Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Κορινθίους α' ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλίες ΚΓ΄-ΚΕ΄: Ο πνευματικός αγώνας, το Κυριακό Δείπνο και η χριστιανική ελευθερία

Η εγκράτεια στο πνευματικό στάδιο, τα προειδοποιητικά παραδείγματα των Ισραηλιτών στην έρημο, η Θεία Ευχαριστία σε αντίθεση προς τις δαιμονικές θυσίες και η ενέργεια προς δόξαν Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 16

ΟΜΙΛΙΑ ΚΓʹ. Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; αʹ. Δείξας ὅτι πολὺ χρήσιμον τὸ συγκαταβαίνειν, καὶ ὡς τοῦτο ἡ ἄκρα τελειότης, καὶ ὅτι αὐτὸς πάντων πλέον πρὸς τὸ τέλειον ἀναβὰς, μᾶλλον δὲ καὶ ὑπερβὰς αὐτὸ τῷ μὴ λαμβάνειν, πάντων πλέον κατέβη πάλιν, καὶ ἑκατέρων τούτων τοὺς καιροὺς γνωρίμους ποιήσας ἡμῖν καὶ τῆς τελειότητος καὶ τῆς συγκαταβάσεως, πληκτικώτερον αὐτῶν καθικνεῖται λοιπὸν, αἰνιττόμενος ὅτι τοῦτο τὸ παρ᾽ αὐτῶν γινόμενον καὶ δοκοῦν εἶναι τελειότητος, ματαιοπονία τίς ἐστι περιττή.

Καὶ οὐ λέγει μὲν αὐτὸ οὕτω σαφῶς, ἵνα μὴ ἀπαναισχυντήσωσι· δι᾽ ὧν δὲ κατασκευάζει, τοῦτο δηλοῖ· καὶ εἰπὼν ὅτι εἰς τὸν Χριστὸν ἁμαρτάνουσι, καὶ τοὺς ἀδελφοὺς ἀπολλύουσι, καὶ οὐδὲν αὐτοῖς ὄφελος γίνεται ἀπὸ τῆς γνώσεως τῆς τελείας, ἐὰν μὴ ἀγάπη προσῇ, πάλιν ἐπὶ κοινὸν ἔρχεται παράδειγμα, καὶ φησίν· Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; Τοῦτο δὲ λέγει, οὐχ ὡς καὶ ἐνταῦθα ἑνὸς ἐκ πάντων μέλλοντος σώζεσθαι, ἄπαγε, ἀλλ᾽ ὡς πολλὴν ὀφειλόντων ἡμῶν εἰσενεγκεῖν τὴν σπουδήν. Ὥσπερ γὰρ ἐκεῖ κατιόντων πολλῶν εἰς τὸ στάδιον, οὐ στεφανοῦνται πολλοὶ, ἀλλ᾽ εἰς ἕνα τοῦτο περιίσταται, καὶ οὐκ ἀρκεῖ τὸ καθεῖναι εἰς τὸν ἀγῶνα, οὔτε τὸ ἀλείψασθαι καὶ παλαῖσαι· οὕτω καὶ ἐνταῦθα οὐκ ἀρκεῖ τὸ πιστεῦσαι καὶ ὡς ἔτυχεν ἀγωνίσασθαι· ἀλλὰ ἂν μὴ οὕτω δράμωμεν, ὡς μέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρασχεῖν, καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲ ἡμῖν ἔσται πλέον. Εἰ γὰρ καὶ τέλειον νομίζεις εἶναι σαυτὸν, φησὶ, κατὰ τὴν γνῶσιν, ἀλλ᾽ οὐδέπω τοῦ παντὸς ἐπιλήψῃ, ὅπερ αἰνιττόμενος ἔλεγεν· Οὕτω τρέχετε, ἵνα καταλάβητε. Οὐκ ἄρα που κατειληφότες ἦσαν. Καὶ εἰπὼν οὕτω, καὶ τὸν τρόπον διδάσκει· Πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Τί ἐστι, Πάντα;

Οὐχὶ τοῦδε μὲν ἀπέχεται, ἐν ἑτέρῳ δὲ διαμαρτάνει, ἀλλὰ καὶ γαστριμαργίας, καὶ λαγνείας καὶ μέθης, καὶ πάντων ἁπλῶς κρατεῖ τῶν παθῶν.

Τοῦτο γὰρ, φησὶ, καὶ ἐπὶ τῶν ἔξωθεν ἀγώνων γίνεται. Οὐδὲ γὰρ μεθύειν ἔξεστι τοῖς ἀγωνιζομένοις κατὰ τὸν καιρὸν τῆς ἀγωνίας οὐδὲ, πορνεύειν, ἵνα μὴ τὴν δύναμιν ἐκλύσωσιν, ἀλλ᾽ οὐδὲ περὶ ἄλλο τι οὐδὲν ἠσχολῆσθαι· ἀλλὰ πάντων ἑαυτοὺς ἅπαξ ἀποστήσαντες, τοῖς γυμνασίοις μόνον προσέχουσιν. Εἰ δὲ ἐκεῖ ταῦτα, ὅπου καὶ εἰς ἕνα ὁ στέφανος, πολλῷ μᾶλλον ἐνταῦθα, ὅπου καὶ πλείων ἡ φιλοτιμία. Οὐδὲ γὰρ εἷς ὁ στεφανούμενος μόνος, καὶ τὰ ἔπαθλα δὲ πολὺ τοὺς πόνους νικᾷ. Διὸ καὶ ἐντρεπτικῶς αὐτὸ τίθησι λέγων· Ἐκεῖνοι μὲν οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν· ἡμεῖς δὲ ἄφθαρτον. Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Ἐντρέψας γὰρ αὐτοὺς ἀπὸ τῶν ἔξωθεν, καὶ ἑαυτὸν εἰς μέσον ἄγει λοιπὸν, ὅπερ ἄριστος τρόπος διδασκαλίας ἐστί. Διὸ καὶ πανταχοῦ φαίνεται τοῦτο ποιῶν. Τί δέ ἐστιν, Οὐκ ἀδήλως; Πρὸς σκοπόν τινα βλέπων, φησὶν, οὐκ εἰκῆ καὶ μάτην, καθάπερ ὑμεῖς. Τί γὰρ ὑμῖν γίνεται πλέον ἀπὸ τοῦ εἰς εἰδωλεῖα εἰσιέναι, καὶ τὴν τελειότητα δῆθεν ἐκείνην ἐπιδείκνυσθαι; Οὐδέν. Ἀλλ᾽ οὐκ ἐγὼ τοιοῦτος, ἀλλὰ πάντα, ἅπερ ποιῶ, ὑπὲρ τῆς τῶν πλησίον σωτηρίας ποιῶ· κἂν τελειότητα ἐπιδείξωμαι, δι᾽ αὐτούς· κἂν συγκατάβασιν, δι᾽ αὐτούς· κἂν ὑπερβῶ Πέτρον ἐν τῷ μὴ λαμβάνειν, ἵνα μὴ σκανδαλισθῶσι· κἂν καταβῶ πλέον πάντων, περιτεμνόμενος καὶ ξυρώμενος, ἵνα μὴ ὑποσκελισθῶσι. Τοῦτό ἐστιν, Οὐκ ἀδήλως.

Σὺ δὲ διὰ τί ἐσθίεις ἐν εἰδωλείοις, εἰπέ μοι;

Ἀλλ᾽ οὐκ ἂν ἔχοις εἰπεῖν αἰτίαν εὔλογον οὐδεμίαν. Βρῶμα γάρ σε οὐ παρίστησι τῷ Θεῷ· καὶ οὔτε ἐὰν φάγῃς, περισσεύεις, οὔτε ἐὰν μὴ φάγῃς, ὑστερῇ. Οὐκοῦν ἁπλῶς καὶ ὡς ἔτυχε τρέχεις· τοῦτο γάρ ἐστιν, Ἀδήλως. Οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων.

Πάλιν τὸ οὐκ εἰκῆ καὶ μάτην αἰνιττόμενος, τοῦτό φησιν· Ἔχω γὰρ ὃν πλήξω, τουτέστι, τὸν διάβολον· σὺ δὲ αὐτὸν οὐ πλήττεις, ἀλλὰ καὶ ἁπλῶς ἐκχέεις σαυτοῦ τὴν ἰσχύν. Τέως μὲν οὖν αὐτοὺς διαβαστάζων, οὕτω φησίν. Ἐπειδὴ γὰρ σφοδροτέρως αὐτοῖς ἐχρήσατο ἐν τοῖς ἔμπροσθεν, πάλιν κατέχει τὴν ἐπιτίμησιν, τῷ τέλει τοῦ λόγου τηρῶν τὴν βαθεῖαν τομήν. Ἐνταῦθα μὲν γάρ φησιν, ὅτι εἰκῆ καὶ μάτην ποιοῦσιν· ὕστερον δὲ δείκνυσιν, ὅτι, καὶ ἐπ᾽ ὀλέθρῳ πολλῷ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ὅτι καὶ χωρὶς τῆς βλάβης τῶν ἀδελφῶν, οὐδὲ αὐτοὶ ἀνεύθυνοι ταῦτα τολμῶντες. Ἀλλ᾽ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐνταῦθα δείκνυσι καὶ ὑπὸ ἐπιθυμίας γαστρὸς κατεχομένους καὶ ἀνιέντας αὐτῇ τὰς ἡνίας, καὶ προσχήματι τελειότητος τὴν γαστριμαργίαν τὴν ἑαυτῶν πληροῦντας· ὃ καὶ ἄνωθεν ὤδινεν εἰπεῖν, ὅτε ἔλεγε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ἐπειδὴ γὰρ καὶ πορνείαν τρυφὴ ποιεῖ, καὶ εἰδωλολατρείαν τοῦτο ἔτεκε, εἰκότως πολλαχοῦ καθικνεῖται τοῦ νοσήματος· καὶ δεικνὺς ὅσα ἔπαθε διὰ τὸ εὐαγγέλιον, καὶ τοῦτο μετ᾽ ἐκείνων τίθησιν.

Ὥσπερ γὰρ, φησὶν, ὑπερέβην τὰ προστάγματα, καὶ ταῦτα οὐ κούφου μοι τοῦ πράγματος ὄντος· καὶ γὰρ, Πάντα στέγομεν, φησίν· οὕτω καὶ ἐνταῦθα πολὺν ὑπομένω πόνον, ὥστε σωφρόνως ζῇν. Εἰ γὰρ καὶ δυσένδοτος ἡ ἐπιθυμία καὶ ἡ τῆς γαστρὸς τυραννὶς, ἀλλ᾽ ὅμως αὐτὴν χαλινῶ, καὶ οὐκ ἐνδίδωμι ἐμαυτὸν τῷ πάθει, ἀλλὰ πάντα ὑπομένω πόνον, ὥστε μὴ παρασυρῆναι.

βʹ. Μὴ γὰρ δὴ νομίσητε ἀπραγμόνως με ταῦτα κατορθοῦν. Καὶ γὰρ δρόμος ἐστὶ καὶ παγκράτιον καὶ φύσεως τυραννὶς, κατεξανισταμένη συνεχῶς καὶ ἐλευθεριάζειν βουλομένη· ἀλλ᾽ οὐκ ἀνέχομαι, ἀλλὰ καταστέλλω καὶ ὑποτάττω μετὰ πολλῶν τῶν ἱδρώτων αὐτήν. Ταῦτα δὲ λέγει, ἵνα μηδεὶς ἀπογινώσκῃ τῶν ὑπὲρ ἀρετῆς ἀγώνων, ἐπειδὴ τὸ πρᾶγμα ἐπίπονον· διό φησιν, Ὑπωπιάζω καὶ δουλαγωγῶ. Οὐκ εἶπεν, Ἀναιρῶ, οὐδὲ, Κολάζω· οὐδὲ γὰρ ἐχθρὰ ἡ σάρξ· ἀλλ᾽, Ὑπωπιάζω καὶ δουλαγωγῶ, ὃ δεσπότου ἐστὶν, οὐ πολεμίου· διδασκάλου, οὐκ ἐχθροῦ· παιδοτρίβου, οὐκ ἐναντίου. Μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Εἰ δὲ Παῦλος τοῦτο δέδοικεν ὁ τοσούτους διδάξας, καὶ δέδοικε μετὰ τὸ κηρῦξαι καὶ γενέσθαι ἄγγελος, καὶ τῆς οἰκουμένης τὴν προστασίαν δέξασθαι, τί ἂν εἴποιμεν ἡμεῖς; Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἐπειδὴ ἐπιστεύσατε, ὅτι ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ὑμῖν. Εἰ γὰρ ἐμοὶ τὸ κηρῦξαι, τὸ διδάξαι, τὸ μυρίους προσαγαγεῖν, οὐκ ἀρκεῖ εἰς σωτηρίαν, εἰ μὴ καὶ τὰ κατ᾽ ἐμαυτὸν παρασχοίμην ἄληπτα, πολλῷ μᾶλλον ὑμῖν. Εἶτα ἐφ᾽ ἕτερα ὑποδείγματα ἔρχεται πάλιν· καὶ ὥσπερ ἀνωτέρω τὰ τῶν ἀποστόλων, καὶ τὰ τῆς κοινῆς συνηθείας, καὶ τὰ τῶν ἱερέων καὶ τὰ ἑαυτοῦ τέθεικεν· οὕτω καὶ ἐνταῦθα τὰ τῶν Ὀλυμπιακῶν ἀγώνων. Καὶ τὰ παρ᾽ ἑαυτοῦ θεὶς, πάλιν ἐπὶ τὰς τῆς Παλαιᾶς πρόεισιν ἱστορίας.

Καὶ ἐπειδὴ μέλλει φορτικώτερον ποιεῖν τὸν λόγον, κοινὴν ποιεῖται τὴν παραίνεσιν, καὶ οὐ περὶ τῶν προκειμένων μόνον, ἀλλὰ καὶ περὶ πάντων ἁπλῶς τῶν παρὰ Κορινθίοις νοσημάτων διαλέγεται. Καὶ ἐπὶ μὲν τῶν ἔξωθεν ἀγώνων· Οὐκ οἴδατε, φησίν· ἐνταῦθα δὲ, Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοῦτο δὲ ἔλεγε, δεικνὺς ὅτι οὐ σφόδρα ἦσαν ταῦτα πεπαιδευμένοι. Καὶ τί τοῦτό ἐστιν, ὅπερ οὐ θέλεις ἡμᾶς ἀγνοεῖν; Ὅτι οἱ πατέρες ἡμῶν πάντες, φησὶν, ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον (ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός)· ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεός. Καὶ τίνος ἕνεκεν, φησὶ, ταῦτα λέγει; Ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκείνους οὐκ ὤνησε τὸ τοσαύτης ἀπολαῦσαι δωρεᾶς, οὕτως οὐδὲ τούτους τὸ βαπτίσματος τυχεῖν καὶ μυστηρίων πνευματικῶν ἀπολαῦσαι, εἰ μὴ μέλλοιεν ἄξιον τῆς χάριτος ἐπιδείκνυσθαι βίον. Διὸ καὶ τοὺς τοῦ βαπτίσματος, καὶ τοὺς τῶν μυστηρίων παράγει τύπους.

Τί δέ ἐστιν, Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες καὶ τῇ ἀναστάσει αὐτοῦ, βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν μυστηρίων κοινωνήσοντες· Βαπτιζόμεθα γὰρ, φησὶν, ὑπὲρ τῶν νεκρῶν, τουτέστι, τῶν σωμάτων τῶν ἡμετέρων· οὕτω κἀκεῖνοι θαῤῥήσαντες τῷ Μωϋσεῖ, τουτέστιν, ἰδόντες αὐτὸν διαβάντα πρῶτον, κατετόλμησαν καὶ αὐτοὶ τῶν ὑδάτων. Ἀλλ᾽ ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου. Καὶ τοῦτο μὲν τοῦ λουτροῦ σύμβολον· τὰ δὲ μετὰ ταῦτα, τῆς ἱερᾶς τραπέζης. Καθάπερ γὰρ σὺ τὸ σῶμα ἐσθίεις τὸ δεσποτικὸν, οὕτως ἐκεῖνοι τὸ μάννα· καὶ ὥσπερ σὺ τὸ αἷμα πίνεις, οὕτω καὶ ἐκεῖνοι ὕδωρ ἐκ πέτρας. Εἰ γὰρ καὶ αἰσθητὰ ἦν τὰ γινόμενα, ἀλλὰ πνευματικῶς παρείχετο, οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν, καὶ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν ἔτρεφεν εἰς πίστιν ἐνάγοντα. Διά τοι τοῦτο περὶ μὲν τῆς τροφῆς οὐδὲν εἶπεν· ἐξηλλαγμένη γὰρ ἦν, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῇ φύσει· μάννα γὰρ ἦν· ἐπὶ δὲ τοῦ ποτοῦ, ἐπειδὴ ὁ τρόπος τῆς χορηγίας μόνος ἦν ὁ παράδοξος, καὶ κατασκευῆς ἐδεήθη· διόπερ εἰπὼν, ὅτι Τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· καὶ προσέθηκεν, Ἡ δὲ πέτρα ἦν ὁ Χριστός.

Οὐ γὰρ ἡ τῆς πέτρας φύσις τὸ ὕδωρ ἠφίει, φησίν· ἦ γὰρ ἂν καὶ πρὸ τούτου ἀνέβλυζεν· ἀλλ᾽ ἑτέρα τις πέτρα πνευματικὴ τὸ πᾶν εἰργάζετο, τουτέστιν, ὁ Χριστὸς ὁ παρὼν αὐτοῖς πανταχοῦ, καὶ πάντα θαυματουργῶν. Διὰ γὰρ τοῦτο εἶπεν, Ἀκολουθούσης. Εἶδες Παύλου σοφίαν, πῶς ἑκατέρων αὐτὸν ὄντα χορηγὸν δείκνυσι, καὶ ταύτῃ τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἄγων; Ὁ γὰρ ἐκεῖνα παρασχὼν ἐκείνοις, φησὶν, οὗτος καὶ ταύτην κατεσκεύασε τὴν τράπεζαν· καὶ ὁ αὐτὸς κἀκείνους διὰ τῆς θαλάττης, καὶ σὲ διὰ τοῦ βαπτίσματος ἤγαγε· κἀκείνοις μάννα καὶ ὕδωρ, καὶ σοὶ σῶμα καὶ αἷμα παρέσχε. Καὶ τὰ μὲν τῆς δωρεᾶς αὐτοῦ τοιαῦτα· ἴδωμεν δὲ καὶ τὰ ἑξῆς, καὶ σκοπήσωμεν, εἰ τῆς δωρεᾶς ἀναξίων φανέντων τούτων ἐφείσατο. Ἀλλ᾽ οὐκ ἂν ἔχοις τοῦτο εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ Θεὸς, καίτοι γε τιμήσας αὐτοὺς τοσαύτῃ τιμῇ. Ἀλλ᾽ οὐδὲν αὐτοὺς τοῦτο ὤνησεν, ἀλλ᾽ οἱ πλείους ἀπώλοντο. Καὶ μὴν πάντες ἀπώλοντο· ἀλλ᾽ ἵνα μὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν, Οἱ πλείους. Καίτοι γε ἄπειροι ἦσαν, ἀλλ᾽ οὐδὲν τὸ πλῆθος ὠφέλησε· καὶ πάντα ἐκεῖνα ἀγάπης τεκμήρια ἦν, ἀλλ᾽ οὐδὲ τοῦτο αὐτοὺς ὤνησεν, ἐπεὶ μηδὲ αὐτοὶ τὰ τῆς ἀγάπης ἐπεδείκνυντο.

Ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ διαπιστοῦσιν, ἅτε μὴ παροῦσι μηδὲ φαινομένοις, ἀπὸ τῶν ἤδη γεγενημένων δείκνυσιν, ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυριάκις εὐεργετηκὼς ᾖ· Εἰ γὰρ καὶ τοῖς μέλλουσιν ἀπιστεῖτε, φησὶν, ἀλλ᾽ οὐ δήπου καὶ τοῖς γεγενημένοις ἀπιστήσετε.

γʹ. Σκοπεῖτε γοῦν ἡλίκα εὐηργέτησε τούτους· Αἰγύπτου καὶ τῆς ἐκεῖ δουλείας ἀπήλλαξε, τὴν θάλασσαν ὑπεστόρεσεν, ἐξ οὐρανοῦ μάννα κατήνεγκε, κάτωθεν ὑδάτων πηγὰς ξένας καὶ παραδόξους ἀνῆκε, παρῆν αὐτοῖς πανταχοῦ θαυματουργῶν, καὶ πάντοθεν αὐτοὺς τειχίζων· ἀλλ᾽ ὅμως, ἐπειδὴ τῆς δωρεᾶς ταύτης οὐδὲν ἄξιον ἐπεδείξαντο, οὐκ ἐφείσατο αὐτῶν, ἀλλ᾽ ἀπώλεσεν ἅπαντας. Κατεστρώθησαν γὰρ, φησὶν, ἐν τῇ ἐρήμῳ· τήν τε ἀθρόαν αὐτῶν ἀπώλειαν καὶ τὰς κολάσεις καὶ τὰς τιμωρίας τὰς θεηλάτους ἐμφαίνων διὰ τῆς λέξεως ταύτης, καὶ ὅτι οὐδὲ τῶν προκειμένων ἐπάθλων ἐπέτυχον. Οὐδὲ γὰρ ἐν τῇ γῇ τῆς ἐπαγγελίας ταῦτα αὐτοῖς εἰργάσατο, ἀλλ᾽ ἔξω καὶ πόῤῥω που καὶ μακρὰν τῆς χώρας ἐκείνης, διπλῇ τιμωρίᾳ κολάσας, καὶ τῷ μὴ συγχωρῆσαι τὴν γῆν ἰδεῖν, καὶ ταῦτα ἐπηγγελμένην αὐτοῖς, καὶ τῷ κολάσαι χαλεπῶς. Καὶ τί πρὸς ἡμᾶς ταῦτα; φησί· Πρὸς σὲ μὲν οὖν· διὸ καὶ ἐπήγαγε· Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν.

Ὥσπερ γὰρ αἱ δωρεαὶ τύποι, οὕτω καὶ αἱ κολάσεις τύποι· καὶ ὥσπερ τὸ βάπτισμα καὶ ἡ τράπεζα προδιεγράφετο, οὕτω καὶ διὰ τῶν μετὰ ταῦτα, ὅτι καὶ κολασθήσονται οἱ ταύτης ἀνάξιοι τῆς δωρεᾶς, προανεφωνεῖτο δι᾽ ἡμᾶς, ὥστε σωφρονεστέρους γενέσθαι τοῖς παραδείγμασιν ἐκείνοις. Διὸ καὶ ἐπήγαγεν· Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν. Ὥσπερ γὰρ ἐν ταῖς εὐεργεσίαις οἱ τύποι προέλαβον, καὶ ἠκολούθησεν ἡ ἀλήθεια, οὕτω καὶ ἐν ταῖς τιμωρίαις ἕψεται. Ὁρᾷς πῶς δείκνυσιν, οὐχ ὅτι κολασθήσονται μόνον, ἀλλ᾽ ὅτι καὶ μειζόνως ἢ ἐκεῖνοι; Εἰ γὰρ τὸ μὲν τύπος, τὸ δὲ ἀλήθεια, ἀνάγκη καὶ ἐν ταῖς τιμωρίαις πολλὴν εἶναι τὴν ὑπεροχὴν, ὥσπερ καὶ ἐν ταῖς δωρεαῖς. Καὶ σκόπει τίνων καθάπτεται πρῶτον· τῶν ἐν τοῖς εἰδωλείοις ἐσθιόντων.

Εἰπὼν γὰρ, Μὴ εἶναι ἐπιθυμητὰς κακῶν, ὅπερ ἦν καθολικὸν, ἐπάγει καὶ τὸ κατ᾽ εἶδος, δεικνὺς ὅτι ἕκαστον τῶν ἁμαρτημάτων ἐκ πονηρᾶς γέγονεν ἐπιθυμίας· καὶ πρῶτον τοῦτο ἔφη· Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ἤκουσας πῶς λοιπὸν καὶ εἰδωλολάτρας καλεῖ; ἀλλ᾽ ἐνταῦθα μὲν ἀποφαινόμενος, ὕστερον δὲ καὶ κατασκευάζων. Καὶ τὴν αἰτίαν δὲ τέθεικε, δι᾽ ἣν εἰς τὰς τραπέζας ἐκείνας ἔτρεχον· αὕτη δὲ ἦν γαστριμαργία.

Διόπερ εἰπὼν, Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καὶ ἐπαγαγὼν, Μηδὲ εἰδωλολάτρας γίνεσθαι, τὴν αἰτίαν τῆς τοιαύτης παρανομίας τίθησιν· αὕτη δὲ ἦν ἡ γαστριμαργία. Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Καὶ τὸ ἐξ αὐτῆς τέλος προστίθησιν, ὅτι Ἀνέστησαν παίζειν Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρείαν ἐξέβησαν· οὕτω δέος, μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκεῖ πέσητε. Εἶδες πῶς ἔδειξε τοὺς δῆθεν τελείους τούτους ἐκείνων ἀτελεστέρους; οὓς ἔπληττεν οὐ τούτῳ μόνον τῷ μὴ διαβαστάζειν, ἀλλὰ καὶ τῷ τοὺς μὲν ἀπὸ ἀγνοίας, τοὺς δὲ ἀπὸ γαστριμαργίας ἁμαρτάνειν· καὶ τῆς μὲν ἐκείνων ἀπωλείας τὴν κόλασιν τούτοις λογίζεται, τούτους δὲ οὐκ ἀφίησιν, εἰς ἕτερον ἀνενεγκεῖν τῆς οἰκείας ἁμαρτίας τὴν πρόφασιν, ἀλλὰ καὶ τῆς ἐκείνων βλάβης καὶ τῆς ἑαυτῶν αὐτοὺς ὑπευθύνους ἀποφαίνεται. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν. Τίνος ἕνεκεν τῆς πορνείας ἐνταῦθα μέμνηται πάλιν, τοσαῦτα περὶ αὐτῆς ἔμπροσθεν διαλεχθείς; Ἔθος ἀεὶ τῷ Παύλῳ, ὅταν ὑπὲρ πολλῶν ἁμαρτημάτων ἐγκαλῇ, καὶ τάξει αὐτὰ διατιθέναι καὶ καθ᾽ ἕκαστον ἐπιέναι τοῖς προκειμένοις, καὶ πάλιν ἐν τοῖς περὶ ἑτέρων λόγοις καὶ τῶν προτέρων μεμνῆσθαι· ὃ δὴ καὶ ὁ Θεὸς ἐποίει ἐπὶ τῆς Παλαιᾶς, καθ᾽ ἕκαστον τῶν πεπλημμελημένων ἀναμιμνήσκων τοῦ μόσχου τοὺς Ἰουδαίους, καὶ τὴν ἁμαρτίαν ἐκείνην εἰς μέσον ἄγων.

Τοῦτο τοίνυν καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ, ὁμοῦ τε ἐκείνης αὐτοὺς ἀναμιμνήσκων τῆς ἁμαρτίας, καὶ διδάσκων, ὅτι καὶ τοῦτο ἐντεῦθεν ἐτέχθη τὸ κακὸν, ἀπὸ τρυφῆς καὶ γαστριμαργίας. Διὸ καὶ ἐπήγαγε· Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Καὶ διὰ τί μὴ τίθησι καὶ τὴν ἐπὶ τῆς εἰδωλολατρείας κόλασιν; Ἢ ἐπειδὴ δῆλον ἦν καὶ σαφέστερον· ἢ ἐπειδὴ πληγὴ τοσαύτη οὐ γέγονε τότε, ὅση ἐπὶ τοῦ Βαλαὰμ, ἡνίκα ἐτελέσθησαν τῷ Βεελφεγὼρ, τῶν Μαδιανιτίδων γυναικῶν ἐπὶ τῆς παρατάξεως φανεισῶν καὶ ἐφελκυσαμένων αὐτοὺς εἰς ἀσέλγειαν κατὰ τὴν συμβουλὴν Βαλαάμ. Ὅτι γὰρ τοῦ Βαλαὰμ ἦν ἡ πονηρὰ αὕτη συμβουλὴ, δηλοῖ Μωϋσῆς μετὰ ταῦτα λέγων οὕτω πρὸς τῷ τέλει τοῦ βιβλίου τῶν Ἀριθμῶν· Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν τῷ πολέμῳ Μαδιὰμ μετὰ τῶν τραυματιῶν, καὶ ἤγαγον τὰ σκῦλα. Καὶ ὠργίσθη Μωϋσῆς, καὶ εἶπεν· Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; Αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ εἰς σκάνδαλον, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φεγώρ. Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.

δʹ. Διὰ τούτου πάλιν ἕτερον αἰνίττεται ἔγκλημα, ὃ καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς, ὅτι περὶ σημείων ἐμάχοντο, καὶ τῶν πειρασμῶν δὲ ἕνεκεν ἐγόγγυζον λέγοντες, Πότε ἥξει τὰ ἀγαθὰ, πότε τὰ ἔπαθλα;

Διὸ καὶ ἐπάγει τούτων ἕνεκεν διορθούμενος αὐτοὺς καὶ φοβῶν· Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον μόνον, τὸ πάσχειν ὑπὲρ τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὸ γενναίως τὰ ἐπιόντα φέρειν, καὶ μεθ᾽ ἡδονῆς ἁπάσης. Τοῦτο γάρ ἐστιν ὁ στέφανος ἅπας· ὡς, ἂν μὴ τοῦτο ᾖ, καὶ κόλασις ἕψεται τοῖς δυσανασχετοῦσι. Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι μαστιζόμενοι ἔχαιρον, καὶ Παῦλος ἐν τοῖς παθήμασιν ἐκαυχᾶτο. Πάντα δὲ ταῦτα τυπικῶς συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε.

Πάλιν φοβεῖ τῷ τὰ τέλη λέγειν, καὶ μείζονα τῶν γεγενημένων προσδοκᾷν παρασκευάζει. Ὅτι μὲν γὰρ δώσομεν δίκην, ἀπὸ τῶν εἰρημένων, φησὶ, δῆλον καὶ τοῖς ἀπιστοῦσι τοῖς περὶ γεέννης λόγοις· ὅτι δὲ καὶ χαλεπωτέραν, ἀφ᾽ ὧν πλειόνων ἀπελαύσαμεν εὐεργεσιῶν, καὶ ἀφ᾽ ὧν ἐκεῖνα τύποι. Εἰ γὰρ ἐν ταῖς δωρεαῖς ὑπεροχὴ, εὔδηλον ὅτι καὶ ἐν τῇ τιμωρίᾳ. Διὰ τοῦτο καὶ τύπους ἐκάλεσε, καὶ δι᾽ ἡμᾶς γεγράφθαι ἔφη, καὶ τέλους ἐμνημόνευσεν, ἵνα ἀναμνήσῃ τῆς συντελείας. Οὐ γὰρ τοιαῦται τότε αἱ τιμωρίαι, ὡς καὶ πέρας λαμβάνειν καὶ καταλύεσθαι, ἀλλ᾽ αἰώνιος ἡ κόλασις. Ὥσπερ γὰρ αἱ ἐνταῦθα κολάσεις τῷ παρόντι συγκαταλύονται βίῳ, οὕτως αἱ ἐκεῖ διηνεκῶς μένουσιν. Ὅταν δὲ εἴπῃ, Τὰ τέλη τῶν αἰώνων, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐφέστηκε λοιπὸν τὸ δικαστήριον τὸ φοβερόν. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Πάλιν αὐτῶν τὸν τῦφον καθεῖλε τῶν ἐπὶ τῇ γνώσει μέγα φρονούντων. Εἰ γὰρ οἱ τοσούτων ἀπολαύσαντες τοιαῦτα ἔπαθον, καὶ οἱ μὲν ὑπὲρ γογγυσμοῦ μόνον τοιαύτην ἔδοσαν δίκην, οἱ δὲ ὑπὲρ τοῦ πειράσαι, καὶ οὔτε τὸ πλῆθος ἐδυσώπησε τὸν Θεὸν, οὔτε τὸ τοιούτων ἐπιτυχεῖν· πολλῷ μᾶλλον ἐφ᾽ ἡμῶν, ἂν μὴ νήφωμεν, τοῦτο ἔσται. Καὶ καλῶς εἶπεν· Ὁ δοκῶν ἑστάναι.

Τοῦτο γὰρ οὐδὲ ἑστάναι ἐστὶν, ὡς ἑστάναι χρὴ, τὸ θαῤῥεῖν ἑαυτῷ· ταχέως γὰρ ὁ τοιοῦτος πεσεῖται· ἐπεὶ καὶ ἐκεῖνοι, εἰ μὴ μέγα ἐφρόνησαν καὶ ἐθάῤῥησαν, ἀλλ᾽ ἦσαν κατεσταλμένοι, οὐκ ἂν ταῦτα ἔπαθον. Ὅθεν δῆλον, ὅτι ἀλαζονεία μάλιστα καὶ ῥᾳθυμία ἑξῆς καὶ ἡ γαστριμαργία τούτων εἰσὶν αἱ πηγαὶ τῶν κακῶν. Ὥστε εἰ καὶ ἕστηκας, φυλάττου τὸ μὴ πεσεῖν. Τὸ γὰρ ἐνταῦθα στῆναι οὐκ ἔστιν ἑστάναι βεβαίως, ἕως ἂν ἀπαλλαγῶμεν τῶν κυμάτων τοῦ παρόντος βίου, καὶ πρὸς τὸν εὐδιεινὸν καταπλεύσωμεν λιμένα. Μὴ τοίνυν ἐπὶ τῇ στάσει φρόνει μέγα, ἀλλὰ φυλάττου τὴν πτῶσιν. Εἰ γὰρ Παῦλος δέδοικεν, ὁ πάντων στεῤῥότερος, πολλῷ μᾶλλον ἡμᾶς δεδοικέναι χρή. Ὁ μὲν οὖν Ἀπόστολος ἔλεγεν, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ἡμεῖς δὲ οὐδὲ τοῦτο δυνάμεθα εἰπεῖν, πάντων, ὡς εἰπεῖν, πεπτωκότων καὶ κατεστρωμένων καὶ χαμαὶ κειμένων. Τίνι γὰρ εἴπω τοῦτο; τῷ ἁρπάζοντι καθ᾽ ἑκάστην ἡμέραν; ἀλλὰ κεῖται μέγα πτῶμα πεσών. Ἀλλὰ τῷ πόρνῳ; ἀλλὰ ἔῤῥιπται χαμαί. Ἀλλὰ τῷ μεθύοντι; ἀλλὰ καὶ αὐτὸς κεῖται· καὶ οὐδὲ, ὅτι κεῖται, οἶδεν. Ὥστε οὐ τούτου καιρὸς τοῦ ῥήματος, ἀλλ᾽ ἐκείνου τοῦ προφητικοῦ, ὃ καὶ πρὸς Ἰουδαίους ἔλεγε· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ γὰρ ἅπαντες κεῖνται, καὶ ἀναστῆναι οὐ βούλονται. Ὥστε ἡ προτροπὴν ἡμῖν οὐχ ὑπὲρ τοῦ μὴ πεσεῖν, ἀλλ᾽ ὑπὲρ τοῦ τοὺς κειμένους δυνηθῆναι ἀναστῆναι.

Ἀναστῶμεν τοίνυν ὀψὲ γοῦν ποτε, ἀγαπητοὶ, ἀναστῶμεν, καὶ στῶμεν γενναίως.

Μέχρι τίνος κείμεθα; μέχρι τίνος μεθύομεν, τῇ πολλῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ κεκαρωμένοι; Εὔκαιρον καὶ νῦν εἰπεῖν· Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; οὕτω πάντες καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν διδασκαλίαν εἰσὶ κεκωφωμένοι, καὶ πολλῶν ἐντεῦθεν ἐμπεπλησμένοι κακῶν! Καὶ εἰ τὰς ψυχὰς γυμνὰς ἦν ἰδεῖν, καθάπερ ἐπὶ τῶν στρατοπέδων τῆς συμβολῆς παρελθούσης, τοὺς μὲν νεκροὺς ἔστι θεάσασθαι, τοὺς δὲ τετραυματισμένους, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας εἴδομεν ἄν. Διὸ δέομαι καὶ παρακαλῶ, χεῖρα ἀλλήλοις ὀρέξωμεν καὶ διαναστῶμεν. Καὶ γὰρ ἐγὼ τῶν πεπληγότων εἰμὶ, καὶ δεομένων τοῦ φάρμακα ἐπιθήσοντος. Ἀλλὰ μὴ ἀπογνῶτε διὰ τοῦτο· εἰ γὰρ καὶ χαλεπαὶ αἱ πληγαὶ, ἀλλ᾽ οὐκ ἀνίατοι. Τοιοῦτος ἡμῶν ὁ ἰατρός· μόνον αἰσθώμεθα τῶν τραυμάτων, κἂν εἰς αὐτὸ τὸ ἔσχατον ἔλθωμεν τῆς κακίας, πολλὰς ὁδοὺς τέμνει σωτηρίας ἡμῖν. Κἂν γὰρ τῷ πλησίον ἀφῇς ὀργὴν, ἀφεθήσεταί σοι πλημμελήματα· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Κἂν ἐλεημοσύνην δῷς, συγχωρήσει σοι τὰ ἁμαρτήματα· Τὰς γὰρ ἀνομίας σου, φησὶν, ἐν ἐλεημοσύναις λύτρωσαι. Κἂν εὔξῃ σπουδαίως, ἀπολαύσεις ἀφέσεως. Καὶ τοῦτο δείκνυσιν ἡ χήρα ἡ τὸν ὠμὸν ἐκεῖνον δικαστὴν ἐπικάμψασα τῇ συνεχείᾳ τῆς ἐντεύξεως. Κἂν κατηγορήσῃς τῶν ἁμαρτημάτων, ἔχεις παραμυθίαν· Λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς.

Κἂν σκυθρωπάσῃς ὑπὲρ τούτων, καὶ τοῦτό σοι φάρμακον ἔσται μέγιστον· Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Κἂν κακόν τι παθὼν, γενναίως ἐνέγκῃς, τὸ πᾶν ἀπεδύσω. Τοῦτο γὰρ καὶ πρὸς τὸν πλούσιον ὁ Ἀβραὰμ ἔλεγεν, ὅτι Ἀπέλαβε Λάζαρος τὰ κακὰ αὐτοῦ, καὶ ἐνταῦθα παρακαλεῖται. Κἂν χήραν ἐλεήσῃς, πλύνεταί σου τὰ ἁμαρτήματα· Κρίνατε γὰρ, φησὶν, ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ.

Οὐδὲ γὰρ οὐλὴν τῶν τραυμάτων ἀφίησι φανῆναί τινα. εʹ. Ἀλλὰ κἂν εἰς ἐκεῖνο ἔλθωμεν τὸ βάθος τῶν κακῶν, εἰς ὃ κατέπεσεν ὁ τὰ πατρῷα κατεδηδοκὼς καὶ κεράτια ἐσθίων, καὶ μετανοήσωμεν, σωζόμεθα πάντως· κἂν μύρια τάλαντα ὀφείλωμεν, καὶ προσπέσωμεν καὶ μὴ μνησικακήσωμεν, πάντα ἡμῖν ἀφίεται· κἂν ἐκεῖσε ἀποπλανηθῶμεν, οὗ τὸ πρόβατον ἀπεβουκολήθη, κἀκεῖθεν ἡμᾶς ἀνακτᾶται· μόνον βουληθῶμεν, ἀγαπητοί· φιλάνθρωπος γὰρ ὁ Θεός. Διὰ τοῦτο καὶ ἐπὶ τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος τῇ προσπτώσει ἠρκεῖτο, καὶ ἐπὶ τοῦ τὰ πατρῷα κατεδηδοκότος τῇ ἐπανόδῳ μόνῃ, καὶ ἐπὶ τοῦ προβάτου τῷ βουληθῆναι βασταχθῆναι. Ἐννοήσαντες τοίνυν τὸ μέγεθος αὐτοῦ τῆς φιλανθρωπίας, ἐνταῦθα αὐτὸν ποιήσωμεν ἵλεων ἡμῖν, καὶ προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα μὴ ἀπελθόντες ἐντεῦθεν ἀναπολόγητοι, τὴν ἐσχάτην ὑπομείνωμεν τιμωρίαν. Ἂν μὲν γὰρ κατὰ τὸν παρόντα βίον ἐπιδειξώμεθα σπουδὴν κἂν τὴν τυχοῦσαν, τὰ μέγιστα κερδανοῦμεν· ἂν δὲ μηδὲν ἐνταῦθα γενόμενοι βελτίους ἀπέλθωμεν, κἂν σφοδρότερον ἐκεῖ μετανοήσωμεν, οὐδὲν ἡμῖν ἔσται πλέον. Καὶ γὰρ ἔδει τῶν σκαμμάτων εἴσω μένοντα ἀγωνίσασθαι, οὐ μετὰ τὸ λυθῆναι τὸ θέατρον ἀποδύρεσθαι καὶ δακρύειν ἀνόνητα· ὅπερ ὁ πλούσιος ἐκεῖνος ἐποίει, θρηνῶν μὲν καὶ ὀλοφυρόμενος, εἰκῆ δὲ λοιπὸν καὶ μάτην, ἐπειδὴ τὸν καιρὸν, καθ᾽ ὃν ταῦτα ἐχρῆν ποιεῖν, ὑπερεῖδεν.

Οὐκ ἐκεῖνος δὲ μόνος, ἀλλὰ καὶ πολλοὶ ἕτεροι κατ᾽ ἐκεῖνον νῦν εἰσι πλούσιοι, χρημάτων μὲν οὐ βουλόμενοι καταφρονεῖν, ψυχῆς δὲ ἀντὶ χρημάτων καταφρονοῦντες· οὓς ἔμοιγε θαυμάζειν ἔπεισιν, ὅταν ἴδω τῷ μὲν Θεῷ περὶ ἐλέου συνεχῶς ἐντυγχάνοντας, αὐτοὺς δὲ τὰ ἀνήκεστα ἑαυτοὺς διατιθέντας, καὶ ὥσπερ πολεμίας, οὕτω τῆς ἑαυτῶν ἀφειδοῦντας ψυχῆς. Μὴ δὴ παίζωμεν, ἀγαπητοὶ, μὴ παίζωμεν, μηδὲ παραλογιζώμεθα ἑαυτοὺς, τὸν μὲν Θεὸν ἀξιοῦντες ἡμᾶς ἐλεῆσαι, αὐτοὶ δὲ τοῦ ἐλέου τούτου καὶ χρήματα καὶ τρυφὴν καὶ πάντα ἁπλῶς προτιθέντες. Οὐδὲ γὰρ, εἴ τίς σοι δίκην προσῆγε, καὶ κατηγορῶν τοῦ δεῖνος ἔλεγεν, ὅτι μυρίους μέλλων ὑπομένειν θανάτους, καὶ κύριος ὢν λῦσαι τὰς ψήφους χρήμασιν ὀλίγοις, εἵλετο μᾶλλον ἀποθανεῖν, ἤ τι τῶν αὑτοῦ προέσθαι, ἐλέου τινὸς ἢ συγγνώμης ἔφης αὐτὸν ἄξιον εἶναι. Τοῦτο τοίνυν καὶ ἐπὶ σαυτοῦ λογίζου· καὶ γὰρ καὶ ἡμεῖς τοῦτο ποιοῦμεν, καὶ τῆς σωτηρίας ἡμῶν καταφρονοῦντες, τῶν χρημάτων φειδόμεθα· Πῶς οὖν τὸν Θεὸν ἀξιοῖς σου φείσασθαι, αὐτὸς σαυτοῦ οὕτως ἀφειδῶν, καὶ χρήματα προτιμῶν ψυχῆς; Διὸ καὶ σφόδρα ἐκπέπληγμαι, πόση τοῖς χρήμασιν ἐγκέκρυπται γοητεία, μᾶλλον δὲ οὐ τοῖς χρήμασιν, ἀλλὰ ταῖς τῶν ἀπατωμένων ψυχαῖς. Εἰσὶ γὰρ, εἰσὶν οἱ καὶ σφόδρα τῆς μαγγανείας ταύτης καταγελῶντες.

Τί γὰρ καὶ ἱκανὸν ἡμᾶς τῶν ἐν αὐτοῖς γοητεῦσαι; οὐχὶ ἄψυχός ἐστιν ἡ ὕλη, οὐχὶ ἐπίκηρος; οὐχὶ ἄπιστος αὐτῶν ἡ κτῆσις; οὐ φόβων γέμει καὶ κινδύνων; οὐ φόνων καὶ ἐπιβουλῆς; οὐκ ἔχθρας καὶ μίσους; οὐ ῥᾳθυμίας καὶ κακίας πολλῆς; οὐ γῆ ἐστιν καὶ σποδός; τίς ἡ μανία, τίς ἡ νόσος! ἀλλὰ γὰρ οὐ κατηγορεῖν δεῖ μόνον τῶν νοσούντων τὰ τοιαῦτα, φησὶν, ἀλλὰ καὶ καταλύειν τὸν ἔρωτα. Καὶ πῶς ἑτέρως καταλύσομεν, ἀλλ᾽ ἢ δεικνύντες φαῦλον ὄντα καὶ μυρίων κακῶν ἀνάμεστον; Ἀλλὰ τοῦτο οὐκ εὔκολον τὸν ἐρῶντα πεῖσαι περὶ τῶν παιδικῶν. Οὐκοῦν ἕτερον αὐτῷ κάλλος ἀντιστῆσαι δεῖ. Ἀλλὰ ἀσώματον οὐχ ὁρᾷ κάλλος, ἔτι νοσῶν· οὐκοῦν σωματικὸν ἐπιδείξωμεν, καὶ εἴπωμεν πρὸς αὐτόν· Ἐννόησον τοὺς λειμῶνας καὶ τὰ ἐν αὐτοῖς ἄνθη, τὰ χρυσίου παντὸς φαιδρότερα καὶ τῶν παντοδαπῶν χαριέστερα καὶ διαυγέστερα λίθων· ἐννόησον τὰ διειδῆ τῶν πηγῶν ῥεῖθρα, τοὺς ποταμοὺς τοὺς ἐλαίου δίκην ἀψοφητὶ ῥέοντας ἀπὸ τῆς γῆς· ἀνάβηθι πρὸς τὸν οὐρανὸν, καὶ ἴδε τοῦ ἡλίου τὸ κάλλος, τῆς σελήνης τὴν εὐπρέπειαν, τῶν ἄστρων τὰ ἄνθη. Καὶ τί τοῦτο; φησίν· οὐ γὰρ δὴ κεχρήμεθα αὐτοῖς ὡς τοῖς χρήμασι. Καὶ μὴν πλέον, ἢ τοῖς χρήμασιν, ὅσῳ καὶ ἀναγκαιοτέρα αὐτῶν ἡ χρεία, καὶ ἀσφαλεστέρα ἡ ἀπόλαυσις. Οὐδὲ γὰρ δέδοικας, μή τις, ὥσπερ τὰ χρήματα, αὐτὰ λαβὼν ἀπέλθῃ· ἀλλ᾽ ἔξεστί σοι θαῤῥεῖν ὑπὲρ αὐτῶν διηνεκῶς, καὶ ταῦτα μὴ μεριμνῶντι μηδὲ φροντίζοντι.

Εἰ δ᾽, ὅτι μετὰ τῶν ἄλλων ἀπολαύεις αὐτῶν, ἀλγεῖς, καὶ μὴ μόνος αὐτὰ κατέχεις ὥσπερ τὰ χρήματα, οὐ χρημάτων, ἀλλὰ πλεονεξίας μοι δοκεῖς ἐρᾷν μόνης. Καὶ οὐδὲ τὰ χρήματα ἐφίλησας ἂν, εἰ κοινὰ προύκειτο πᾶσιν. Οὐκοῦν ἐπειδὴ τὴν ἐρωμένην εὑρήκαμεν, τὴν πλεονεξίαν λέγω, φέρε σοι δείξω, πῶς σε μισεῖ αὕτη καὶ ἀποστρέφεται, πόσα θήγει κατὰ σοῦ ξίφη, πόσα ὀρύττει βάραθρα, πόσους ἀνάπτει βρόχους, πόσους παρασκευάζει κρημνούς· ἵνα κἂν οὕτω σβέσῃς τὸ φίλτρον. Πόθεν οὖν ἔστι ταῦτα εἰδέναι; Ἀπὸ τῶν ὁδῶν, ἀπὸ τῶν πολέμων, ἀπὸ τῆς θαλάττης, ἀπὸ τῶν δικαστηρίων. Καὶ γὰρ καὶ τὸ πέλαγος αἱμάτων ἐνέπλησε, καὶ τὰ τῶν δικαστῶν φοινίσσει ξίφη παρανόμως πολλάκις, καὶ τοὺς ταῖς ὁδοῖς ἐφεδρεύοντας νύκτωρ καὶ μεθ᾽ ἡμέραν ὁπλίζει αὕτη, καὶ φύσιν ἀγνοῆσαι ἔπεισε, καὶ πατραλοίας ἐποίησε καὶ μητραλοίας, καὶ πάντα ἐπεισήγαγε τῷ βίῳ τὰ κακά.

Διὸ καὶ ῥίζαν αὐτῶν ὁ Παῦλος ταύτην καλεῖ. Αὕτη τοὺς αὐτῆς ἐραστὰς τῶν τὰ μέταλλα ἐργαζομένων οὐδὲν ἄμεινον ἀφίησι διακεῖσθαι. Καθάπερ γὰρ ἐκεῖνοι διηνεκῶς ἐν σκότῳ κατακεκλεισμένοι καὶ δεδεμένοι πονοῦσιν ἀνόνητα· οὕτω καὶ οὗτοι ἐν τοῖς σπηλαίοις τῆς φιλαργυρίας κατορωρυγμένοι, οὐδενὸς αὐτοῖς ἀνάγκην ἐπιτιθέντος, αὐτόματοι τὴν κόλασιν ἐπισπῶνται, ἑαυτοῖς δεσμοὺς περιθέντες ἀλύτους.

Καὶ οἱ μὲν κατάδικοι, κἂν ἑσπέρας καταλαβούσης ἀνίενται τῶν μόχθων· οὗτοι δὲ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ διορύττουσι τὰ πονηρὰ ταῦτα μέταλλα· καὶ τοῖς μὲν μέτρον ἐστὶν ὡρισμένον τῆς μοχθηρᾶς ἐργασίας ἐκείνης, οὗτοι δὲ μέτρον οὐδὲν ἴσασιν, ἀλλ᾽ ὅσον ἂν ὀρύξωσι, τοσούτῳ μείζονος ἐφίενται ταλαιπωρίας.

Εἰ δὲ ἐκεῖνοι μὲν ἄκοντες, οὗτοι δὲ ἑκόντες, τὸ χαλεπόν μοι λέγεις τοῦ νοσήματος, ὅτι οὐδὲ ἀπαλλαγῆναι δύνανται, εἴ γε μηδὲ μισοῦσι τὴν κακοπάθειαν. Ἀλλ᾽ ὥσπερ ὗς ἐν βορβόρῳ, οὕτω καὶ οὗτοι ταῖς τῆς φιλαργυρίας δυσωδίαις ἐγκαλινδούμενοι ἥδονται, χαλεπώτερα πάσχοντες τῶν καταδίκων ἐκείνων.

Ὅτι γὰρ ἐν χείροσίν εἰσιν, ἄκουσον τὰ ἐκείνων, καὶ τότε εἴσῃ τὰ τούτων. Λέγεται τοίνυν ἡ χρυσῖτις ἐκείνη γῆ χηραμοὺς καὶ καταδύσεις ἔχειν ἐν τοῖς ζοφεροῖς σπηλαίοις ἐκείνοις· τὸν οὖν κακοῦργον τὸν τοῖς ἐκεῖ καταδικασθέντα μόχθοις, διὰ τοῦτο λύχνον λαμβάνοντα καὶ δίκελλαν, οὕτως εἰσιέναι ἔνδον, καὶ ληκύθιον ἐπιφέρεσθαι, ὥστε ἐπιστάζειν ἐντεῦθεν τῷ λύχνῳ τὸ ἔλαιον, διὰ τὸ σκότος εἶναι καὶ ἐν ἡμέρᾳ ἀφεγγὲς, ὥσπερ ἔφθην εἰπών. Εἶτα ἐπειδὰν ὁ καιρὸς ἐπὶ τὴν ταλαίπωρον αὐτὸν καλῇ τροφὴν, αὐτὸν μὲν ἀγνοεῖν τὸν καιρὸν, τὸν δὲ δεσμοφύλακα τὸν ἐκείνου ἄνωθεν κατάξαντα σφοδρῶς τὸ σπήλαιον, διὰ τοῦ πατάγου καὶ τῆς φωνῆς ἐκείνης δηλοῦν τοῖς κάτω ἐργαζομένοις τῆς ἡμέρας τὸ τέλος. Ἆρ᾽ οὐκ ἐφρίξατε ταῦτα ἀκούσαντες; Ἴδωμεν τοίνυν, εἰ μὴ χαλεπώτερα τούτων πάσχουσιν οἱ φιλάργυροι. Καὶ γὰρ καὶ οὗτοι βαρύτερον ἔχουσι δεσμοφύλακα τὴν φιλαργυρίαν, καὶ τοσούτῳ βαρύτερον, ὅσῳ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν αὐτοῖς συνδεῖ. Καὶ τὸ σκότος δὲ τοῦτο, ἐκείνου φρικωδέστερον· οὐ γάρ ἐστιν αἰσθητὸν, ἀλλ᾽ ἔνδοθεν αὐτὸ τίκτοντες, ὅπουπερ ἂν ἀπίωσι, πανταχοῦ μεθ᾽ ἑαυτῶν περιφέρουσιν. Ἔσβεσται γὰρ αὐτοῖς ὁ τῆς ψυχῆς ὀφθαλμός. Διὸ καὶ μάλιστα πάντων αὐτοὺς ὁ Χριστὸς ταλανίζει λέγων· Εἰ δὲ τὸ φῶς τὸ ἐν σοὶ, σκότος, τὸ σκότος πόσον!

Κἀκεῖνοι μὲν κἂν λύχνον ἔχουσι φαίνοντα, οὗτοι δὲ καὶ ταύτης ἀπεστέρηνται τῆς αὐγῆς· διὸ καὶ καθ᾽ ἑκάστην ἡμέραν εἰς μυρία ἐμπίπτουσι βάραθρα.

Καὶ οἱ μὲν κατάδικοι, νυκτὸς καταλαμβανούσης, ἀναπνέουσιν, εἰς τὴν κοινὴν τῶν δυσημερούντων καταπλεύσαντες γαλήνην, τὴν νύκτα λέγω· τοῖς δὲ φιλαργύροις καὶ τοῦτον ἡ πλεονεξία προσέχωσε τὸν λιμένα· τοσαῦτα καὶ ἐν νυκτὶ φροντίζουσι χαλεπῶς, ἅτε μηδενὸς ἐνοχλοῦντος μετὰ σχολῆς ἁπάσης κατακόπτοντες ἑαυτούς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, ποῖος παραστήσει λόγος; τὰς καμίνους τὰς ἀφορήτους, τοὺς πυριφλεγέθοντας ποταμοὺς, τοὺς βρυχομένους ὀδόντας, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγὲς, τὰ μηδέποτε πέρας λαμβάνοντα κακά, Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, φοβηθῶμεν τὴν πηγὴν τῶν τοσούτων τιμωριῶν, τὴν ἀκόρεστον μανίαν, τὴν λύμην τῆς ἡμετέρας σωτηρίας. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ ἀργύριον φιλεῖν καὶ ψυχήν. Μάθωμεν ὅτι γῆ καὶ σποδὸς τὰ χρήματα, ὅτι ἀπολιμπάνει ἡμᾶς ἀποδημοῦντας ἐντεῦθεν, μᾶλλον δὲ ὅτι καὶ πρὸ τῆς ἀποδημίας πολλάκις ἡμῶν ἀποπηδᾷ, καὶ πρὸς τὰ μέλλοντα παραβλάπτει, καὶ πρὸς τὴν παροῦσαν ζωήν. Καὶ γὰρ πρὸ τῆς γεέννης καὶ πρὸ τῆς κολάσεως ἐκείνης μυρίοις κἀνταῦθα ἡμᾶς περιβάλλει πολέμοις, καὶ στάσεις ἐγείρει καὶ μάχας. Οὐδὲν γὰρ οὕτω πολεμοποιὸν, ὡς φιλαργυρία· οὐδὲν οὕτω πτωχοποιὸν, κἂν ἐν πλούτῳ, κἂν ἐν πενίᾳ φανῇ. Φύεται γὰρ καὶ ἐν πενήτων ψυχαῖς τὸ χαλεπὸν τοῦτο νόσημα, καὶ πλέον αὐτῶν ἐπιτρίβει τὴν πενίαν.

Κἂν εὑρεθῇ πένης φιλάργυρος, οὐκ ἐν χρήμασιν ὁ τοιοῦτος, ἀλλ᾽ ἐν λιμῷ δίδωσι δίκην. Οὐ γὰρ ἀνέχεται τῶν μετρίων αὐτῶν ἀπολαῦσαι μετὰ ἀδείας, ἀλλὰ καὶ τὴν γαστέρα λιμῷ κατατείνει, καὶ τὸ σῶμα ἅπαν γυμνότητι καὶ κρυμῷ τιμωρεῖται, καὶ τῶν δεσμωτῶν μᾶλλον αὐχμῶν καὶ ῥυπῶν πανταχοῦ φαίνεται· καὶ ἀεὶ θρηνεῖ καὶ ὀδύρεται, ὥσπερ πάντων ὢν ἀθλιώτερος, κἂν μυρίους πενεστέρους ἔχῃ. Οὗτος, κἂν εἰς ἀγορὰν ἐμβάλλῃ, πολλοὺς λαβὼν ἄπεισι μώλωπας· κἂν εἰς βαλανεῖον, κἂν εἰς θέατρον, πλείονα λήψεται τραύματα, οὐκ ἀπὸ τῶν θεωρούντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς, ὅταν ἴδῃ πολλὰς τῶν πορνευομένων γυναικῶν χρυσίῳ καταλαμπομένας. Οὗτος κἂν τὴν θάλατταν πλέῃ, τοὺς ἐμπόρους πάλιν καὶ τὰς μυριαγώγους ναῦς ἐννοῶν καὶ τὰ ἄπειρα κέρδη, οὐδὲ ζῇν ἑαυτὸν ἡγήσεται· κἂν διὰ γῆς ὁδεύῃ, τοὺς ἀγροὺς, τὰ προάστεια, τὰ καταλύματα, τὰ βαλανεῖα, τὰς ἐκ τούτων προσόδους ἀναλογιζόμενος, ἀβίωτον ἑαυτῷ τὸν βίον ἡγήσεται εἶναι λοιπόν· κἂν οἴκοι δὲ κατακλείσῃς αὐτὸν, τὰ ἀπὸ τῆς ἀγορᾶς τραύματα ἀναξαίνων, καθ᾽ ἑαυτὸν μειζόνως λυμανεῖται τὴν ψυχήν· καὶ μίαν οἶδε παραμυθίαν μόνην τῶν κατεχόντων αὐτὸν κακῶν, τὸν θάνατον καὶ τὴν ἐντεῦθεν ἀπαλλαγήν.

Ταῦτα δὲ οὐχ ὁ πένης μόνον, ἀλλὰ καὶ ὁ πλούσιος ὁ τούτῳ περιπεσὼν τῷ νοσήματι πείσεται, καὶ τοσούτῳ μᾶλλον τοῦ πένητος, ὅσῳ καὶ σφοδροτέρα ἐπίκειται τούτῳ ἡ τυραννὶς, καὶ πλείων ἡ μέθη. Διὸ καὶ πάντων πενέστερον ἑαυτὸν οὗτος ἡγήσεται, μᾶλλον δὲ καὶ ἔστι πενέστερος. Οὐ γὰρ τῷ μέτρῳ τῆς οὐσίας, ἀλλὰ τῇ διαθέσει τῆς γνώμης ὁ πλοῦτος καὶ ἡ πενία κρίνονται· καὶ ἐκεῖνος μᾶλλόν ἐστιν ὁ πάντων πτωχότατος, ὁ ἀεὶ τοῦ πλείονος ἐπιθυμῶν, καὶ μηδέποτε στῆσαι δυνάμενος τὴν πονηρὰν ταύτην ἐπιθυμίαν. Διὰ δὴ ταῦτα πάντα φεύγωμεν τὴν φιλαργυρίαν, τὴν πτωχοποιὸν, τὴν ψυχοφθόρον, τὴν γεέννης φίλην, τὴν ἐχθρὰν τῆς βασιλείας τῶν οὐρανῶν, τὴν μητέρα πάντων ὁμοῦ τῶν κακῶν· καὶ καταφρονῶμεν χρημάτων, ἵνα ἀπολαύσωμεν χρημάτων, καὶ μετὰ τῶν χρημάτων ἀπολαυσόμεθα καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς,

ΟΜΙΛΙΑ ΚΔʹ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν, καὶ τὰ ἑξῆς.

αʹ. Ἐπειδήπερ ἐφόβησεν αὐτοὺς ἱκανῶς, τὰ παλαιὰ διηγησάμενος παραδείγματα, καὶ εἰς ἀγωνίαν ἐνέβαλεν, εἰπὼν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ἦσαν δὲ καὶ πειρασμοὺς ἐνηνοχότες πολλοὺς, καὶ γυμνασάμενοι πολλάκις ἐν τούτοις· Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησὶ, καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· ἵνα μὴ λέγωσι, Τί φοβεῖς ἡμᾶς καὶ δεδίττῃ; οὐκ ἐσμὲν τούτων ἀμελέτητοι τῶν κακῶν· καὶ γὰρ ἠλάθημεν καὶ ἐδιώχθημεν καὶ πολλοὺς καὶ συνεχεῖς ὑπεμείναμεν κινδύνους· καταστέλλων αὐτῶν πάλιν τὸ φύσημα, φησὶ, Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· τουτέστι, μικρὸς, βραχὺς, σύμμετρος. Τὸ γὰρ ἀνθρώπινον ἐπὶ τοῦ μικροῦ λέγει, ὡς ὅταν λέγῃ· Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Μὴ τοίνυν μέγα φρονεῖτε, φησὶν, ὡς περιγενόμενοι τοῦ κλυδωνίου· οὐδέποτε γὰρ εἴδετε κίνδυνον θάνατον ἀπειλοῦντα, οὐδὲ πειρασμὸν σφαγὴν ἐπανατεινόμενον· ὃ καὶ Ἑβραίοις ἔλεγεν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Εἶτα ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς πάλιν αὐτοὺς ἀνίστησι μετὰ τοῦ πεῖσαι μετριάζειν, λέγων· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε. Ἄρα εἰσὶ πειρασμοὶ, οὓς οὐ δυνατὸν ὑπενεγκεῖν. Καὶ τίνες οὗτοι; Πάντες, ὡς εἰπεῖν· τὸ γὰρ δυνατὸν ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ κεῖται, ἣν διὰ τῆς ἡμετέρας ἐπισπώμεθα γνώμης.

Διόπερ ἵνα μάθῃς ἀκριβῶς, ὅτι οὐ μόνον ἐκείνους τοὺς ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλ᾽ οὐδὲ τούτους τοὺς ἀνθρωπίνους ἔνι χωρὶς τῆς ἐκεῖθεν βοηθείας ῥᾳδίως ἐνεγκεῖν, ἐπήγαγεν· Ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.

Οὐδὲ γὰρ ἐκείνους τοὺς συμμέτρους, ὅπερ ἔφην, φησὶ, τῇ ἰδίᾳ δυνάμει διοίσομεν· ἀλλὰ κἀνταῦθα τῆς παρ᾽ αὐτοῦ δεόμεθα συμμαχίας, ὥστε αὐτοὺς διεξελθεῖν, καὶ πρὶν ἢ διεξελθεῖν, ἐνεγκεῖν. Αὐτὸς γὰρ καὶ τὴν ὑπομονὴν δίδωσι, καὶ τὴν ταχεῖαν ἀπαλλαγὴν ἐπάγει, ὥστε καὶ ταύτῃ φορητὸν γενέσθαι τὸν πειρασμόν. Τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν· καὶ πάντα αὐτῷ ἀνατίθησι. Διόπερ, ἀδελφοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. Πάλιν αὐτοὺς θεραπεύει τῷ τῆς συγγενείας ὀνόματι, καὶ μετὰ πολλοῦ τοῦ τάχους ἐπείγει τῆς ἁμαρτίας ἀπαλλαγῆναι ταύτης. Οὐδὲ γὰρ εἶπεν, Ἀποστῆτε, ἁπλῶς, ἀλλὰ, Φεύγετε· καὶ τὸ πρᾶγμα εἰδωλολατρείαν καλεῖ, καὶ οὐκέτι διὰ τὴν τοῦ πλησίον βλάβην ἀφίστασθαι μόνον κελεύει, ἀλλὰ καὶ αὐτὸ καθ᾽ ἑαυτὸ δείκνυσιν ἱκανὸν μεγάλην ἐνεγκεῖν λύμην. Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.

Ἐπειδὴ γὰρ μέγα ἐφθέγξατο, καὶ τὴν κατηγορίαν ηὔξησεν, εἰδωλολατρείαν καλέσας, ἵνα μὴ δόξῃ τραχύνειν αὐτοὺς καὶ φορτικὸν ποιεῖν τὸν λόγον, αὐτοῖς λοιπὸν ἐπιτρέπει τὴν κρίσιν, καὶ μετ᾽ ἐγκωμίου καθίζει τοὺς δικάζοντας. Ὡς φρονίμοις γὰρ λέγω, φησίν· ὅπερ σφόδρα θαῤῥοῦντός ἐστι τοῖς οἰκείοις δικαιώμασι, τὸ τὸν ἐγκαλούμενον αὐτὸν καθίσαι τῶν λεγομένων κριτήν. Τοῦτο καὶ τὸν ἀκροατὴν αἴρει μειζόνως, ὅταν μὴ ὡς ἐπιτάττων μηδὲ ὡς νομοθετῶν, ἀλλ᾽ ὡς συμβουλεύων καὶ παρ᾽ αὐτοῖς ἐκείνοις δικαζόμενος, οὕτω διαλέγηται. Ἰουδαίοις μὲν γὰρ, ἅτε ἀνοητότερον διακειμένοις καὶ παιδικώτερον, οὐχ οὕτως ὁ Θεὸς διελέγετο, οὐδὲ πανταχοῦ τὰς αἰτίας αὐτοῖς ἔλεγε τῶν ἐπιταγμάτων, ἀλλ᾽ ἐκέλευε μόνον· ἐνταῦθα δὲ, ἐπειδὴ πολλῆς ἐλευθερίας ἀπελαύσαμεν, καὶ συμβουλῆς ἀπολαύομεν, καὶ ὡς φίλοις διαλέγεται καί φησιν· Οὐ δέομαι ἑτέρων δικαστῶν· αὐτοί μοι τὴν ψῆφον ὑμεῖς φέρετε ταύτην, ὑμᾶς λαμβάνω κριτάς. Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Τί λέγεις, ὦ μακάριε Παῦλε; θέλων ἐντρέψαι τὸν ἀκροατὴν, καὶ μυστηρίων μεμνημένος φρικτῶν, εὐλογίας ποτήριον καλεῖς τὸ ποτήριον τὸ φοβερὸν καὶ φρικωδέστατον ἐκεῖνο; Ναὶ, φησίν· οὐ γὰρ μικρὸν τὸ εἰρημένον. Εὐλογίαν γὰρ ὅταν εἴπω, πάντα ἀναπτύσσω τὸν τῆς εὐεργεσίας τοῦ Θεοῦ θησαυρὸν, καὶ τῶν μεγάλων ἐκείνων ἀναμιμνήσκω δωρεῶν.

Καὶ γὰρ καὶ ἡμεῖς ἐπιλέγοντες τῷ ποτηρίῳ τὰς ἀφάτους εὐεργεσίας τοῦ Θεοῦ, καὶ ὅσων ἀπολελαύκαμεν, οὕτως αὐτὸ προσάγομεν καὶ κοινωνοῦμεν, εὐχαριστοῦντες ὅτι τῆς πλάνης ἀπήλλαξε τὸ τῶν ἀνθρώπων γένος· ὅτι μακρὰν ὄντας, ἐγγὺς ἐποίησεν· ὅτι ἐλπίδα μὴ ἔχοντας καὶ ἀθέους ἐν τῷ κόσμῳ, ἀδελφοὺς ἑαυτοῦ κατεσκεύασε καὶ συγκληρονόμους. Ὑπὲρ τούτων καὶ τῶν τοιούτων ἁπάντων εὐχαριστοῦντες, οὕτω πρόσιμεν.

Πῶς οὖν οὐκ ἐναντία ποιεῖτε, φησὶν, ὦ Κορίνθιοι, εὐλογοῦντες μὲν τὸν Θεὸν, ὅτι τῶν εἰδώλων ὑμᾶς ἀπήλλαξε, πάλιν δὲ ἐπὶ τὰς ἐκείνων τρέχοντες τραπέζας; Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Σφόδρα πιστῶς καὶ φοβερῶς εἴρηκεν. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν, ὅτι Τοῦτο τὸ ἐν τῷ ποτηρίῳ ὂν, ἐκεῖνό ἐστι τὸ ἀπὸ τῆς πλευρᾶς ῥεῦσαν, καὶ ἐκείνου μετέχομεν. Ποτήριον δὲ εὐλογίας ἐκάλεσεν, ἐπειδὴ αὐτὸ μετὰ χεῖρας ἔχοντες, οὕτως αὐτὸν ἀνυμνοῦμεν, θαυμάζοντες καὶ ἐκπληττόμενοι τῆς ἀφάτου δωρεᾶς, εὐλογοῦντες ὅτι καὶ αὐτὸ τοῦτο ἐξέχεεν, ἵνα μὴ μείνωμεν ἐν τῇ πλάνῃ· καὶ οὐ μόνον ἐξέχεεν, ἀλλὰ καὶ πᾶσιν ἡμῖν αὐτοῦ μετέδωκεν. Ὥστε εἰ αἵματος ἐπιθυμεῖς, φησὶ, μὴ τὸν τῶν εἰδώλων βωμὸν τῷ τῶν ἀλόγων φόνῳ, ἀλλὰ τὸ θυσιαστήριον τὸ ἐμὸν τῷ ἐμῷ φοίνισσε αἵματι. Τί τούτου φρικωδέστερον; τί δὲ φιλοστοργότερον; εἰπέ μοι.

βʹ. Τοῦτο καὶ οἱ ἐρῶντες ποιοῦσιν. Ὅταν ἴδωσι τοὺς ἐρωμένους τῶν ἀλλοτρίων ἐπιθυμοῦντας καὶ τῶν οἰκείων καταφρονοῦντας, τὰ αὐτῶν διδόντες πείθουσιν ἀποστῆναι τῶν ἐκείνων. Ἀλλ᾽ οἱ ἐρῶντες μὲν ἐν χρήμασι καὶ ἱματίοις καὶ κτήμασι ταύτην ἐπιδείκνυνται τὴν φιλοτιμίαν, ἐν αἵματι δὲ οὐδεὶς οὐδέποτε· ὁ δὲ Χριστὸς καὶ ἐν τούτῳ τὴν κηδεμονίαν ἐπεδείξατο καὶ τὴν θερμὴν περὶ ἡμᾶς ἀγάπην. Καὶ ἐν μὲν τῇ Παλαιᾷ ἐπειδὴ ἀτελέστερον διέκειντο, ὃ τοῖς εἰδώλοις προσέφερον αἷμα, τοῦτο αὐτὸς ὑπέμεινε καταδέξασθαι, ἵνα ἀποστήσῃ ἐκείνων, ὃ καὶ αὐτὸ πάλιν ἀφάτου φιλοστοργίας ἦν· ἐνταῦθα δὲ ἐπὶ τὸ πολλῷ φρικωδέστερον καὶ μεγαλοπρεπέστερον τὴν ἱερουργίαν μετεσκεύασε, καὶ τὴν θυσίαν αὐτὴν ἀμείψας, καὶ ἀντὶ τῆς τῶν ἀλόγων σφαγῆς ἑαυτὸν προσφέρειν κελεύσας.

Ὁ ἄρτος, ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστι; Διὰ τί μὴ εἶπε, Μετοχή; Ὅτι πλέον τι δηλῶσαι ἠβουλήθη, καὶ πολλὴν ἐνδείξασθαι τὴν συνάφειαν. Οὐ γὰρ τῷ μετέχειν μόνον καὶ μεταλαμβάνειν, ἀλλὰ καὶ τῷ ἑνοῦσθαι κοινωνοῦμεν.

Καθάπερ γὰρ τὸ σῶμα ἐκεῖνο ἥνωται τῷ Χριστῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ διὰ τοῦ ἄρτου τούτου ἑνούμεθα. Διὰ τί δὲ προσέθηκεν, Ὃν κλῶμεν; τοῦτο γὰρ ἐπὶ μὲν τῆς εὐχαριστίας ἔστιν ἰδεῖν γινόμενον· ἐπὶ δὲ τοῦ σταυροῦ οὐκέτι, ἀλλὰ καὶ τοὐναντίον τούτῳ· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβήσεται.

Ἀλλ᾽ ὅπερ οὐκ ἔπαθεν ἐπὶ τοῦ σταυροῦ, τοῦτο πάσχει ἐπὶ τῆς προσφορᾶς διὰ σὲ, καὶ ἀνέχεται διακλώμενος, ἵνα πάντας ἐμπλήσῃ. Εἶτα ἐπειδὴ εἶπε, Κοινωνία τοῦ σώματος, τὸ δὲ κοινωνοῦν ἕτερόν ἐστιν ἐκείνου, οὗ κοινωνεῖ, καὶ ταύτην τὴν δοκοῦσαν εἶναι μικρὰν διαφορὰν ἀνεῖλεν. Εἰπὼν γὰρ, Κοινωνία τοῦ σώματος, ἐζήτησε πάλιν ἐγγύτερόν τι εἰπεῖν· διὸ καὶ ἐπήγαγεν, Ὅτι εἷς ἄρτος, ἓν σῶμά ἐσμεν οἱ πολλοί. Τί γὰρ λέγω κοινωνίαν; φησίν· αὐτό ἐσμεν ἐκεῖνο τὸ σῶμα. Τί γάρ ἐστιν ὁ ἄρτος;

Σῶμα Χριστοῦ. Τί δὲ γίνονται οἱ μεταλαμβάνοντες; Σῶμα Χριστοῦ· οὐχὶ σώματα πολλὰ, ἀλλὰ σῶμα ἕν. Καθάπερ γὰρ ὁ ἄρτος ἐκ πολλῶν συγκείμενος κόκκων ἥνωται, ὡς μηδαμοῦ φαίνεσθαι τοὺς κόκκους, ἀλλ᾽ εἶναι μὲν αὐτοὺς, ἄδηλον δὲ αὐτῶν εἶναι τὴν διαφορὰν τῇ συναφείᾳ· οὕτω καὶ ἀλλήλοις καὶ τῷ Χριστῷ συναπτόμεθα. Οὐ γὰρ ἐξ ἑτέρου μὲν σώματος σὺ, ἐξ ἑτέρου δὲ ἐκεῖνος τρέφεται, ἀλλ᾽ ἐκ τοῦ αὐτοῦ πάντες· διὸ καὶ ἐπήγαγεν· Οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. Εἰ δὲ ἐκ τοῦ αὐτοῦ, καὶ τὸ αὐτὸ γινόμεθα πάντες, διὰ τί μὴ καὶ τὴν αὐτὴν ἀγάπην ἐπιδεικνύμεθα, καὶ γινόμεθα καὶ κατὰ τοῦτο ἕν; Καὶ γὰρ καὶ τὸ παλαιὸν ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων τοῦτο ἦν. Τοῦ γὰρ πλήθους τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἀλλ᾽ οὐχὶ νῦν, ἀλλὰ τοὐναντίον ἅπαν· πολλοὶ καὶ ποικίλοι μεταξὺ πάντων οἱ πόλεμοι, καὶ θηρίων χαλεπώτερον πρὸς τὰ ἀλλήλων διακείμεθα μέλη.

Καὶ ὁ μὲν Χριστὸς τοσοῦτόν σε διεστηκότα ἑαυτῷ ἥνωσε· σὺ δὲ οὐδὲ τῷ ἀδελφῷ ἀξιοῖς ἡνῶσθαι μετὰ ἀκριβείας τῆς προσηκούσης, ἀλλὰ ἀποσχίζεις σεαυτὸν, τοσαύτης καὶ ἀγάπης καὶ ζωῆς ἀπολαύσας παρὰ τοῦ Δεσπότου. Οὐδὲ γὰρ ἁπλῶς τὸ σῶμα αὐτοῦ ἔδωκεν· ἀλλ᾽ ἐπειδὴ ἡ προτέρα τῆς σαρκὸς φύσις ἡ ἀπὸ γῆς διαπλασθεῖσα, ἀπὸ τῆς ἁμαρτίας ἔφθασε νεκρωθῆναι καὶ ζωῆς γενέσθαι ἔρημος, ἑτέραν, ὡς ἂν εἴποι τις, μᾶζαν καὶ ζύμην ἐπεισήγαγε, τὴν ἑαυτοῦ σάρκα, φύσει μὲν οὖσαν τὴν αὐτὴν, ἁμαρτίας δὲ ἀπηλλαγμένην καὶ ζωῆς γέμουσαν, καὶ πᾶσιν ἔδωκεν αὐτῆς μεταλαμβάνειν, ἵνα ταύτῃ τρεφόμενοι, καὶ τὴν προτέραν ἀποθέμενοι τὴν νεκρὰν, εἰς τὴν ζωὴν τὴν ἀθάνατον διὰ τῆς τραπέζης ἀνακερασθῶμεν ταύτης.

Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; Πάλιν ἀπὸ τῆς Παλαιᾶς καὶ εἰς τοῦτο ἐνάγει. Ἐπειδὴ γὰρ πολὺ τοῦ μεγέθους τῶν λεχθέντων ἦσαν ταπεινότεροι, καὶ ἀπὸ τῶν προτέρων αὐτοὺς καὶ συνήθων πείθει. Καὶ καλῶς, Κατὰ σάρκα, φησὶν, ὡς αὐτῶν κατὰ πνεῦμα ὄντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε, ὅτι οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν.

Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε μηδὲ τοῦτο ἴσασιν, ὅτι κοινωνία τις ἀπὸ τούτων καὶ φιλία πολλοῖς πολλάκις πρὸς δαίμονας γίνεται, κατὰ μικρὸν τῆς συνηθείας αὐτοὺς ἐφελκομένης; Εἰ γὰρ ἐπ᾽ ἀνθρώπων τὸ κοινωνεῖν ἁλῶν καὶ τραπέζης φιλίας ἀφορμὴ καὶ σύμβολον γίνεται, ἐγχωρεῖ καὶ ἐπὶ δαιμόνων τοῦτο συμβῆναι· σὺ δέ μοι σκόπει, πῶς ἐπὶ μὲν τῶν Ἰουδαίων οὐκ εἶπεν, ὅτι τῷ Θεῷ κοινωνοῦσιν, ἀλλὰ, Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί· καὶ γὰρ κατεκαίετο τὸ τεθειμένον· ἐπὶ δὲ τοῦ σώματος τοῦ Χριστοῦ οὐχ οὕτως· ἀλλὰ πῶς; Κοινωνία τοῦ σώματος τοῦ Κυρίου ἐστίν. Οὐ γὰρ τοῦ θυσιαστηρίου, ἀλλ᾽ αὐτοῦ τοῦ Χριστοῦ κοινωνοὶ γινόμεθα. Εἰπὼν δὲ, ὅτι Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, εἶτα δείσας μὴ δόξῃ ὡσπερεὶ ἰσχὺν ἐχόντων τῶν εἰδώλων διαλέγεσθαι καὶ δυναμένων τι βλάψαι· ὅρα πῶς αὐτὰ καθαιρεῖ πάλιν λέγων· Τί οὖν φημι; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστι;

γʹ. Ταῦτα δὲ λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναμένων βλάψαι τι τῶν εἰδώλων ἢ ἰσχὺν ἐχόντων· οὐδὲν γάρ ἐστιν· ἀλλὰ βούλομαι καταφρονεῖν αὐτῶν ὑμᾶς. Καὶ εἰ βούλει καταφρονεῖν, φησὶ, τίνος ἕνεκεν μετὰ σπουδῆς αὐτῶν ἡμᾶς ἀπάγει; Ὅτι οὐ προσάγεται τῷ Δεσπότῃ τῷ σῷ. Ὃ γὰρ θύει, φησὶ, τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. Μὴ τοίνυν τρέχετε ἐπὶ τὰ ἐναντία. Οὐδὲ γὰρ, εἰ βασιλέως υἱὸς ἦς, εἶτα τῆς πατρικῆς ἀπολαύων τραπέζης, ἀφεὶς ἐκείνην, τῆς τῶν καταδίκων καὶ δεσμωτῶν ἠθέλησας κοινωνῆσαι ἐν τῷ δεσμωτηρίῳ, ἐπέτρεψεν ἂν ὁ πατήρ· ἀλλὰ καὶ μετὰ πολλῆς ἂν ἀπήγαγε τῆς σφοδρότητος, οὐχ ὡς δυναμένης τῆς τραπέζης βλάψαι, ἀλλ᾽ ὡς καταισχυνούσης σου τὴν εὐγένειαν καὶ τὴν τράπεζαν τὴν βασιλικήν.

Καὶ γὰρ καὶ οὗτοι οἰκέται εἰσὶ προσκεκρουκότες, ἠτιμωμένοι, κατάδικοι, δεσμῶται ἀφορήτῳ κολάσει τηρούμενοι, μυρίοις ὑπεύθυνοι κακοῖς. Πῶς οὖν οὐκ αἰσχύνῃ κατὰ τοὺς λαιμάργους καὶ ἀνελευθέρους, ὅταν θῶσι τράπεζαν οἱ κατάδικοι οὗτοι, τρέχων ἐκεῖ καὶ μετέχων τῶν προκειμένων; Διὰ δὴ τοῦτο ἀπάγω· ὁ γὰρ σκοπὸς τῶν θυόντων καὶ τὸ πρόσωπον τῶν δεχομένων ἀκάθαρτα ποιεῖ τὰ προκείμενα.

Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. Εἶδες φιλίαν πατρὸς κηδεμονικοῦ; εἶδες καὶ αὐτὸ τὸ ῥῆμα πολλὴν ἔχον τὴν ἔμφασιν τῆς διαθέσεως; Οὐδὲν γὰρ βούλομαι κοινὸν ἔχειν ὑμᾶς πρὸς ἐκείνους, φησίν. Εἶτα ἐπειδὴ ἐν τάξει παραινέσεως τὸν λόγον εἰσήγαγεν, ἵνα μή τις τῶν παχυτέρων καταφρονήσῃ, ὡς ἐξουσίαν ἔχων, ἐπειδὴ εἶπεν, Οὐ θέλω, καὶ Ὑμεῖς κρίνατε, ἀποφαίνεται λοιπὸν καὶ νομοθετεῖ λέγων· Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Καὶ ἀρκεῖται τοῖς ὀνόμασι μόνοις εἰς τὴν ἀπαγωγήν. Εἶτα καὶ ἐντρεπτικῶς· Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Τουτέστι, Πειράζομεν αὐτὸν, εἰ δύναται κολάσαι ἡμᾶς, καὶ παρακνίζομεν αὐτὸν πρὸς τοὺς ἐναντίους ἀποχωροῦντες, καὶ μετὰ τῶν αὐτοῦ πολεμίων ταττόμενοι; Τοῦτο δὲ εἶπε, ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας καὶ πατρικῆς παρανομίας. Διὸ καὶ τῇ λέξει ταύτῃ κέχρηται, ᾗ καὶ πρὸς Ἰουδαίους ὁ Μωϋσῆς ἐχρήσατό ποτε, ἐγκαλῶν ὑπὲρ εἰδωλολατρείας ἐκ προσώπου τοῦ Θεοῦ· Αὐτοὶ γὰρ, φησὶ, παρεζήλωσάν με ἐπ᾽ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Εἶδες πῶς φοβερῶς, πῶς φρικτῶς ἐπέπληξεν, αὐτὰ διασείσας αὐτῶν τὰ νεῦρα, καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ σφόδρα αὐτῶν καθαψάμενος καὶ κατενεγκὼν αὐτῶν τὸ φύσημα;

Καὶ διὰ τί μὴ ἐξ ἀρχῆς ταῦτα τέθεικεν, φησὶν, ἃ μάλιστα ἂν αὐτοὺς ἀπήγαγεν; Ὅτι ἔθος αὐτῷ διὰ πλειόνων ἃ βούλεται κατασκευάζειν, καὶ τὰ ἰσχυρότερα ὕστερον τιθέναι, καὶ ἐκ περιουσίας νικᾷν. Διὰ δὴ τοῦτο ἀπὸ τῶν καταδεεστέρων ἀρξάμενος, ἐπὶ τὸ κεφάλαιον ἦλθε τῶν κακῶν. Οὕτω γὰρ καὶ τοῦτο εὐπαράδεκτον μᾶλλον ἐγίνετο, τοῖς προτέροις τῆς διανοίας αὐτῶν καταλεανθείσης. Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ. Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος. Ὁρᾷς σύνεσιν ἠκριβωμένην; Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι Τέλειός εἰμι καὶ κύριος ἐμαυτοῦ, καὶ οὐδὲν βλαπτόμενος ἀπογεύομαι τῶν προκειμένων· Ναὶ, φησὶ, τέλειος μὲν εἶ καὶ σαυτοῦ κύριος· ἀλλὰ μὴ τοῦτο σκόπει, ἀλλ᾽ εἰ μὴ βλάβην ἔχει τὸ γινόμενον, ἀλλ᾽ εἰ μὴ καταστροφήν.

Καὶ γὰρ ἀμφότερα εἴρηκεν, Οὐ πάντα συμφέρει, οὐ πάντα οἰκοδομεῖ, λέγων, καὶ τὸ μὲν ὑπὲρ ἑαυτοῦ, τὸ δὲ ὑπὲρ τοῦ ἀδελφοῦ τιθείς. Τὸ μὲν γὰρ εἰπεῖν, Οὐ συμφέρει, τὴν ἐκείνου ἀπώλειαν αἰνιττομένου ἐστί· τὸ δὲ εἰπεῖν, Οὐκ οἰκοδομεῖ, τὸ τοῦ ἀδελφοῦ σκάνδαλον. Διὸ καὶ ἐπήγαγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω· ὃ πανταχοῦ καὶ διὰ πάσης κατασκευάζει ἐπιστολῆς, καὶ ἐν τῇ πρὸς Ῥωμαίους· ὡς ὅταν λέγῃ· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσε· καὶ πάλιν, Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον· καὶ ἐνταῦθα πάλιν· οὐ μὴν ἐπεξεργάζεται αὐτὸ ἐνταῦθα. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν διὰ πολλῶν αὐτὸ κατεσκεύασε καὶ ἀπέδειξεν, ὅτι οὐδαμοῦ τὸ αὐτοῦ ζητεῖ, ἀλλὰ καὶ Ἰουδαίοις ὡς Ἰουδαῖος ἐγένετο, καὶ ἀνόμοις ὡς ἄνομος, καὶ τῇ ἐλευθερίᾳ τῇ ἑαυτοῦ καὶ τῇ ἐξουσίᾳ οὐχ ἁπλῶς ἐχρήσατο, ἀλλ᾽ εἰς τὸ πᾶσι συμφέρον, δουλεύων ἅπασιν· ὀλίγοις ἀρκεσθεὶς ῥήμασιν ἐνταῦθα ἀπηλλάγη, εἰς μνήμην διὰ τῶν ὀλίγων τούτων παραπέμπων τῶν εἰρημένων αὐτοὺς ἁπάντων. Ταῦτ᾽ οὖν καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, προνοῶμεν τῶν ἀδελφῶν, καὶ τὴν ἑνότητα τὴν πρὸς αὐτοὺς διατηρῶμεν.

Εἰς τοῦτο γὰρ ἡμᾶς ἡ θυσία ἐκείνη ἐνάγει ἡ φοβερὰ καὶ φρικώδης, κελεύουσα ἡμῖν μεθ᾽ ὁμονοίας αὐτῇ μάλιστα προσιέναι καὶ θερμῆς ἀγάπης, καὶ ἀετοὺς γενομένους ἐντεῦθεν, οὕτω πρὸς αὐτὸν ἵπτασθαι τὸν οὐρανόν. Ὅπου γὰρ τὸ πτῶμα, φησὶν ἐκεῖ καὶ οἱ ἀετοί· πτῶμα καλῶν τὸ σῶμα διὰ τὸν θάνατον. Εἰ μὴ γὰρ ἐκεῖνος ἔπεσεν, ἡμεῖς οὐκ ἂν ἀνέστημεν. Ἀετοὺς δὲ καλεῖ, δεικνὺς ὅτι καὶ ὑψηλὸν εἶναι δεῖ τὸν προσιόντα τῷ σώματι τούτῳ, καὶ μηδὲν πρὸς τὴν γῆν κοινὸν ἔχειν, μηδὲ κάτω σύρεσθαι καὶ ἕρπειν, ἀλλ᾽ ἄνω πέτεσθαι διηνεκῶς, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἐνορᾷν, καὶ ὀξυδερκὲς τὸ ὄμμα τῆς διανοίας ἔχειν· ἀετῶν γὰρ, οὐ κολοιῶν αὕτη ἡ τράπεζα.

Οὗτοι καὶ τότε ἀπαντήσονται ἐκ τῶν οὐρανῶν καταβαίνοντι οἱ νῦν ἀξίως ἀπολαύοντες, ὥσπερ οὖν οἱ ἀναξίως τὰ ἔσχατα πείσονται. δʹ. Εἰ γὰρ βασιλέα τις οὐκ ἂν ἁπλῶς δέξοιτο· τί λέγω βασιλέα; ἱματίου μὲν οὖν βασιλικοῦ οὐκ ἄν τις ἁπλῶς ἅψαιτο χερσὶν ἀκαθάρτοις, κἂν ἐπ᾽ ἐρημίας ᾖ, κἂν μόνος ᾖ, κἂν μηδεὶς ὁ παρών· καίτοι γε οὐδὲν ἕτερόν ἐστι τὸ ἱμάτιον, ἢ σκωλήκων νήματα. Εἰ δὲ τὴν βαφὴν θαυμάζεις, καὶ αὕτη νεκρωθέντος ἰχθύος ἐστὶν αἷμα· ἀλλ᾽ ὅμως οὐκ ἄν τις ἕλοιτο ῥυπαραῖς αὐτοῦ κατατολμῆσαι χερσίν. Εἰ δὲ ἀνθρωπίνου ἱματίου οὐκ ἄν τις τολμήσειεν ἁπλῶς θίγειν, πῶς τὸ σῶμα τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ἄμωμον, τὸ καθαρὸν, τὸ τῇ θείᾳ ἐκείνῃ φύσει ὁμιλῆσαν, δι᾽ ὃ ἐσμὲν καὶ ζῶμεν, δι᾽ ὃ πύλαι θανάτου κατεκλάσθησαν καὶ οὐρανοῦ ἁψῖδες ἀνεῴχθησαν, τοῦτο μετὰ τοσαύτης ὕβρεως ληψόμεθα;

Μὴ, παρακαλῶ, μὴ κατασφάξωμεν ἑαυτοὺς διὰ τῆς ἀναισχυντίας, ἀλλὰ μετὰ φρίκης καὶ καθαρότητος ἁπάσης αὐτῷ προσίωμεν· καὶ ὅταν αὐτὸ προκείμενον ἴδῃς, λέγε πρὸς σεαυτόν· Διὰ τοῦτο τὸ σῶμα οὐκέτι γῆ καὶ σποδὸς ἐγὼ, οὐκέτι αἰχμάλωτος, ἀλλ᾽ ἐλεύθερος· διὰ τοῦτο τοὺς οὐρανοὺς ἐλπίζω, καὶ τὰ ἐν αὐτοῖς ἀπολήψεσθαι ἀγαθὰ, τὴν ἀθάνατον ζωὴν, τὴν τῶν ἀγγέλων λῆξιν, τὴν μετὰ Χριστοῦ ὁμιλίαν· τοῦτο τὸ σῶμα προσηλούμενον καὶ μαστιζόμενον οὐκ ἤνεγκεν ὁ θάνατος· τοῦτο τὸ σῶμα καὶ ἥλιος σταυρούμενον ἰδὼν, τὰς ἀκτῖνας ἀπέστρεψε· διὰ τοῦτο καὶ καταπέτασμα ἐσχίζετο τότε, καὶ πέτραι ἐῤῥήγνυντο, καὶ γῆ πᾶσα ἐτινάσσετο· τοῦτο ἐκεῖνο τὸ σῶμά ἐστι τὸ ᾑμαγμένον, τὸ λόγχῃ πληγὲν, καὶ τὰς σωτηρίους πηγὰς ἀναβλύσαν, τὴν τοῦ αἵματος, τὴν τοῦ ὕδατος τῇ οἰκουμένῃ πάσῃ. Βούλει καὶ ἑτέρωθεν τὴν ἰσχὺν αὐτοῦ μαθεῖν; Ἐρώτησον τὴν αἱμοῤῥοοῦσαν, τὴν οὐκ αὐτοῦ, ἀλλὰ τοῦ περικειμένου αὐτῷ ἱματίου, μᾶλλον δὲ οὐδὲ τούτου ὁλοκλήρου, ἀλλὰ τοῦ κρασπέδου ἁψαμένην· ἐρώτησον τὴν θάλασσαν, τὴν ὑπὲρ τῶν νώτων αὐτὸ βαστάσασαν· ἐρώτησον καὶ αὐτὸν τὸν διάβολον, καὶ εἰπέ· Πόθεν ἔχεις τὴν πληγὴν τὴν ἀνίατον; πόθεν οὐκέτι ἰσχύεις οὐδέν; πόθεν ἑάλως; τίνι κατεσχέθης φεύγων; καὶ οὐδὲν ἕτερον, ἢ τὸ σῶμα ἐρεῖ τὸ σταυρωθέν.

Διὰ τούτου τὰ κέντρα αὐτοῦ κατεκλάσθη· διὰ τούτου ἡ κεφαλὴ αὐτοῦ συνετρίβη· διὰ τούτου αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι ἐδειγματίσθησαν· Ἀπεκδυσάμενος γὰρ, φησὶ, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν, ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Ἐρώτησον καὶ τὸν θάνατον, καὶ εἰπέ· Πόθεν ἀνῃρέθη σου τὸ κέντρον; πόθεν κατελύθη σου τὸ νῖκος; πόθεν ἐξεκόπη σου τὰ νεῦρα; καὶ κόραις καὶ παιδίοις γέγονας καταγέλαστος, ὁ καὶ τυράννοις καὶ δικαίοις ἅπασιν ὢν πρὸ τούτου φοβερός; καὶ τὸ σῶμα αἰτιάσεται τοῦτο. Ὅτε γὰρ τοῦτο ἐσταυροῦτο, τότε νεκροὶ ἀνέστησαν, τότε τὸ δεσμωτήριον ἐκεῖνο ἐῤῥάγη, καὶ αἱ χαλκαῖ ἐκλάσθησαν πύλαι, καὶ οἱ νεκροὶ ἀφείθησαν, καὶ πυλωροὶ ᾅδου πάντες ἔπτηξαν. Καίτοι γε εἰ τῶν πολλῶν εἷς ἦν, τοὐναντίον γενέσθαι ἔδει, τὸν θάνατον δυνατώτερον· ἀλλ᾽ οὐκ ἐγένετο· οὐδὲ γὰρ τῶν πολλῶν εἷς ἦν. Διὰ τοῦτο ἐξελύετο ἐκεῖνος.

Καὶ ὥσπερ οἱ τροφὴν λαβόντες, ἣν οὐκ εἰσὶ δυνατοὶ κατασχεῖν, καὶ τὰ προαποκείμενα δι᾽ ἐκείνην ἐμοῦσιν, οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε· τὸ σῶμα, ὅπερ οὐκ ἦν ἱκανὸς κατεργάζεσθαι, λαβὼν, κἀκεῖνα ἐξέβαλεν ἅπερ ἔνδον εἶχε· καὶ γὰρ ὤδινεν ἔχων αὐτὸν καὶ ἐθλίβετο, ἕως αὐτὸν ἤμεσε. Διό φησιν ὁ Ἀπόστολος, Λύσας τὰς ὠδῖνας τοῦ θανάτου. Οὐδεμία γὰρ γυνὴ παιδίον κύουσα οὕτως ὠδίνει, ὡς ἐκεῖνος, τὸ σῶμα ἔχων τὸ Δεσποτικὸν, διεκόπτετο διασπώμενος.

Καὶ ὅπερ ἐπὶ τοῦ δράκοντος γέγονε τοῦ Βαβυλωνίου, ὅτε λαβὼν τὴν τροφὴν διεῤῥάγη μέσος, τοῦτο καὶ ἐπὶ τούτου. Οὐ γὰρ διὰ τοῦ στόματος πάλιν ἐξῆλθεν ὁ Χριστὸς τοῦ θανάτου, ἀλλ᾽ αὐτὴν μέσην διαῤῥήξας τὴν γαστέρα τοῦ δράκοντος καὶ ἀνατεμὼν, οὕτως ἀπὸ τῶν ἀδύτων προῄει μετὰ πολλῆς τῆς λαμπρότητος, καὶ τὰς ἀκτῖνας ἀφιεὶς, οὐ μέχρι τούτου τοῦ οὐρανοῦ, ἀλλ᾽ εἰς αὐτὸν τὸν ἄνω θρόνον· ἐκεῖ γὰρ αὐτὸ καὶ ἀνήγαγε. Τοῦτο τὸ σῶμα ἔδωκεν ἡμῖν καὶ κατέχειν καὶ ἐσθίειν, ὅπερ ἀγάπης ἐπιτεταμένης ἦν.

Οὓς γὰρ ἂν φιλῶμεν σφοδρῶς, καὶ διαδάκνομεν πολλάκις. Διὸ καὶ ὁ Ἰὼβ τὸν ἔρωτα τῶν οἰκετῶν τὸν περὶ αὐτὸν ἐνδεικνύμενος, ἔλεγεν· ὅτι πολλάκις ἐκεῖνοι σφόδρα αὐτὸν φιλοῦντες ἔλεγον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; Οὕτω καὶ ὁ Χριστὸς τῶν σαρκῶν αὐτοῦ ἔδωκεν ἡμῖν πλησθῆναι, εἰς φιλίαν πλείονα ἡμᾶς ἐπισπώμενος.

εʹ. Προσίωμεν τοίνυν μετὰ θερμότητος αὐτῷ καὶ πεπυρωμένης ἀγάπης, καὶ μὴ ὑπομείνωμεν τιμωρίαν. Ὅσῳ γὰρ ἂν ὦμεν εὐηργετημένοι μεγάλα, τοσούτῳ μᾶλλον κολαζόμεθα μειζόνως, ὅταν ἀνάξιοι τῆς εὐεργεσίας φανῶμεν. Τοῦτο τὸ σῶμα καὶ ἐπὶ φάτνης κείμενον ᾐδέσθησαν μάγοι. Καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρβαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες μετὰ φόβου καὶ τρόμου πολλοῦ προσεκύνησαν. Μιμησώμεθα τοίνυν κἂν τοὺς βαρβάρους ἡμεῖς οἱ τῶν οὐρανῶν πολῖται. Ἐκεῖνοι μὲν γὰρ καὶ ἐπὶ φάτνης ἰδόντες καὶ ἐν καλύβῃ, καὶ οὐδὲν τοιοῦτον ἰδόντες οἷον σὺ νῦν, μετὰ πολλῆς τῆς φρίκης προσῄεσαν· σὺ δὲ οὐκ ἐν φάτνῃ ὁρᾷς, ἀλλ᾽ ἐν θυσιαστηρίῳ, οὐ γυναῖκα κατέχουσαν, ἀλλ᾽ ἱερέα παρεστῶτα, καὶ Πνεῦμα μετὰ πολλῆς τῆς δαψιλείας τοῖς προκειμένοις ἐφιπτάμενον. Οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ σῶμα ὁρᾷς, ὥσπερ ἐκεῖνοι, ἀλλ᾽ οἶσθα αὐτοῦ καὶ τὴν δύναμιν, καὶ τὴν οἰκονομίαν ἅπασαν, καὶ οὐδὲν ἀγνοεῖς τῶν δι᾽ αὐτοῦ τελεσθέντων, μετὰ ἀκριβείας μυσταγωγηθεὶς ἅπαντα. Διαναστήσωμεν τοίνυν ἑαυτοὺς καὶ φρίξωμεν, καὶ πολλῷ τῶν βαρβάρων ἐκείνων πλείονα ἐπιδειξώμεθα τὴν εὐλάβειαν, ἵνα μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε προσελθόντες, πῦρ ἐπὶ τὴν ἑαυτῶν σωρεύσωμεν κεφαλήν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προσίωμεν, ἀλλ᾽ ἵνα μὴ ἁπλῶς προσίωμεν.

Ὥσπερ γὰρ τὸ ὡς ἔτυχε προσιέναι, κίνδυνος, οὕτω τὸ μὴ κοινωνεῖν τῶν μυστικῶν δείπνων ἐκείνων, λιμὸς καὶ θάνατος. Αὕτη γὰρ ἡ τράπεζα τῆς ψυχῆς ἡμῶν τὰ νεῦρα, τῆς διανοίας ὁ σύνδεσμος, τῆς παῤῥησίας ἡ ὑπόθεσις, ἡ ἐλπὶς, ἡ σωτηρία, τὸ φῶς, ἡ ζωή. Μετὰ ταύτης ἀπελθόντες ἐκεῖ τῆς θυσίας, ἐν παῤῥησίᾳ πολλῇ τῶν ἱερῶν ἐπιβησόμεθα προθύρων, ὥσπερ τισὶν ὅπλοις χρυσοῖς περιπεφραγμένοι πάντοθεν.

Καὶ τί λέγω τὰ μέλλοντα; Ἐνταῦθα γάρ σοι τὴν γῆν οὐρανὸν ποιεῖ τουτὶ τὸ μυστήριον. Ἀναπέτασον γοῦν τοῦ οὐρανοῦ τὰς πύλας, καὶ διάκυψον· μᾶλλον δὲ οὐχὶ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ οὐρανοῦ τῶν οὐρανῶν, καὶ τότε ὄψει τὸ εἰρημένον. Τὸ γὰρ πάντων ἐκεῖ τιμιώτερον, τοῦτό σοι ἐπὶ τῆς γῆς δείξω κείμενον. Ὥσπερ γὰρ ἐν τοῖς βασιλείοις τὸ πάντων σεμνότερον, οὐ τοῖχοι, οὐκ ὄροφος χρυσοῦς, ἀλλὰ τὸ βασιλικὸν σῶμα τὸ καθήμενον ἐπὶ τοῦ θρόνου· οὕτω καὶ ἐν τοῖς οὐρανοῖς τὸ τοῦ βασιλέως σῶμα. Ἀλλὰ τοῦτό σοι νῦν ἔξεστιν ἐπὶ γῆς ἰδεῖν. Οὐ γὰρ ἀγγέλους οὐδὲ ἀρχαγγέλους οὐδὲ οὐρανοὺς καὶ οὐρανοὺς οὐρανῶν, ἀλλ᾽ αὐτὸν τὸν τούτων σοι δείκνυμι Δεσπότην.

Εἶδες πῶς τὸ πάντων τιμιώτερον ὁρᾷς ἐπὶ γῆς; καὶ οὐχ ὁρᾷς μόνον, ἀλλὰ καὶ ἅπτῃ; καὶ οὐχ ἅπτῃ μόνον, ἀλλὰ καὶ ἐσθίεις, καὶ λαβὼν οἴκαδε ἀναχωρεῖς; Ἀπόσμηχε τοίνυν τὴν ψυχὴν, παρασκεύαζε τὴν διάνοιαν πρὸς τὴν τούτων τῶν μυστηρίων ὑποδοχήν. Καὶ γὰρ εἰ παιδίον βασιλικὸν μετὰ τοῦ κόσμου καὶ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος ἐνεχειρίσθης φέρειν, πάντα ἂν ἔῤῥιψας τὰ ἐν τῇ γῇ· νυνὶ δὲ οὐ παιδίον ἀνθρώπου βασιλικὸν, ἀλλ᾽ αὐτὸν τὸν μονογενῆ λαμβάνων τοῦ Θεοῦ Παῖδα, οὐ φρίττεις, εἰπέ μοι, καὶ πάντα τὸν τῶν βιωτικῶν ἐκβάλλεις ἔρωτα, καὶ τῷ κόσμῳ καλλωπίζῃ μόνον ἐκείνῳ, ἀλλ᾽ ἔτι πρὸς τὴν γῆν ὁρᾷς, καὶ χρημάτων ἐρᾷς καὶ πρὸς χρυσὸν ἐπτόησαι; καὶ τίνα ἂν σχοίης συγγνώμην; ποίαν ἀπολογίαν; Οὐκ οἶσθα πῶς ἅπασαν τὴν βιωτικὴν πολυτέλειαν ἀποστρέφεταί σου ὁ Δεσπότης; οὐ διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη τεχθεὶς, καὶ μητέρα ἔλαβεν εὐτελῆ; οὐ διὰ τοῦτο ἐκείνῳ τῷ πρὸς καπηλείαν βλέποντι ἔλεγεν· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ; Τί δὲ οἱ μαθηταί; οὐ τὸν αὐτὸν διετήρουν νόμον, εἰς τὰς τῶν πενήτων οἰκίας καταγόμενοι, καὶ ὁ μὲν πρὸς βυρσέα, ὁ δὲ πρὸς σκηνοῤῥάφον κατέλυον καὶ πρὸς τὴν πορφυροπώλιδα; οὐ γὰρ οἰκίας περιφάνειαν, ἀλλὰ ψυχῶν ἀρετὰς ἐπεζήτουν.

Τούτους τοίνυν καὶ ἡμεῖς ζηλώσωμεν· τὰ μὲν κάλλη τῶν κιόνων καὶ τῶν μαρμάρων παρατρέχοντες, ζητοῦντες δὲ τὰς ἄνω μονὰς, καὶ πάντα τῦφον τὸν ἐνταῦθα πατήσωμεν μετὰ τῆς τῶν χρημάτων ἐπιθυμίας, καὶ ὑψηλὸν λάβωμεν φρόνημα. Ἂν γὰρ νήφωμεν, οὐδὲ ὁ κόσμος ἡμῶν οὗτος ἄξιος, μήτι γε στοαὶ καὶ περίπατοι. Διὸ, παρακαλῶ, τὴν ψυχὴν τὴν ἑαυτῶν καλλωπίζωμεν, τὴν οἰκίαν ταύτην κατασκευάζωμεν, ἣν καὶ λαβόντες ἀπελευσόμεθα, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΚΕʹ. Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. αʹ. Εἰπὼν ὅτι ἀδύνατον ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ καθάπαξ ἀπαγαγὼν τῶν τραπεζῶν ἐκείνων, ἀπὸ παραδειγμάτων Ἰουδαϊκῶν, ἀπὸ λογισμῶν ἀνθρωπίνων, ἀπὸ τῶν μυστηρίων τῶν φρικτῶν, ἀπὸ τῶν ἐν τοῖς εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον ἐνθεὶς αὐτοῖς· ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν ἀμετρίαν αὐτοὺς ἐξωθήσῃ, καὶ ἀναγκασθῶσι πλείονι περιεργίᾳ κεχρημένοι τοῦ δέοντος δεδοικέναι, μήποτε καὶ ἀγνοούντων αὐτῶν ἐπεισέλθῃ τι τοιοῦτον, ἢ ἐξ ἀγορᾶς ἢ ἄλλοθέν ποθεν, ἀφιεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης, φησί· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες.

Ἐὰν γὰρ ἀγνοῶν, φησὶ, φάγῃς καὶ μὴ εἰδὼς, οὐχ ὑπόκεισαι τῇ τιμωρίᾳ· τῆς γὰρ ἀγνοίας λοιπὸν τὸ πρᾶγμα, οὐχὶ τῆς λαιμαργίας. Καὶ οὐ ταύτης μόνον αὐτοὺς ἀπαλλάττει τῆς ἀγωνίας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων.

Οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τουτέστιν, ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε μὴ τοιοῦτον· ἀλλ᾽ ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς, μηδὲ τοῦτο μανθάνειν, ὅ τι ποτέ ἐστι τὸ προκείμενον. Ὥστε ἔστι καὶ φαγόντα ἀγνοοῦντα ἀπηλλάχθαι. Τοιαῦτα γὰρ τὰ μὴ τῇ φύσει πονηρὰ, ἀλλ᾽ ἀπὸ τῆς διανοίας ποιοῦντα τὸ ἀκάθαρτον. Διὰ τοῦτό φησι, Μηδὲν ἀνακρίνοντες.

Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, οὐχὶ τῶν δαιμόνων. Εἰ δὲ ἡ γῆ καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον· ἀλλ᾽ ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ ἀπὸ τῆς παρακοῆς. Διὰ τοῦτο οὐ μόνον ἐπέτρεψεν, ἀλλὰ καὶ, Ἐάν τις ὑμᾶς, φησὶ, καλῇ τῶν ἀπίστων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ὅρα πάλιν τὴν συμμετρίαν· οὐ γὰρ ἐπέταξε καὶ ἐνομοθέτησεν ἀπιέναι, ἀλλ᾽ οὐδὲ ἐκώλυσεν· ἀπελθόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας.

Τί δήποτε; Ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. Ὁ μὲν γὰρ περιεργαζόμενος, ὡς δεδοικὼς τοῦτο ποιεῖ· ὁ δὲ μετὰ τὸ ἀκοῦσαι ἀπεχόμενος, ὡς καταφρονῶν καὶ μισῶν καὶ ἀποστρεφόμενος, ἀπέχεται. Διόπερ ὁ Παῦλος ἀμφότερα βουλόμενος κατασκευάσαι φησί· Πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἂν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα.

Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ᾽ ὡς βδελυρῶν ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάμενα καταβλάψαι, φεύγετε· οὐδεμίαν γὰρ ἔχει ἰσχύν· μήτε, ἐπειδὴ μηδεμίαν ἔχει ἰσχὺν, ἀδιαφόρως μετέχετε· ἐχθρῶν γάρ ἐστι καὶ ἠτιμωμένων ἡ τράπεζα.

Διὸ ἔλεγε, Μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ὁρᾷς πῶς καὶ ὅτε ἐσθίειν κελεύει, καὶ ὅτε ἀπέχεσθαι δεῖ, τὴν αὐτὴν μαρτυρίαν εἰς μέσον ἄγει; Οὐδὲ γὰρ διὰ τοῦτο κωλύω, φησὶν, ὡς ἀλλοτρίων ὄντων· τοῦ γὰρ Κυρίου ἡ γῆ· ἀλλὰ δι᾽ ὅπερ εἶπον, διὰ τὴν συνείδησιν, τουτέστιν, ἵνα μὴ βλαβῇ.

Οὐκοῦν δεῖ περιεργάζεσθαι; Οὒ, φησίν· οὐδὲ γὰρ τὴν σὴν εἶπον συνείδησιν, ἀλλὰ τὴν ἐκείνου. Προλαβὼν γὰρ εἶπον, Διὰ τὸν μηνύσαντα· καὶ πάλιν, Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. Ἀλλ᾽ ἴσως εἴποι τις ἂν, ὅτι Τῶν μὲν ἀδελφῶν εἰκότως φείδῃ, καὶ οὐκ ἐᾷς ἡμᾶς ἀπογεύεσθαι δι᾽ ἐκείνους, ἵνα μὴ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα οἰκονομηθῇ εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν· εἰ δὲ Ἕλλην τις εἴη, τί σοι τούτου μέλει; οὐ σὺ ἔλεγες, Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; τίνος οὖν ἕνεκεν αὐτῶν πάλιν φροντίζεις; Οὐκ ἐκείνου φροντίζω, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα σοῦ. Διὸ καὶ ἐπήγαγεν· Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυτον λέγων· τοῦτο γὰρ ἐλευθερία, Ἰουδαϊκῆς ἀπηλλαγμένη δουλείας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐλεύθερόν με ἐποίησεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώτερον· ἀλλ᾽ οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐμῇ φιλοσοφίᾳ, οὐδὲ τὴν τοῦ Δεσπότου μου φιλοτιμίαν συνορᾷν, ἀλλὰ καταγνώσεται καὶ ἐρεῖ πρὸς ἑαυτόν· Μῦθος τὰ Χριστιανῶν, ἀπέχονται τῶν εἰδώλων, φεύγουσι δαίμονας, καὶ τῶν ἐκείνοις προσαγομένων ἔχονται· πολλὴ παρ᾽ αὐτοῖς ἡ γαστριμαργία. Καὶ τί τοῦτο; φησί· ποῖον δὲ ἡμῖν βλάβος, ἂν κακῶς ἐκεῖνος κρίνῃ; Πόσῳ δὲ βέλτιον τὸ μηδὲ ὅλως κρίνειν αὐτῷ διδόναι; ἂν γὰρ ἀπέχῃ, οὐδὲ ταῦτα ἐρεῖ. Πῶς, φησὶν, οὐκ ἐρεῖ;

ὅταν γὰρ ἴδῃ μὴ ἐξετάζοντα ταῦτα, μὴ ἐν μακέλλῳ, μὴ ἐν συμποσίῳ, πῶς οὐκ ἐρεῖ καὶ καταγνώσεται, ὡς ἀδιαφόρως μου μετέχοντος; Οὐδαμῶς· οὐ γὰρ ὡς εἰδωλοθύτων μετέχεις, ἀλλ᾽ ὡς καθαρῶν· εἰ δὲ οὐ περιεργάζῃ, ἵνα δείξῃς, ὅτι οὐ δέδοικας τὰ προκείμενα. Διὰ γὰρ τοῦτο, κἂν εἰς Ἑλλήνων οἰκίαν εἰσέλθῃς, κἂν εἰς ἀγορὰν ἐμβάλῃς, οὐκ ἀφίημί σε ἐρωτᾷν, ἵνα μὴ ψοφοδεὴς γένῃ μηδὲ λινοπλὴξ, μηδὲ περιττὰ ἑαυτῷ πράγματα παρέχῃς. Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;

Τίνος μετέχεις χάριτι; εἰπέ μοι. Τῶν τοῦ Θεοῦ δωρεῶν· ἡ γὰρ χάρις αὐτοῦ τοσαύτη, ὡς κατασκευάσαι μοι τὴν ψυχὴν ἀμόλυντον καὶ ἀνωτέραν πάσης κηλῖδος. Καθάπερ γὰρ ἥλιος ἐπαφιεὶς τὰς ἀκτῖνας πολλαῖς κηλῖσι, πάλιν αὐτὰς συστέλλει καθαράς· οὕτω καὶ ἡμεῖς, καὶ πολλῷ πλέον, ἐν μέσῳ τῷ κόσμῳ στρεφόμενοι, καθαροὶ διαμένομεν, ἂν ἐθέλωμεν, ὅσῳ καὶ μείζονα δύναμιν ἔχομεν.

βʹ. Τί οὖν ἀπέχῃ, φησίν; Οὐχ ὡς μέλλων ἀκάθαρτος γίνεσθαι, μὴ γένοιτο, ἀλλὰ διὰ τὸν ἀδελφὸν, καὶ ἵνα μὴ κοινωνὸς γένωμαι δαιμονίων, καὶ ἵνα μὴ κρίνωμαι παρὰ τοῦ ἀπίστου. Ἐνταῦθα γὰρ οὐκέτι λοιπὸν ἡ φύσις, ἀλλ᾽ ἡ παρακοὴ καὶ ἡ πρὸς δαίμονας φιλία ποιεῖ με ἀκάθαρτον, καὶ ἡ προαίρεσις τὸν μολυσμὸν ἐργάζεται. Τί δέ ἐστι, Τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; Ἐγὼ μὲν γὰρ, φησὶν, εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὕτω με ὑψηλὸν ἐποίησε καὶ Ἰουδαϊκῆς ταπεινότητος ἀνώτερον, ὡς μηδαμόθεν βλάπτεσθαι· οἱ δὲ Ἕλληνες, οὐκ εἰδότες μου τὴν φιλοσοφίαν, τἀναντία ὑποπτεύσουσι καὶ ἐροῦσιν, ὅτι Χριστιανοὶ τῶν ἡμετέρων ἐφίενται, καὶ ὑποκριταί τινές εἰσι, διαβάλλοντες μὲν δαίμονας καὶ ἀποστρεφόμενοι, ἐπὶ δὲ τὰς τραπέζας αὐτῶν τρέχοντες· οὗ τί γένοιτ᾽ ἂν ἀναισθητότερον; οὐκ ἄρα ἀληθείας ἕνεκεν, ἀλλὰ φιλοτιμίας καὶ φιλαρχίας ἐπὶ τὸ δόγμα τοῦτο ἐληλύθασι. Πόσης οὖν ἀνοίας ἂν εἴη, ὑπὲρ ὧν οὕτως εὐηργετήθην, ὡς καὶ εὐχαριστεῖν, ὑπὲρ τούτων βλασφημίας αἴτιον γίνεσθαι; Ἀλλὰ ταῦτα καὶ νῦν ἐρεῖ, φησὶν, ὁ Ἕλλην, ὅταν ἴδῃ μὴ περιεργαζόμενον; Οὐδαμῶς· οὐδὲ γὰρ πάντα εἰδωλοθύτων γέμει, ἵνα τοῦτο ὑποπτεύσῃ· οὔτε αὐτὸς ὡς εἰδωλοθύτων ἀπογεύῃ. Μὴ τοίνυν περιεργάζου περιττὰ, μηδ᾽ αὖ πάλιν, λεγόντων τινῶν, ὅτι Εἰδωλόθυτόν ἐστι, κοινώνει.

Καὶ γὰρ ὁ Χριστὸς χάριν σοι ἔδωκε, καὶ ὑψηλόν σε ἐποίησε καὶ μείζονα τῆς ἐκεῖθεν βλάβης, οὐχ ἵνα κακῶς ἀκούσῃς, οὐδ᾽ ἵνα, ὅθεν τοσαῦτα ἐκέρδανας ὡς καὶ εὐχαριστεῖν, ἐντεῦθεν οὕτω βλάψῃς ἑτέρους ὡς καὶ βλασφημεῖν. Διὰ τί γὰρ οὐ λέγω τῷ Ἕλληνι, φησὶν, ὅτι Καὶ τρώγω καὶ οὐδὲν βλάπτομαι, καὶ ὅτι Οὐχ ὡς φιλῶν τοὺς δαίμονας τοῦτο ποιῶ; Ὅτι οὐ δύνασαι πεῖσαι, κἂν μυριάκις λέγῃς· ἀσθενὴς γάρ ἐστι, καὶ πολέμιος. Εἰ γὰρ τὸν ἀδελφὸν οὐδέπω ἔπεισας, πολλῷ μᾶλλον τὸν ἐχθρὸν καὶ Ἕλληνα. Εἰ ἐκεῖνος ἐπὶ τῇ συνειδήσει τοῦ εἰδωλοθύτου κατέχεται, πολλῷ μᾶλλον ὁ ἄπιστος. Τί δὲ ἡμῖν καὶ πραγμάτων δεῖ τοσούτων; Τί οὖν, ἐπειδὴ Χριστὸν ἔγνωμεν καὶ εὐχαριστοῦμεν, βλασφημοῦσι δὲ ἐκεῖνοι, διὰ τοῦτο ἀποστησόμεθα καὶ τούτου;

Ἄπαγε· οὐ γάρ ἐστιν ἴσον· ἐκεῖ μὲν γὰρ πολὺ τὸ κέρδος ἐκ τοῦ φέρειν τὴν βλασφημίαν, ἐνταῦθα δὲ οὐδὲν ἔσται πλέον. Διὸ καὶ προλαβὼν ἔλεγεν· Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Καὶ χωρὶς τούτου δὲ φευκτὸν τὸ πρᾶγμα ἀπέφηνεν, ὥστε καὶ ἑτέρωθεν αὐτῶν ἀπέχεσθαι δεῖ, οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὰς ἄλλας ἃς εἴρηκεν αἰτίας. Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Εἶδες πῶς ἀπὸ τοῦ προκειμένου ἐπὶ τὸ καθολικὸν ἐξήγαγε τὴν παραίνεσιν, ἕνα κάλλιστον τὸν ὅρον ἡμῖν δοὺς, τὸ τὸν Θεὸν διὰ πάντων δοξάζεσθαι;

Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Τουτέστι, μηδεμίαν παρέχετε λαβὴν μηδενί. Καὶ γὰρ ὁ ἀδελφὸς σκανδαλίζεται, καὶ ὁ Ἰουδαῖος μᾶλλόν σε μισήσει καὶ καταγνώσεταί σου, καὶ ὁ Ἕλλην ὁμοίως ὡς λαίμαργον οὕτω γελάσεται καὶ ὑποκριτήν. Οὐ μόνον δὲ ἀδελφοὺς οὐ χρὴ πλήττειν, ἀλλ᾽ ἐν τοῖς δυνατοῖς οὐδὲ τοὺς ἔξωθεν. Εἰ γὰρ φῶς ἐσμεν καὶ ζύμη καὶ φωστῆρες καὶ ἅλας, φωτίζειν, οὐ σκοτίζειν δεῖ· σφίγγειν, οὐ παραλύειν· πρὸς ἑαυτοὺς ἐπισπᾶσθαι τοὺς ἀπίστους, οὐ φυγαδεύειν. Τί τοίνυν διώκεις, οὓς ἐφέλκεσθαι δεῖ; Καὶ γὰρ Ἕλληνες πλήττονται, ὅταν ἴδωσι παλινδρομοῦντας ἡμᾶς εἰς τὰ τοιαῦτα· τὴν γὰρ διάνοιαν οὐκ ἴσασιν, οὐδ᾽ ὅτι παντὸς αἰσθητοῦ μολυσμοῦ ἀνωτέρα γέγονεν ἡ ψυχή. Καὶ οἱ Ἰουδαῖοι δὲ καὶ τῶν ἀδελφῶν οἱ ἀσθενέστεροι τὰ αὐτὰ πείσονται. Εἶδες πόσας αἰτίας τέθεικε, δι᾽ ἃς χρὴ τῶν εἰδωλοθύτων ἀπέχεσθαι; διὰ τὸ ἀνόνητον, διὰ τὸ περιττὸν, διὰ τὴν τοῦ ἀδελφοῦ βλάβην, διὰ τὴν τοῦ Ἰουδαίου βλασφημίαν, διὰ τὴν τοῦ Ἕλληνος κακηγορίαν, διὰ τὸ μὴ δεῖν δαίμοσι κοινωνεῖν, διὰ τὸ εἰδωλολατρείαν τινὰ εἶναι τὸ πρᾶγμα.

Εἶτα, ἐπειδὴ εἶπεν, Ἀπρόσκοποι γίνεσθε, καὶ ὑπευθύνους αὐτοὺς ἐποίησε καὶ τῆς τῶν Ἑλλήνων βλάβης καὶ τῆς τῶν Ἰουδαίων, καὶ βαρὺ τὸ λεγόμενον ἦν, ὅρα πῶς αὐτὸ εὐπαράδεκτον καὶ κοῦφον ποιεῖ, τιθεὶς ἑαυτὸν μέσον, καὶ λέγων· Καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.

γʹ. Τοῦτο κανὼν χριστιανισμοῦ τοῦ τελειοτάτου, τοῦτο ὅρος ἠκριβωμένος, αὕτη ἡ κορυφὴ ἡ ἀνωτάτω, τὸ τὰ κοινῇ συμφέροντα ζητεῖν. Ὅπερ καὶ αὐτὸς δηλῶν ἐπήγαγε· Καθὼς κἀγὼ Χριστοῦ. Οὐδὲν γὰρ οὕτω δύναται ποιῆσαι μιμητὴν τοῦ Χριστοῦ, ὡς τὸ κήδεσθαι τῶν πλησίον. Ἀλλὰ κἂν νηστεύσῃς, κἂν χαμευνήσῃς, κἂν ἀπαγχονήσῃς σαυτὸν, τοῦ δὲ πλησίον μὴ προνοῇς, οὐδὲν μέγα εἰργάσω, ἀλλ᾽ ἔτι πόῤῥω ταύτης τῆς εἰκόνος ἕστηκας ταῦτα ποιῶν. Καίτοι ἐνταῦθα μὲν καὶ αὐτὸ φύσει τὸ πρᾶγμα λυσιτελές ἐστι, τὸ ἀπέχεσθαι τῶν εἰδωλοθύτων· ἐγὼ δὲ πολλὰ καὶ τῶν ἀσυμφόρων ἐποίησα, φησὶν, οἷον, ὅτε περιέτεμον, ὅτε ἔθυσα. Ταῦτα γὰρ εἴ τις καθ᾽ ἑαυτὰ ἐξετάσειε, καὶ ἀπόλλυσι τοὺς μετιόντας καὶ τῆς σωτηρίας ἐκπίπτειν ποιεῖ· ἀλλ᾽ ὅμως ὑπέμεινα καὶ ταῦτα διὰ τὸ ἐξ αὐτῶν κέρδος. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Ἐκεῖ μὲν γὰρ, ἂν μὴ προσῇ ἡ ὠφέλεια καὶ τὸ δι᾽ ἑτέρους γενέσθαι, τότε βλάβος τὸ πρᾶγμα γίνεται· ἐνταῦθα δὲ, κἂν μηδεὶς ὁ σκανδαλιζόμενος ᾖ, καὶ οὕτως ἀπέχεσθαι τῶν κεκωλυμένων χρή. Οὐ μόνον δὲ βλαβερὰ, ἀλλὰ καὶ ἐπίπονα ὑπέμεινα. Ἄλλας γὰρ Ἐκκλησίας ἐσύλησα, φησὶ, λαβὼν ὀψώνιον, καὶ ἐξὸν ἐσθίειν καὶ μὴ ἐργάζεσθαι, οὐκ ἐζήτησα τοῦτο, ἀλλ᾽ εἱλόμην λιμῷ διαφθαρῆναι μᾶλλον, ἢ σκανδαλίσαι ἕτερον. Διὰ τοῦτό φησι, Πάντα πᾶσιν ἀρέσκω. Ἄν τε παράνομον, ἄν τε ἐπίπονον καὶ ἐπικίνδυνον δέῃ ποιῆσαι, πάντα εἰς τὸ ἑτέρων συμφέρον ὑπομένω.

Πάντων γοῦν ἀνώτερος ὢν κατὰ τὴν ἀκρίβειαν, πάντων κατώτερος γέγονε κατὰ τὴν συγκατάβασιν.

Καὶ γὰρ οὐδὲν κατόρθωμα σφόδρα μέγα εἶναι δύναιτ᾽ ἂν, ὅταν μὴ τὸ κέρδος καὶ εἰς ἑτέρους διαδιδῷ· καὶ δηλοῖ ὁ τὸ τάλαντον ὑγιὲς προσενεγκὼν, καὶ διχοτομηθεὶς ἐπειδὴ αὐτὸ οὐκ ἐπλεόνασε. Καὶ σὺ τοίνυν, ἀδελφὲ, κἂν ἄσιτος μένῃς, κἂν χαμαὶ καθεύδῃς, κἂν τέφραν ἐσθίῃς, κἂν θρηνῇς διαπαντὸς, καὶ μηδένα ἕτερον ὠφελῇς, οὐδὲν μέγα ἐργάσῃ. Καὶ γὰρ καὶ τοῖς ἐν ἀρχῇ μεγάλοις καὶ γενναίοις ἐκείνοις ἀνδράσι τοῦτο μάλιστα περισπούδαστον ἦν· ἐξέτασον αὐτῶν μετὰ ἀκριβείας τὸν βίον, καὶ ὄψει σαφῶς, ὅτι οὐδεὶς αὐτῶν τὰ ἑαυτοῦ ποτε ἐσκόπησεν, ἀλλὰ τὰ τοῦ πλησίον ἕκαστος· ὅθεν καὶ ἔλαμψαν μᾶλλον. Καὶ γὰρ καὶ τῷ Μωϋσῇ πολλὰ καὶ μεγάλα εἰργάσθη θαύματα καὶ σημεῖα· ἀλλ᾽ οὐδὲν αὐτὸν οὕτω μέγαν ἐποίησεν, ὡς ἡ μακαρία ἐκείνη φωνὴ, ἣν πρὸς τὸν Θεὸν ἀφῆκε, λέγων· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Τοιοῦτος ἦν καὶ ὁ Δαυΐδ· διὸ καὶ ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ἐκακοποίησα, καὶ οὗτοι τὸ ποίμνιον τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ᾽ ἐμὲ, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Οὕτω καὶ ὁ Ἀβραὰμ οὐκ ἐζήτει τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν. Διὸ καὶ κινδύνοις ἑαυτὸν ἐξεδίδου, καὶ τὸν Θεὸν ὑπὲρ τῶν οὐδὲν αὐτῷ προσηκόντων παρεκάλει. Καὶ οὗτοι μὲν οὕτως ἔλαμψαν· οἱ δὲ τὰ ἑαυτῶν ζητήσαντες σκόπει πῶς καὶ ἐβλάβησαν.

Ὁ γοῦν ἀδελφιδοῦς ὁ τούτου, ἐπειδὴ ἤκουσεν, Εἰ σὺ εἰς δεξιὰ, ἐγὼ δὲ εἰς ἀριστερὰ, καὶ τὴν αἵρεσιν λαβὼν, τὸ ἑαυτοῦ συμφέρον ἐζήτησεν, οὐδὲ τὸ ἑαυτοῦ εὗρεν· ἀλλ᾽ αὕτη μὲν ἐνεπυρίζετο ἡ χώρα, ἐκείνη δὲ ἔμενεν ἀνέπαφος. Ὁ Ἰωνᾶς πάλιν οὐ ζητήσας τὸ τῶν πολλῶν συμφέρον, ἀλλὰ τὸ ἑαυτοῦ, καὶ ἀπολέσθαι ἐκινδύνευσε· καὶ ἡ μὲν πόλις εἱστήκει, αὐτὸς δὲ ἐσαλεύετο καὶ ἐκλυδωνίζετο καὶ κατεποντίζετο. Ὅτε δὲ τὸ τῶν πολλῶν συμφέρον ἐζήτησε, τότε καὶ τὸ ἑαυτοῦ εὗρεν. Οὕτω καὶ ὁ Ἰακὼβ ἐπὶ τῶν ποιμνίων μὴ ζητήσας τὸ οἰκεῖον κέρδος, τῆς πολλῆς εὐπορίας ἀπήλαυσε. Καὶ ὁ Ἰωσὴφ δὲ τὸ τῶν ἀδελφῶν συμφέρον ζητήσας, εὗρε τὸ ἑαυτοῦ.

Πεμπόμενος γοῦν παρὰ τοῦ πατρὸς οὐκ εἶπε, Τί τοῦτο; οὐκ ἤκουσας ὅτι ὑπὲρ ὄψεως καὶ ἐνυπνίων καὶ διασπᾶσαι με ἐπεχείρουν, καὶ ὀνειράτων εὐθύνας ὑπεῖχον, καὶ τοῦ φιλεῖσθαί με παρὰ σοῦ δίδωμι δίκην; τί οὖν οὐκ ἐργάσονταί με λαβόντες εἰς μέσον; Οὐδὲν τούτων εἶπεν, οὐκ ἐνενόησεν, ἀλλὰ πάντων προτιμᾷ τὴν τῶν ἀδελφῶν θεραπείαν. Διὰ τοῦτο καὶ πάντων τῶν μετὰ ταῦτα ἀπέλαυσεν ἀγαθῶν, ἃ καὶ σφόδρα λαμπρὸν ἐποίησαν καὶ ἔνδοξον ἀπέφηναν.

Οὕτω καὶ Μωϋσῆς· οὐδὲν γὰρ κωλύει καὶ ἐκ δευτέρου πάλιν αὐτοῦ μνησθῆναι, καὶ ἰδεῖν πῶς τὰ καθ᾽ ἑαυτὸν παρεώρα, καὶ τὰ τῶν ἄλλων ἐζήτει. Οὗτος γὰρ ἐν βασιλείοις στρεφόμενος, ἐπειδὴ μείζονα πλοῦτον ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν, καὶ πάντα ἀπὸ τῶν χειρῶν ῥίψας. ἐκοινώνει τῶν κακῶν τοῖς Ἑβραίοις, οὐ μόνον αὐτὸς οὐκ ἐδουλώθη, ἀλλὰ καὶ ἐκείνους δουλείας ἀπήλλαξε.

Μεγάλα μὲν οὖν ταῦτα, καὶ ἀγγελικῆς ἄξια πολιτείας. δʹ. Τὸ δὲ τοῦ Παύλου πολλὴν ἔχει τὴν ὑπερβολήν. Οἱ μὲν γὰρ ἄλλοι πάντες τὰ αὐτῶν ἀφέντες ἀγαθὰ, τοῖς τῶν πλησίον εἵλοντο κοινωνεῖν κακοῖς· ὁ δὲ Παῦλος πολλῷ μεῖζον ἐποίησεν. Οὐ γὰρ ταῖς ἑτέρων ἠθέλησε κοινωνῆσαι συμφοραῖς, ἀλλ᾽ εἵλετο αὐτὸς εἶναι ἐν τοῖς ἐσχάτοις, ἵνα ἕτεροι γίνωνται ἐν ἀγαθοῖς. Οὐκ ἔστι δὲ ἴσον ὄντα ἐν τρυφῇ ῥῖψαι τρυφὴν καὶ κακουχεῖσθαι, αὐτὸν μόνον κακουχούμενον ἑτέρους ποιῆσαι εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ. Ἐνταῦθα μὲν γὰρ εἰ καὶ μέγα τὸ ἀλλάξασθαι τὰ κακὰ τῶν ἀγαθῶν διὰ τὸν πλησίον, ἀλλ᾽ ὅμως φέρει τινὰ παραμυθίαν τὸ κοινωνοὺς ἔχειν τῆς δυσημερίας· τὸ δὲ αὐτὸν μόνον ἐθέλειν εἶναι ἐν τοῖς λυπηροῖς, ἵνα ἕτεροι τῶν χρηστῶν ἀπολαύσωσι, τοῦτο πολλῷ νεανικωτέρας ψυχῆς καὶ τοῦ Παύλου φρονήματος.

Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ ἑτέρᾳ ὑπερβολῇ μείζονι νικᾷ τοὺς προειρημένους ἅπαντας. Ὁ μὲν γὰρ Ἀβραὰμ καὶ οἱ λοιποὶ πάντες κινδύνοις ἑαυτοὺς περιέβαλον τοῖς ἐν τῷ παρόντι βίῳ, καὶ πάντες ἁπαξαπλῶς ἐκεῖνοι τοῦτον ᾔτουν τὸν θάνατον· ὁ δὲ Παῦλος τῆς δόξης τῆς μελλούσης ηὔξατο ἐκπεσεῖν ὑπὲρ τῆς τῶν ἑτέρων σωτηρίας. Ἔχω καὶ τρίτην εἰπεῖν ὑπερβολήν. Ποίαν δὲ ταύτην; Ὅτι ἐκείνων μὲν ἔνιοι, εἰ καὶ τῶν ἐπιβουλευσάντων προΐσταντο, ἀλλ᾽ ὅμως ὧν τὴν δημαγωγίαν ἦσαν ἐγκεχειρισμένοι· καὶ ταὐτὸν συνέβαινεν, οἷον ἂν εἴ τις προΐσταιτο υἱοῦ φαύλου μὲν καὶ παρανόμου, υἱοῦ δὲ ὅμως· ὁ δὲ Παῦλος ὑπὲρ τούτων ἐβούλετο εἶναι ἀνάθεμα, ὧν οὐκ ἦν ἐμπεπιστευμένος τὴν προστασίαν· εἰς γὰρ τὰ ἔθνη ἦν ἀπεσταλμένος. Εἶδες ψυχῆς μέγεθος καὶ φρονήματος ὕψος αὐτὸν ὑπερβαῖνον τὸν οὐρανόν; Τοῦτο ζήλωσον· εἰ δὲ οὐ δύνασαι, κἂν τοὺς ἐν τῇ Παλαιᾷ λάμψαντας.

Οὕτω γὰρ εὑρήσεις τό σοι συμφέρον, ἂν τὸ τοῦ πλησίον ζητῇς. Ὥστε ὅταν ὀκνῇς ἐπιμελεῖσθαι τοῦ ἀδελφοῦ, ἐννοήσας ὅτι οὐδὲ ἄλλως δυνήσῃ σωθῆναι, διὰ γοῦν σαυτὸν ἐκείνου πρόστηθι καὶ τῶν ἐκείνου πραγμάτων. Ἱκανὰ μὲν γὰρ καὶ τὰ εἰρημένα πεῖσαι, ὅτι ἄλλως οὐκ ἔνι τὸ ἡμῖν συμφέρον εὑρεῖν.

Εἰ δὲ βούλει καὶ ἐκ τῶν ἐν συνηθείᾳ παραδειγμάτων τοῦτο μαθεῖν, ἐννόησον εἰ συμβαίη που πῦρ ἀναφθῆναι ἐν οἰκίᾳ, εἶτά τινες τῶν πλησίον οἰκούντων, τὸ ἑαυτῶν σκοποῦντες μὴ παρατάξωνται τοῖς κινδύνοις, ἀλλὰ καὶ κατακλείσαντες ἑαυτοὺς οἴκοι μείνωσι, δεδοικότες μή τις ἐπεισελθὼν ὑφέληταί τι τῶν ἔνδον, ὅσην ὑποστήσονται τιμωρίαν; Καὶ γὰρ τὸ πῦρ ἐπελθὸν ἅπαντα καταφλέξει τὰ ἐκείνων· καὶ ἐπειδὴ τὸ τοῦ πλησίον συμφέρον οὐκ εἶδον, καὶ τὸ ἑαυτῶν προσαπολλύουσι.

Καὶ γὰρ ὁ Θεὸς βουλόμενος συνδῆσαι πάντας ἀλλήλοις, τοιαύτην τοῖς πράγμασιν ἐπέθηκεν ἀνάγκην, ὡς ἐν τῷ τοῦ πλησίον συμφέροντι τὸ τοῦ ἑτέρου δεδέσθαι· καὶ ὁ κόσμος ἅπας οὕτω συνέστηκε. Διὰ δὴ τοῦτο καὶ ἐν πλοίῳ, εἰ χειμῶνος γενομένου ὁ κυβερνήτης ἀφεὶς τὸ τῶν πολλῶν συμφέρον, τὸ ἑαυτοῦ ζητοίη μόνον, καὶ ἑαυτὸν καὶ ἐκείνους καταδύσει ταχέως.

Καὶ ἑκάστη δὲ τέχνη εἰ τὸ ἑαυτῆς συμφέρον σκοποίη μόνον, οὐκ ἄν ποτε ὁ βίος σταίη, οὐδὲ ἡ τέχνη ἡ τοῦτο ζητοῦσα. Διὰ τοῦτο ὁ γεωργὸς οὐ τοσοῦτον σπείρει σῖτον, ὅσον ἀρκέσαι ἑαυτῷ· ἐπεὶ πάλαι καὶ ἑαυτὸν καὶ τοὺς ἄλλους ἀπώλεσεν ἄν· ἀλλὰ τὸ τῶν πολλῶν ζητεῖ· καὶ ὁ στρατιώτης, οὐχ ἵνα ἑαυτὸν διασώσῃ παρατάττεται πρὸς κινδύνους, ἀλλ᾽ ἵνα καὶ τὰς πόλεις ἐν ἀσφαλείᾳ καταστήσῃ· καὶ ὁ ἔμπορος οὐ τοσαῦτα κομίζει, ὅσα αὐτῷ μόνον ἀρκέσαι, ἀλλ᾽ ὅσα καὶ ἑτέροις πολλοῖς. Εἰ δὲ λέγοι τις, ὅτι Οὐχὶ τὸ ἐμὸν, ἀλλὰ τὸ ἑαυτοῦ ἕκαστος σκοπῶν, ταῦτα ποιεῖ· καὶ γὰρ χρήματα ἑαυτῷ καὶ δόξαν καὶ ἀσφάλειαν κτώμενος, ἅπαντα πραγματεύεται ταῦτα· ὥστε τὸ ἐμὸν ζητῶν συμφέρον, τὸ ἑαυτοῦ ζητεῖ· τοῦτο καὶ ἐγώ φημι, καὶ πάλαι ἀκοῦσαι ἐβουλόμην, καὶ ὑπὲρ τούτου πάντα τὸν λόγον ἐποιησάμην, ὥστε δεῖξαι, ὅτι τότε τὸ ἑαυτοῦ συμφέρον ὁ πλησίον ζητεῖ, ὅταν τὸ σὸν σκοπήσῃ. Ἐπειδὴ γὰρ ἑτέρως οὐκ ἠνείχοντο ἄνθρωποι τὰ τοῦ πλησίον ζητεῖν, εἰ μὴ εἰς ταύτην κατασταῖεν τὴν ἀνάγκην, διὰ τοῦτο οὕτως αὐτὰ συνέζευξεν ὁ Θεὸς, καὶ οὐκ ἀφίησι πρότερον ἐπὶ τὸ οἰκεῖον συμφέρον ἐλθεῖν, μὴ διὰ τῶν ἀλλοτρίων συμφερόντων ὁδεύσαντας. Τοῦτο μὲν οὖν ἀνθρώπινον, τὸ οὕτως ἐπὶ τὸ τοῦ πλησίον συμφέρον ἰέναι· δεῖ δὲ μὴ ἐντεῦθεν, ἀλλ᾽ ἀπὸ τῶν τῷ Θεῷ δοκούντων πείθεσθαι.

Οὐδὲ γὰρ ἔνι σωθῆναι μὴ τοῦτο ἔχοντα· ἀλλὰ κἂν τὴν ἄκραν φιλοσοφίαν ἀσκῇς, τῶν δὲ λοιπῶν ἀπολλυμένων ἀμελῇς, οὐδεμίαν κτήσῃ παρὰ Θεῷ παῤῥησίαν. Πόθεν δῆλον; Ἀφ᾽ ὧν ὁ μακάριος ἀπεφήνατο Παῦλος. Ἐὰν γὰρ ψωμίσω μου τὰ ὑπάρχοντα, καὶ παραδῶ τὸ σῶμά μου, ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι, φησίν.

Ὁρᾷς πόσον ὁ Παῦλος ἐπιζητεῖ παρ᾽ ἡμῶν; καίτοι γε ὁ ψωμίσας οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πλησίον ἐζήτησεν. Ἀλλ᾽ οὐκ ἀρκεῖ τοῦτο μόνον, φησί· μετὰ γὰρ γνησιότητος αὐτὸ βούλεται γίνεσθαι καὶ συμπαθείας πολλῆς. Διὰ γὰρ τοῦτο καὶ ἐνομοθέτησεν αὐτὸ ὁ Θεὸς, ἵνα εἰς σύνδεσμον ἀγάπης ἀγάγῃ. Ὅταν οὖν ἐκεῖνος μὲν τοσοῦτον ἀπαιτῇ μέτρον, ἡμεῖς δὲ μηδὲ τὸ ἔλαττον παρέχωμεν, τίνος ἐσόμεθα ἄξιοι συγγνώμης;

Καὶ πῶς, φησὶ, τῷ Λὼτ ἔλεγεν ὁ Θεὸς διὰ τῶν ἀγγέλων, Σώζων σῶζε τὴν ἑαυτοῦ ψυχήν; εἰπὲ, πότε, καὶ διὰ τί. Ὅτε ἡ κόλασις ἐφέρετο, οὐχ ὅτε διορθοῦσθαι ἔδει, ἀλλ᾽ ὅτε κατεγνωσμένοι ἦσαν καὶ ἀνίατα ἐνόσουν, καὶ πρεσβῦται καὶ νέοι εἰς τοὺς αὐτοὺς ἐξεπήδησαν ἔρωτας, καὶ κατακαίεσθαι αὐτοὺς λοιπὸν ἐχρῆν, καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὅτε οἱ κεραυνοὶ καταφέρεσθαι ἔμελλον. Ἄλλως δὲ οὐδὲ περὶ κακίας καὶ ἀρετῆς τοῦτο εἴρηται, ἀλλὰ περὶ τῆς θεηλάτου πληγῆς. Τί γὰρ ἔδει ποιεῖν; εἰπέ μοι· καθέζεσθαι καὶ δέχεσθαι τὴν τιμωρίαν, καὶ μηδὲν ἐκείνους ὠφελοῦντα κατακαίεσθαι; Ἀλλὰ ἀνοίας τοῦτο ἐσχάτης ἦν. Οὐδὲ γὰρ ἐγὼ τοῦτό φημι, ὅτι ἁπλῶς καὶ εἰκῆ δεῖ κολάζεσθαι παρὰ τὸ τῷ Θεῷ δοκοῦν· ἀλλ᾽ ὅταν ἐν κακίᾳ ἄνθρωπος διατρίβῃ, τότε κελεύω μέσον ἑαυτὸν ἐμβαλόντα, διορθοῦν· εἰ μὲν βούλει, διὰ τὸ τοῦ πλησίον· εἰ δὲ μὴ, κἂν διὰ τό σοι λυσιτελοῦν. Τὸ μὲν γὰρ βέλτιον ἐκεῖνο· εἰ δὲ μὴ φθάνεις πρὸς ἐκεῖνο τὸ ὕψος, κἂν διὰ τοῦτο ποίει.

Καὶ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἵνα τὸ ἑαυτοῦ εὕρῃ· καὶ ἐννοήσαντες, ὅτι οὔτε ἀκτημοσύνη, οὔτε μαρτύριον, οὔτε ἄλλο οὐδὲν ἡμῶν προστῆναι δυνήσεται, ἂν μὴ τὴν ἄκραν ἀγάπην ἔχωμεν, ταύτην πρὸ τῶν ἄλλων διατηρῶμεν, ἵνα καὶ τῶν ἄλλων δι᾽ αὐτῆς ἐπιτύχωμεν καὶ τῶν παρόντων καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.