Ἐπὶ δὲ σοῦ αὐτοῦ, εἰπέ μοι (ἐγγύτερον γὰρ), τοῦτο τὸ σπέρμα τὸ καταβαλλόμενον πῶς εἰς ὀφθαλμοὺς, πῶς εἰς ὦτα, πῶς εἰς χεῖρας, πῶς εἰς καρδίαν, πῶς εἰς τοσαῦτα ῥυθμίζεται καὶ διατυποῦται; οὐχὶ μυρίαι διαφοραὶ ἐν τῷ σώματι, σχημάτων, μεγεθῶν, ποιοτήτων, θέσεων, δυνάμεων, ῥυθμῶν; πῶς νεῦρα, καὶ φλέβες, καὶ σάρκες, καὶ ὀστᾶ, καὶ ὑμένες, καὶ ἀρτηρίαι, καὶ ἄρθρα, καὶ χόνδροι, καὶ ὅσα ἕτερα τούτων πλείονα παῖδες ἰατρῶν ἀκριβολογοῦνται, ἃ τὴν ἡμετέραν συνέχει φύσιν, καὶ ταῦτα ἀπὸ τοῦ ἑνὸς σπέρματος; Ἆρα πολλῷ σοι δοκεῖ τούτων εἶναι τοῦτο ἀπορώτερον, πῶς τὸ ὑγρὸν καὶ μαλακὸν εἰς σκληρὸν καὶ ψυχρὸν πήγνυται, τὸ ὀστοῦν; πῶς εἰς θερμὸν καὶ ὑγρὸν, καὶ τὸ αἷμα, ἑνωθέν; πῶς εἰς ψυχρὸν καὶ μαλθακὸν τὸ νεῦρον; πῶς εἰς ψυχρὸν καὶ ὑγρὸν τὴν ἀρτηρίαν; πόθεν ταῦτα, εἰπέ μοι; ταῦτα οὐ διαπορεῖς; Οὐχὶ ὁρᾷς καθ᾽ ἑκάστην ἡμέραν ἀνάστασιν καὶ θάνατον ἐν ταῖς ἡλικίαις γινόμενον; ποῦ ἡ νεότης ἀπῆλθεν; πόθεν τὸ γῆρας ἦλθε; πῶς ὁ γεγηρακὼς ἑαυτὸν μὲν νέον ποιῆσαι οὐ δύναται, ἕτερον δὲ παιδίον τίκτει νεώτατον, καὶ ὃ ἑαυτῷ οὐ δύναται παρασχεῖν, ἑτέρῳ παρέχει.