Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ· καὶ εἰς τοὺς ἄλλους πάντας, φησί. Σφόδρα ταῦτα ἐντρεπτικὰ πρὸς τὸ ποιεῖν αὐτό. Καὶ οὐχ ἁπλῶς λέγω, ὅτι θεοδίδακτοί ἐστε, ἀλλ᾽ οἶδα ἀφ᾽ ὧν ποιεῖτε. Καὶ πολλὰ αὐτοῖς ἐμαρτύρησε τούτου ἕνεκεν. Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, τουτέστι, πλεονάζειν, καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς παρηγγείλαμεν ὑμῖν, ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε. Ἐνταῦθα δείκνυσιν ὅσων μὲν ἡ ἀργία κακῶν αἰτία, ὅσων δὲ ἡ ἐργασία καλῶν· καὶ ποιεῖ αὐτὸ σαφὲς ἀπὸ τῶν παρ᾽ ἡμῖν, ὃ πολλαχοῦ ποιεῖ, καὶ τοῦτο συνετῶς· μᾶλλον γὰρ τούτοις ἐνάγονται οἱ πλείους, ἢ τοῖς πνευματικοῖς. Ἀγάπης γάρ ἐστι τῆς εἰς τοὺς πλησίον, οὐχὶ παρ᾽ ἐκείνων λαμβάνειν, ἀλλ᾽ ἐκείνοις παρέχειν. Καὶ θέα σύνεσιν· Μέλλων παρακαλεῖν καὶ παραινεῖν, μέσον τὸ κατόρθωμα τίθησιν, ἵνα καὶ ἀπὸ τῆς προτέρας παραινέσεως ἀναπνεύσωσι, καὶ τῆς ἀπειλῆς, ἡνίκα ἔλεγε· Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν· καὶ ὅπως ταύτῃ μὴ ἀποσκιρτήσωσι. Τοῦτο δὲ ἀπὸ τοῦ ἐργάζεσθαι γίνεται, ὥστε μὴ λαμβάνειν μηδὲ ἀργεῖν, ἀλλ᾽ ἐργαζόμενον ἑτέροις παρέχειν. Μακάριον γάρ ἐστι, φησὶ, διδόναι μᾶλλον, ἢ λαμβάνειν. Καὶ ἐργάζεσθαι, φησὶ, ταῖς χερσὶν ὑμῶν.