Ἀλλ᾽ αὐτὸς οὗτος ὁ δίκαιος ὁ σώσας τοὺς φίλους αὑτοῦ τότε ἀπὸ εὐχῆς, ἐν τῷ καιρῷ τῷ Ἰουδαϊκῷ οὐκ ἠδυνήθη σῶσαι τοὺς Ἰουδαίους ἀπολλυμένους. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· Ἂν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, οὐκ ἐξελοῦνται τοὺς υἱοὺς αὑτῶν καὶ τὰς θυγατέρας· ἐπειδὴ ὑπερίσχυσεν ἡ κακία· καὶ πάλιν, Ἐὰν στῇ Μωϋσῆς, καὶ Σαμουήλ. Καὶ ὅρα πῶς πρὸς τοὺς δύο προφήτας τοῦτο λέγεται, ἐπειδὴ ἀμφότεροι ἠξίωσαν ὑπὲρ αὐτῶν, καὶ οὐκ ἐπέτυχον. Καὶ γὰρ ὁ Ἰεζεκιὴλ ἐπειδὴ ἔλεγεν· Οἴμοι, Κύριε! ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ· ὁ Θεὸς, δηλῶν ὅτι δικαίως τοῦτο ποιεῖ, καὶ οὐκ αὐτοῦ καταφρονῶν οὐ δέχεται τὴν ὑπὲρ αὐτῶν ἱκεσίαν, δείκνυσιν αὐτῷ τὰ ἁμαρτήματα αὐτῶν, μονονουχὶ λέγων· Ἱκανὰ μὲν οὖν καὶ ταῦτά σε πεῖσαι ὅτι οὐ καταφρονῶν σου, ἀλλὰ διὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πολλὰς οὐ δέχομαι τὴν ἱκετηρίαν· ἀλλ᾽ ὅμως ἐπάγει καὶ τοῦτο, Ἐὰν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιήλ. Καὶ εἰκότως ἐκείνῳ μᾶλλον ταῦτα λέγει, ἐπειδὴ ὁ πολλὰ παθὼν αὐτός ἐστιν. Εἶπές μοι, φησὶν, ἐπὶ βολβίτων φαγεῖν, καὶ ἔφαγον· εἶπές μοι, καὶ ἐξυράμην· εἶπές μοι, καὶ ἐπὶ τοῦ ἑνὸς πλευροῦ ἐκοιμήθην· εἶπές μοι δι᾽ ὀπῆς ἐξελθεῖν βασταζόμενον, καὶ ἐξῆλθον· ἔλαβές μου τὴν γυναῖκα, καὶ εἶπές μοι μὴ πενθῆσαι, καὶ οὐκ ἐπένθησα, ἀλλ᾽ ἤνεγκα γενναίως· μυρία ἕτερα εἰργασάμην δι᾽ αὐτούς· καὶ ἐγώ σε ἀξιῶ ὑπὲρ αὐτῶν, καὶ οὐ πείθῃ;