῶν χρηστοτέρων. Διὰ τοῦτο καὶ ὁ Θεὸς καίτοι γε τιμωρούμενος, ὅτι μὲν ἐλεήμων ἐστὶ καὶ μακρόθυμος καὶ πλούσιος ἐν ἐλέει καὶ οἰκτιρμοῖς, πολλαχοῦ λέγεται· ὅτι δὲ κολαστικὸς, ἅπαξ που καὶ δεύτερον καὶ σπανιάκις, καὶ ταῦτα τῆς αἰτίας κατεπειγούσης. Καὶ σκόπει σοφίαν Παύλου. Τὴν ἐξουσίαν αὐτὸς ἔχων, καὶ τούτου κἀκείνου ἑτέρους ποιεῖ κυρίους λέγων, Τί θέλετε; ἐν ὑμῖν τὸ πρᾶγμα κεῖται. Καὶ γὰρ ἡμεῖς ἐσμεν καὶ τούτου κἀκείνου κύριοι, καὶ τοῦ εἰς γέενναν ἐμπεσεῖν, καὶ τοῦ βασιλείας ἐπιτυχεῖν· ἐπειδὴ ὁ Θεὸς οὕτως ἠθέλησεν.

Ἰδοὺ γὰρ, φησὶ, πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου· καὶ, Ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. γʹ. Ἀλλ᾽ ἴσως ἐρεῖ τις, ὅτι Θέλω. Καὶ οὐδεὶς οὕτως ἀνόητος, ὥστε μὴ θέλειν· ἀλλ᾽ οὐκ ἀρκεῖ μοι τὸ θέλειν.

Καὶ μὴν ἀρκεῖ, ἐὰν ὡς χρὴ θέλῃς, καὶ τὰ τοῦ θέλοντος ποιῇς· νυνὶ δὲ οὐ σφόδρα θέλεις. Καὶ τοῦτο ἐπὶ τῶν ἄλλων γυμνάσωμεν, εἰ δοκεῖ. Εἰπὲ γάρ μοι, ὁ βουλόμενος γυναῖκα ἀγαγέσθαι, ἀρκεῖται τῷ θέλειν; Οὐδαμῶς, ἀλλὰ καὶ προμνηστρίας ἐπιζητεῖ, καὶ φίλους ἀξιοῖ συναγρυπνῆσαι, καὶ χρήματα συνάγει.

Πάλιν ὁ ἔμπορος οὐκ οἴκοι καθήμενος ἀρκεῖται τῷ θελῆσαι, ἀλλὰ καὶ πλοῖον μισθοῦται, καὶ ναύτας καὶ κωπηλάτας καταλέγει, καὶ ἀργύριον δανείζεται, καὶ χώραν περιεργάζεται καὶ ὠνίων τιμάς. Πῶς οὖν οὐκ ἄτοπον εἰς μὲν τὰ τῆς γῆς τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, τὸν δὲ οὐρανὸν ἐμπορεύεσθαι μέλλοντας τῷ θέλειν ἀρκεῖσθαι μόνον; μᾶλλον δὲ μηδὲ τοῦτο μετὰ τῆς προσηκούσης ἐπιδείκνυσθαι σπουδῆς; Ὁ γὰρ θέλων ὡς δεῖ, καὶ τῶν πραγμάτων ἅπτεται τῶν ἐπὶ τοῦτο ἀγόντων ὃ θέλει Καὶ γὰρ ἐπειδὰν τὸ πεινῆσαι καταναγκάζῃ τραφῆναι, οὐ περιμένεις αὐτόματα τὰ σιτία πρὸς σὲ ἐλθεῖν, ἀλλὰ πάντα ποιεῖς ὑπὲρ τοῦ τὴν τροφὴν συναγαγεῖν· καὶ ἐπὶ τοῦ διψῇν καὶ ἐπὶ τοῦ ῥιγοῦν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὁμοίως ἐνεργὸς εἶ καὶ παρατεταγμένος πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς βασιλείας ποίει, καὶ πάντως αὐτῆς ἐπιτεύξῃ. Διὰ τοῦτο γάρ σε αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ ὕστερον ἐγκαλῇς τῷ Θεῷ ὡς ἀνάγκῃ δεθείς. Σὺ δὲ ὑπὲρ ὧν τιμῆς ἀπέλαυσας, ὑπὲρ τούτων ἀγανακτεῖς; Καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων· Διὰ τί γάρ με κύριον ἐποίησεν ἀρετῆς;

Ἀλλὰ πῶς ἔδει κοιμώμενον καὶ νυστάζοντα καὶ τῆς κακίας ἐφιέμενον καὶ τρυφῶντα καὶ γαστριζόμενον ἐπὶ τὸν οὐρανὸν ἀναγαγεῖν; Ἀλλ᾽ οὐκ ἂν ἀπέστης κακίας. Εἰ γὰρ νῦν, ἀπειλῆς κειμένης, οὐδὲ οὕτως ἀφίστασαι τῆς πονηρίας· εἰ καὶ τὸν οὐρανόν σοι προσέθηκεν ἔπαθλον, πότε ἂν ἐπαύσω γενόμενος ῥᾳθυμότερος καὶ χείρων πολλῷ; Οὐδὲ γὰρ ἐκεῖνο ἕξεις εἰπεῖν, ὅτι Ἔδειξε μὲν τὰ ἀγαθὰ, οὐκ ἐβοήθησε δέ· καὶ γὰρ πολλὴν ὑπισχνεῖταί σοι τὴν συμμαχίαν. Ἀλλ᾽ ἡ μὲν ἀρετὴ, φησὶν, ἐπαχθὴς καὶ φορτικὴ, τῇ δὲ κακίᾳ ἡδονὴ συγκέκραται πολλή· καὶ ἡ μὲν ἔστι πλατεῖα καὶ εὐρύχωρος, ἡ δὲ στενὴ καὶ τεθλιμμένη. Ἆρα διόλου, εἰπέ μοι, ἢ ἀπὸ τῆς ἀρχῆς ἀμφότεραι τοιαῦται;

Καὶ γὰρ καὶ ἄκων ὑπὲρ τῆς ἀρετῆς λέγεις ταῦτα ἃ λέγεις· οὕτως ἰσχυρὸν ἡ ἀλήθεια. Καὶ γὰρ εἰ δύο ἦσαν ὁδοὶ, ἡ μὲν ἐπὶ κάμινον, ἡ δὲ ἐπὶ παράδεισον φέρουσα, καὶ ἡ μὲν ἦν πλατεῖα ἡ ἐπὶ τὴν κάμινον, ἡ δὲ στενὴ ἡ ἐπὶ τὸν παράδεισον, ποίαν ἂν εἵλου μᾶλλον ὁδόν; Κἂν γὰρ νῦν φιλονεικῶν ἀντείπῃς, ἀλλὰ τοῖς σφόδρα ὡμολογημένοις, κἂν σφόδρα ἀναισχυντῇς, ἀντειπεῖν οὐ δυνήσῃ. Ὅτι μὲν γὰρ αὕτη μᾶλλόν ἐστιν αἱρετὴ ἡ τὴν ἀρχὴν ἔχουσα χαλεπὴν, ἀλλὰ μὴ τὸ τέλος, ἀπὸ τῶν ἐν χερσὶν ὑμᾶς διδάξαι πειράσομαι. Καὶ, εἰ βούλεσθε, τὰς τέχνας μεταχειρίσωμεν πρῶτον· αὗται γὰρ τὴν μὲν ἀρχὴν πόνου γέμουσαν ἔχουσι, τὸ δὲ τέλος ἐπικερδές. Ἀλλ᾽ οὐδεὶς, φησὶν, ἥψατο τέχνης μὴ τὸν ἀναγκάζοντα ἔχων.

Ἐπειδὰν γὰρ ᾖ κύριος ἑαυτοῦ, φησὶν, ὁ νέος, μᾶλλον αἱρήσεται τρυφᾷν ἐν ἀρχῇ, καὶ πρὸς τῷ τέλει μυρία παθεῖν τὰ κακὰ, ἢ ταλαιπωρεῖσθαι ἐν προοιμίοις, καὶ καρποῦσθαι μετὰ ταῦτα ἐκ τῶν πόνων ἐκείνων. Οὐκοῦν τὸ τοιαῦτα αἱρεῖσθαι, ὀρφανικῆς ἐστι διανοίας καὶ παιδικῆς ῥᾳθυμίας· τὸ δὲ, τὰ ἐναντία, συνέσεως καὶ ἀνδρείας. Οὕτω τοίνυν καὶ ἡμεῖς, εἰ μὴ ἦμεν παῖδες τὸν νοῦν, οὐκ ἂν ἐκείνῳ τῷ ὀρφανῷ καὶ ἀνοήτῳ, ἀλλὰ τῷ πατέρα ἔχοντι ἐξωμοιώθημεν ἄν.

Δεῖ τοίνυν τὴν παιδικὴν ἐκβαλεῖν διάνοιαν, ἀλλὰ μὴ τὰ πράγματα αἰτιᾶσθαι· καὶ τὸν ἡνίοχον ἐπιστῆσαι τῇ συνειδήσει, ὃς οὐκ ἐάσει γαστρίζεσθαι, ἀλλὰ τρέχειν καὶ ἀγωνίζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον, τοὺς μὲν παῖδας μετὰ ταλαιπωρίας ἄγειν τὴν ἀρχὴν ἐπὶ πράγματα προοίμια μὲν ἔχοντα ἐπίμοχθα, τὸ δὲ τέλος χρηστόν· ἡμᾶς δὲ αὐτοὺς ἀπεναντίας ἐπὶ τῶν πνευματικῶν διακεῖσθαι πραγμάτων; καίτοι γε οὐδὲ ἐπὶ τῶν βιωτικῶν πάντως δῆλον ὅτι χρηστὸν ἔσται τὸ τέλος. Καὶ γὰρ ἄωρος θάνατος καὶ πενία καὶ συκοφαντία καὶ μεταβολὴ πραγμάτων, καὶ πολλὰ ἕτερα τοιαῦτα, μετὰ τοὺς πολλοὺς πόνους τῶν καρπῶν ἀποστερηθῆναι ἐποίησε. Κἂν ἐπιτύχωσι δὲ οἱ μετιόντες, οὐδὲν μέγα καρπώσονται· τῷ γὰρ παρόντι βίῳ πάντα συγκαταλύεται ἐκεῖνα. Ἐνταῦθα δὲ οὐδὲ ὑπὲρ τοιούτων τρέχομεν ψυχρῶν καὶ ἐπικήρων, οὔτε δεδοίκαμεν ὑπὲρ τοῦ τέλους, ἀλλὰ καὶ μείζων καὶ ἀσφαλεστέρα ἡ ἐλπὶς μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν. Τίς οὖν ἔσται συγγνώμη; τίς δὲ ἀπολογία μὴ βουλομένοις ἀποδύεσθαι πρὸς τοὺς ὑπὲρ ἀρετῆς πόνους; Ἀλλ᾽ ἐρωτῶσιν ἔτι· Διὰ τί στενὴ ἡ ὁδός; Καὶ εἰς μὲν βασίλεια τὰ ἐπίγεια τῶν πόρνων καὶ τῶν μεθυόντων καὶ τῶν λάγνων οὐκ ἀξιοῖς εἰσιέναι τινά· εἰς δὲ τὸν οὐρανὸν αὐτὸν μετὰ ἀδείας καὶ τρυφῆς καὶ μέθης καὶ πλεονεξίας καὶ κακίας ἁπάσης τοὺς ἀνθρώπους εἰσάγεσθαι ἀξιοῖς; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια;

δʹ. Ἀλλ᾽ οὐ τοῦτο, φησὶ, λέγω, ἀλλὰ διὰ τί μὴ εὐρύχωρος ἦν ἡ ἀρετή. Καὶ μὴν ἐὰν θέλωμεν, καὶ σφόδρα ἐστὶν εὔκολος· Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὸ διορύξαι τοῖχον, καὶ λαβόντα τὰ ἑτέρων ὕστερον εἰς δεσμωτήριον ἐμπεσεῖν, ἢ τοῖς οὖσιν ἀρκούμενον παντὸς ἀπηλλάχθαι φόβου; Καίτοι γε οὐ τὸ πᾶν εἶπον.

Τί γὰρ εὐκολώτερον, εἰπέ μοι, τὰ πάντων ὑφελόμενον καὶ ὀλίγοις ἐντρυφήσαντα χρόνον βραχὺν, στρεβλοῦσθαι καὶ μαστίζεσθαι ἀθάνατα, ἢ ἐν πενίᾳ ζήσαντα δικαίᾳ βραχὺν καιρὸν, διηνεκῶς τρυφᾷν ὕστερον; μήπω γὰρ τί λυσιτελέστερον ἐξετάσωμεν, ἀλλὰ τέως τί εὐκολώτερον.

Τί δὲ ἥδιον, ὄναρ ἰδεῖν χρηστὸν καὶ ἐν ἀληθείᾳ κολάζεσθαι, ἢ χαλεπὸν ὄναρ ἰδόντα ἐν ἀληθείᾳ τρυφᾷν; οὐκ εὔδηλον ὅτι τοῦτο; Πῶς οὖν, εἰπέ μοι, τραχεῖαν καλεῖς τὴν ἀρετήν; Τραχεῖα γάρ ἐστι πρὸς τὴν ὀλιγωρίαν ἐξεταζομένη τὴν ἡμετέραν· ἐπεὶ ὅτι γε ῥᾳδία καὶ εὔκολος, ἄκουσον τί φησιν ὁ Χριστός· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν. Εἰ δὲ οὐκ αἰσθάνῃ τῆς κουφότητος, δῆλον ὅτι προθυμίαν ἐῤῥωμένην οὐκ ἔχεις. Ὥσπερ γὰρ ταύτης οὔσης καὶ τὰ βαρέα κοῦφα, οὕτως οὐκ οὔσης καὶ τὰ κοῦφα βαρέα.

Τί γὰρ, εἰπέ μοι, τῆς τοῦ μάννα τραπέζης ἥδιον καὶ ἀπονώτερον; Ἀλλ᾽ ἐδυσχέραινον οἱ Ἰουδαῖοι τοιαύτης ἀπολαύοντες τρυφῆς. Τί λιμοῦ πικρότερον, καὶ τῶν ἄλλων τῶν ἐπιμόχθων ὧν ὑπέμεινε Παῦλος; Ἀλλ᾽ ἐσκίρτα καὶ ἔχαιρε καὶ ἔλεγε· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου. Τί οὖν τὸ αἴτιον; Ἡ τῆς γνώμης διαφορά. Ἂν τοίνυν ταύτην, οἵαν εἶναι χρὴ, κατασκευάσῃς, ὄψει τὴν εὐκολίαν τῆς ἀρετῆς. Τί οὖν, ἀπὸ τῆς γνώμης τῶν μετιόντων τοιαύτη γίνεται, φησίν;

Οὐκ ἀπὸ τῆς γνώμης μόνον, ἀλλὰ καὶ φύσει τοιαύτη τίς ἐστι. Καὶ γὰρ εἰ μὲν διόλου ἐπίπονος ἦν ἐκείνη, καὶ αὕτη διόλου τὸ ἐναντίον, εἰκότως ἄν τις τῶν ἀναπεπτωκότων εἶπε ταύτην εὐκολωτέραν ἐκείνης· εἰ δὲ ἀρχὴν ἔχουσιν ἡ μὲν χαλεπὴν, ἡ δὲ ἡδεῖαν, τὰ δὲ τέλη πάλιν ἀπεναντίας αὐταῖς, ἄπειρα δὲ τὰ τέλη, τῆς μὲν τὸ ἡδὺ, τῆς δὲ τὸ βαρὺ, ποίαν, εἰπέ μοι, εὐκολώτερον ἑλέσθαι; Τί οὖν οὐχ αἱροῦνται πολλοὶ τὸ εὔκολον; Ὅτι οἱ μὲν ἀπιστοῦσιν, οἱ δὲ καὶ πιστεύοντες, διεφθαρμένην τὴν γνώμην ἔχουσι, καὶ ἕλοιντ᾽ ἂν τὴν πρόσκαιρον ἡδονὴν ἀντὶ τῆς αἰωνίας.

Οὐκοῦν τοῦτο εὔκολον; Οὐκ εὔκολον, ἀλλ᾽ ἀσθενοῦς ψυχῆς τοῦτο. Καὶ καθάπερ οἱ πυρέττοντες, οὐκ ἐπειδὴ ἥδιον τὸ πρὸς βραχὺ τρυφᾷν τοῦ διόλου καίεσθαι, διὰ τοῦτο ψυχροποσίας ἐρῶσιν, ἀλλ᾽ ἐπειδὴ κατασχεῖν οὐκ ἀνέχονται τῆς ἐπιθυμίας τῆς ἀτόπου· οὕτω καὶ οὗτοι· ὡς εἴ γε ἐπὶ τὴν κόλασίν τις αὐτοὺς ἔφερεν ὁμοῦ μετὰ τῆς ἡδονῆς, οὐκ ἄν ποτε ταύτην εἵλοντο.

Εἶδες πῶς οὐκ εὔκολον ἡ κακία; Εἰ δὲ βούλει, καὶ ἐπ᾽ αὐτῶν τῶν πραγμάτων ἐξετάσωμεν τὸ αὐτὸ τοῦτο πάλιν. Τί γὰρ ἥδιον, εἰπέ μοι, καὶ εὐκολώτερον; Ἀλλὰ μὴ πάλιν ἀπὸ τῆς ἐπιθυμίας τῶν πολλῶν τὰ πράγματα κρίνωμεν· οὐδὲ γὰρ ἀπὸ τῶν νοσούντων, ἀλλ᾽ ἀπὸ τῶν ὑγιαινόντων ψηφίζεσθαι χρή.

Οὐδὲ γὰρ, ἂν μυρίους μοι δείξῃς πυρέττοντας καὶ τὰ ἐναντία τῇ ὑγείᾳ ζητοῦντας, καὶ αἱρουμένους μετὰ ταῦτα κολάζεσθαι, ἀποδέξομαι τὴν αἵρεσιν ταύτην. Τί τοίνυν εὐκολώτερον, εἰπέ μοι, ἐφίεσθαι πολλῶν χρημάτων, ἢ μείζονα εἶναι τῆς ἐπιθυμίας ταύτης;

Ἐμοὶ μὲν γὰρ τοῦτο δοκεῖ· εἰ δὲ αὐτὸς ἀπιστεῖς, ἐπ᾽ αὐτὰ τὰ πράγματα τὸν λόγον ἀγάγωμεν. Καὶ ἔστω ὁ μὲν πολλῶν ἐφιέμενος, ὁ δὲ μηδενός· τί τοίνυν κρεῖττον, εἰπέ μοι, καὶ τί σεμνότερον; εʹ. Ἀλλὰ τοῦτο μὲν παρείσθω· τοῦτο γὰρ ὡμολόγηται, ὅτι οὗτος ἐκείνου σεμνότερος· καὶ οὐδὲν περὶ τούτου ζητοῦμεν νῦν, ἀλλὰ τίς εὐκολώτερον ζῇ βίον καὶ ἥδιον. Ὁ μὲν γὰρ φιλάργυρος οὐδὲ τῶν ὄντων ἀπολαύσεται· ὃ γὰρ φιλεῖ, οὐκ ἂν ἕλοιτο δαπανῆσαι, ἀλλ᾽ ἡδέως ἑαυτὸν ἂν κατακόψειε καὶ τὰ σάρκας πρόοιτο, ἢ τὸ χρυσίον· ὁ δὲ καταφρονῶν χρημάτων τοῦτο τέως ἐκέρδανε, τὸ τῶν ὄντων ἀπολαύειν ἁπλῶς καὶ μετὰ ἀδείας πολλῆς, καὶ ἑαυτὸν προτιθέναι ἐκείνων. Τί οὖν ἥδιον, μετὰ ἀδείας ἀπολαύειν τῶν ὄντων, ἢ ὑπὸ δεσπότῃ ζῶντα τῷ πλούτῳ, μηδενὸς τολμᾷν ἅπτεσθαι τῶν ἑαυτοῦ; Ὅμοιον γὰρ εἶναί μοι δοκεῖ, ὥσπερ ἂν εἴ τινες ἄνδρες δύο γυναῖκας ἔχοντες, καὶ σφόδρα αὐτῶν ἐρῶντες, μὴ ὁμοίως αὐταῖς χρῷντο· ἀλλὰ τῷ μὲν ἐξῇ καὶ ἅπτεσθαι καὶ ὁμιλεῖν τῇ γυναικὶ, ἐκείνῳ δὲ μηδὲ ἐγγὺς γενέσθαι. Εἴπω καὶ ἕτερον, τοῦ μὲν τὴν ἡδονὴν, τοῦ δὲ ἀθυμίαν ἐνδεικνύμενος.

Ὁ φιλάργυρος οὐδέποτε στήσεται τῆς ἐπιθυμίας ταύτης, οὐ τῷ μὴ δύνασθαι τὰ πάντων λαβεῖν μόνον, ἀλλὰ καὶ τῷ, ὅσα ἂν περιβάληται, μηδὲν ἡγεῖσθαι ἔχειν· ὁ δὲ χρημάτων καταφρονῶν, περιττὰ πάντα ἡγήσεται, καὶ οὐ κολάσει τὴν ψυχὴν ἀπεράντοις ἐπιθυμίαις. Οὐδὲν γὰρ οὕτως εἰς κολάσεως λόγον ἐστὶν, ὡς ἐπιθυμία ἀπολαύσεως ἐστερημένη, ὃ μάλιστα καὶ τὴν διεστραμμένην δείκνυσι γνώμην.

Σκόπει δέ· ὁ ἐπιθυμῶν χρημάτων καὶ κτησάμενος πλείονα, ὡς οὐδὲν ἔχων διάκειται ὁ τοιοῦτος· ἆρα τῆς νόσου ταύτης πολυπλοκώτερόν τι γένοιτ᾽ ἄν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ᾽ ὅτι καὶ ἔχων, οὐκ ἔχειν δοκεῖ αὐτὰ ἃ κατέχει, καὶ ὡς οὐκ ἔχων κόπτεται· κἂν τὰ πάντων λάβῃ, μᾶλλον ἀνιᾶται· κἂν κτήσηται ἑκατὸν τάλαντα, ὅτι μὴ χίλια ἔλαβεν, ἀλγεῖ κἂν χίλια λάβῃ, ὅτι μὴ μύρια, δάκνεται· κἂν μύρια λάβῃ, ὅτι μὴ δεκάκις τοσαῦτα, κατακόπτεται· καὶ ἡ πλείων κτῆσις αὐτῷ προσθήκη γίνεται πενίας· ὅσῳ γὰρ ἂν λάβῃ πλείονα, τοσούτῳ πλειόνων ἐπιθυμεῖ.

Οὐκοῦν ὅσῳ ἂν πλείονα λάβῃ, τοσούτῳ μᾶλλον γίνεται πένης· ὁ γὰρ πλειόνων ἐπιθυμῶν, μᾶλλον πένης ἐστίν. Ὅταν μὲν οὖν ἑκατὸν ἔχῃ τάλαντα, οὐ σφόδρα πτωχεύει· χιλίων γὰρ ἐπιθυμεῖ· ὅταν χίλια λάβῃ, τότε μᾶλλον γίνεται πένης· οὐκέτι γὰρ χιλίων ὡς πρότερον, ἀλλὰ μυρίων αὐτὸν ἐν χρείᾳ φησὶν εἶναι. Εἰ δὲ τὸ ἐπιθυμεῖν, καὶ μὴ ἐπιτυγχάνειν, ἡδονὴν εἶναι λέγεις, ἀγνοεῖν μοι σφόδρα δοκεῖς τῆς ἡδονῆς τὴν φύσιν. Ὅτι γὰρ οὐχ ἡδονὴ, ἀλλὰ κόλασις τὸ τοιοῦτον, ἐφ᾽ ἕτερον αὐτὸ πάλιν ἀγαγόντες, ἐξετάσωμεν. Ὅταν διψῶμεν, οὐ διὰ τοῦτο ἡδόμεθα πίνοντες, ὅτι τὸ δίψος παύομεν, καὶ διὰ τοῦτο ἡδονὴ τὸ πίνειν, ὅτι μεγάλης ἡμᾶς ἀπαλλάττει βασάνου, τῆς ἐπιθυμίας λέγω τοῦ πίνειν; παντί που δῆλον. Εἰ δὲ μέλλοιμεν ἐν ἐπιθυμίᾳ ἀεὶ διατρίβειν τοιαύτῃ, οὐδὲν ἔλαττον ἕξομεν τοῦ πλουσίου τοῦ ἐπὶ τοῦ Λαζάρου εἰς κολάσεως λόγον· ἐπεὶ καὶ ἐκείνῳ κόλασις τοῦτο ἦν, τὸ ἐπιθυμοῦντα σφοδρῶς σταγόνος μικρᾶς, μὴ ἔχειν τὸν ταύτην παρέχοντα· ὅπερ καὶ οἱ φιλάργυροι πάσχειν μοι δοκοῦσι διηνεκῶς, καὶ κατ᾽ ἐκεῖνον εἶναι τὸν ἀξιοῦντα ταύτης ἀπολαῦσαι, καὶ μὴ ἐπιτυγχάνοντα· μᾶλλον γὰρ αὐτῶν ἡ ψυχὴ τῆς ἐκείνου καίεται. Καὶ καλῶς τις εἶπεν ὑδερικούς τινας εἶναι τοὺς φιλαργύρους.

Καθάπερ γὰρ ἐκεῖνοι πολὺ φέροντες ὕδωρ ἐν τῷ σώματι μᾶλλον ἐκκαίονται· οὕτω καὶ οἱ φιλάργυροι πολλὰ περιφέροντες χρήματα πλειόνων ἐπιθυμοῦσι. Τὸ δὲ αἴτιον, ὅτι οὔτε ἐκεῖνοι ἐν τοῖς προσήκουσι τόποις τὸ ὕδωρ ἔχουσιν, οὐδὲ οὗτοι ἐν τοῖς προσήκουσι λογισμοῖς τὴν ἐπιθυμίαν. Φεύγωμεν οὖν τὴν ξένην ταύτην καὶ κενὴν νόσον, φεύγωμεν τὴν ῥίζαν τῶν κακῶν, φεύγωμεν τὴν παροῦσαν γέενναν· γέεννα γὰρ ἡ τούτων ἐπιθυμία. Ἀνάπτυξον γοῦν τὴν ψυχὴν ἑκάστου, καὶ τοῦ καταφρονοῦντος χρημάτων καὶ τοῦ μὴ καταφρονοῦντος· καὶ ὄψει ὅτι ὁ μὲν τοῖς μαινομένοις ἔοικεν, οὐδὲν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι βουλόμενος· ὁ δὲ λιμένι προσέοικε κυμάτων ἀπηλλαγμένῳ, καὶ πάντων ἐστὶ φίλος, ὥσπερ ἐκεῖνος ἐχθρός. Ἄν τε γὰρ λάβῃ τις, οὐκ ἐλύπησεν, ἄν τε δῷ πάλιν τις αὐτῷ, οὐκ ἐφύσησεν, ἀλλά τίς ἐστιν ἐλευθερία παρ᾽ αὐτῷ πᾶσαν ἄδειαν ἔχουσα· καὶ ὁ μὲν πάντας καὶ κολακεύειν καὶ ὑποκρίνεσθαι ἀναγκάζεται, οὗτος δὲ οὐδένα.

Εἰ τοίνυν καὶ πένης ἐστὶν ὁ φιλάργυρος καὶ δειλὸς καὶ εἴρων καὶ ὑποκριτὴς, καὶ φόβων γέμει καὶ τιμωρίας πολλῆς καὶ κολάσεως, ὁ δὲ καταφρονῶν χρημάτων, τῶν ἐναντίων ἀπολαύει πάντων, οὐκ εὔδηλον ὅτι ἡδίων ἡ ἀρετή; Καὶ τοῖς λοιποῖς δὲ ἂν ἐπεξήλθομεν κακοῖς, δι᾽ ὧν δείκνυται ὅτι οὐδέν ἐστι κακὸν ἡδονὴν ἔχον, εἰ μὴ πολλὰ ἡμῖν ἔμπροσθεν εἴρητο.

Ταῦτ᾽ οὖν εἰδότες, ἑλώμεθα τὴν ἀρετὴν, ἵνα καὶ τῆς ἐνταῦθα ἡδονῆς ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.