Εἰ γὰρ οὓς ὁ Χριστὸς οὐκ ἐπαισχύνεται, τούτους ἡμεῖς ἐπαισχυνόμεθα, τὸν Χριστὸν ἐπαισχυνόμεθα, τοὺς φίλους αὐτοῦ ἐπαισχυνόμενοι. Πεπληρώσθω σου ἡ τράπεζα χωλῶν, ἀναπήρων· διὰ τούτων παραγίνεται ὁ Χριστὸς, οὐ διὰ τῶν πλουτούντων. Τάχα γελᾷς ἀκούων. Οὐκοῦν ἵνα μὴ νομίσῃς ὅτι ἐμὸν τὸ ῥῆμα, ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος, ἵνα μὴ γελάσῃς, ἀλλ᾽ ἵνα φρίξῃς· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, φησὶ, μὴ φώνει τοὺς φίλους σου, μηδὲ τοὺς ἀδελφούς σου, μηδὲ τοὺς συγγενεῖς σου, μήτε γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσί σε, καὶ γένηταί σοι ἀνταπόδομα· ἀλλ᾽ ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, τυφλοὺς, καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Καὶ δόξα δὲ μείζων ἐνταῦθα γίνεται, εἴ γε ταύτης ἐρᾷς. Ἐξ ἐκείνων μὲν γὰρ φθόνος καὶ βασκανίαι καὶ κατηγορίαι καὶ λοιδορίαι, καὶ πολὺς ὁ φόβος μή τι παρὰ τὸ δέον γένηται· καὶ ὡς οἰκέτης δεσπότῃ, οὕτω παρέστηκας, ἂν μείζους οἱ καλούμενοι ὦσι, δεδοικὼς τὴν παρ᾽ αὐτῶν μέμψιν καὶ τὰ στόματα· ἐπὶ δὲ τούτων οὐδὲν τοιοῦτον, ἀλλ᾽ ἅπερ ἂν αὐτοῖς ἐνέγκῃς, μεθ᾽ ἡδονῆς πάντα δέχονται· καὶ πολὺς ἐντεῦθεν ὁ κρότος, λαμπροτέρα ἡ δόξα, μεῖζον τὸ θαῦμα. Οὐχ οὕτω κροτοῦσιν ἐκείνους ὡς τούτους ἅπαντες οἱ ἀκούοντες.