Ὅταν γὰρ ἀνέλθῃς εἰς θέατρον, καὶ καθίσῃς γυμνοῖς μέλεσι γυναικῶν τοὺς ὀφθαλμοὺς ἑστιῶν, πρὸς μὲν καιρὸν ἥσθης, ὕστερον δὲ πολὺν ἐκεῖθεν ἔθρεψας τὸν πυρετόν. Ὅταν ἴδῃς ὥσπερ σώματος τύπῳ γυναῖκας φαινομένας, ὅταν καὶ θεάματα καὶ ᾄσματα μηδὲν ἕτερον ἀλλ᾽ ἢ ἔρωτας ἀτόπους ἔχοντα, Ἡ δεῖνα, φησὶ, τὸν δεῖνα ἐφίλησε, καὶ οὐκ ἐπέτυχε, καὶ ἀπήγξατο, καὶ εἰς μητέρας τοὺς ἀτόπους ἔρωτας ἐκκυλισθέντας· ὅταν καὶ δι᾽ ἀκοῆς ταῦτα δέχῃ, καὶ διὰ γυναικῶν, καὶ διὰ τύπων, ἤδη δὲ καὶ διὰ γερόντων ἀνδρῶν (καὶ γὰρ πολλοὶ προσωπεῖα περιθέντες ἑαυτοῖς, ἐκεῖ γυναικίζονται), πόθεν, εἰπέ μοι, δυνήσῃ σωφρονῆσαι λοιπὸν, ἐκείνων τῶν διηγημάτων, ἐκείνων τῶν θεαμάτων, ἐκείνων τῶν ἀκουσμάτων κατεχόντων σου τὴν ψυχὴν, καὶ ὀνείρων τοιούτων διαδεχομένων λοιπόν; πέφυκε γὰρ ὡς τὰ πολλὰ τοιαῦτα φαντασιοῦσθαι ἡ ψυχὴ, οἷα ἂν ἐν ἡμέρᾳ βούλεται καὶ ἐπιθυμεῖ. Ὅταν οὖν ἐκεῖ μὲν καὶ πράγματα βλέπῃς αἰσχρὰ, καὶ ῥήματα ἀκούῃς αἰσχρότερα, καὶ τὰ μὲν τραύματα δέχῃ, τὰ δὲ φάρμακα μὴ ἐπιτιθῇς, πῶς οὐκ εἰκότως ἡ σηπεδὼν αὐξηθήσεται; πῶς ἡ νόσος οὐκ ἐπιταθήσεται, καὶ πολλῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἡμετέροις σώμασι; Κουφότερον γὰρ, εἴγε ἐβουλόμεθα, τῶν σωμάτων ἡ προαίρεσις τὰ τῆς διορθώσεως ἐδέχετο.