Δευτέρα γὰρ ἦν εἴσοδος αὕτη. Οἷον ἀπῆλθον εἰς Βέῤῥοιαν, ἐδιώχθησαν· καὶ μετὰ ταῦτα ἐλθόντας αὐτοὺς οὕτως ἐδέξαντο, ὡς τιμηθῆναι καὶ παρ᾽ αὐτῶν, ὥστε καὶ τὴν ψυχὴν αὑτῶν ὑπὲρ αὐτῶν ἔθηκαν. Τὸ οὖν, Ὁποίαν εἴσοδον ἔσχομεν, συμπεπλεγμένον ἐστι· καὶ τούτων γὰρ, καὶ αὐτῶν ἔχει ἐγκώμιον· ἀλλ᾽ αὐτὸς τοῦτο ἔτρεψεν εἰς τὸ αὐτῶν. Καὶ πῶς ἐπεστρέψατε, φησὶ, πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ· Τουτέστιν, ὅτι εὐκόλως, ὅτι μετὰ πολλῆς τῆς σφοδρότητος, ὅτι οὐκ ἐδεήθητε πολλῆς πραγματείας εἰς τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Ἐνταῦθα καὶ παραίνεσιν εἰσήγαγεν, ὅπερ ἐστὶν ἀνεπαχθέστερον τὸν λόγον ποιοῦντος. Καὶ ἀναμένειν, φησὶ, τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Καὶ ἀναμένειν, φησὶ, τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, τὸν ἐσταυρωμένον, τὸν ταφέντα· διὸ καὶ τοῦτο δηλῶν ἐπάγει, Ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν. Εἶδες ὁμοῦ πάντα, καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν, καὶ τὴν δευτέραν παρουσίαν, τὴν κρίσιν, τὴν τῶν δικαίων ἀνταπόδοσιν, τὴν τῶν πονηρῶν τιμωρίαν; Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς, φησὶν, ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης. Τοῦτο καὶ παραμυθία, καὶ παράκλησις, καὶ προτροπὴ ἐκείνων.