Ὅτι δακρύσεται ὑπὲρ ὧν ἔχει, καὶ ὅτι μὴ δυνάμενος ὑπερμαχεῖν αὐτῶν, ὀδυνηθήσεται. Τοῦ γὰρ δειλοῦ καὶ ἀπείρου καὶ πρὸς τὰς μάχας βαναύσου τὰ κτήματα πάντων ἐστὶ τῶν ἀνδρείων καὶ πολεμεῖν εἰδότων· ὥστε διὰ τοῦτο πρῶτον ὑμᾶς ὁπλίζω. Ἔπειτα δὲ καὶ πολέμου καιρὸς πᾶς ὁ τῆς ζωῆς ἡμῶν ἐστὶ χρόνος. Πῶς καὶ τίνι τρόπῳ; Ὁ διάβολος ἐφέστηκεν ἀεί. Ἄκουσον τί περὶ αὐτοῦ φησι. Περιέρχεται ὠρυόμενος ὡς λέων, ἁρπάσαι θέλων. Σωματικὰ πάθη μυρία ἐπιτίθεται ἡμῖν, ἅπερ ἀναγκαῖον διελθεῖν, ἵνα μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν. Τί γὰρ, εἰπέ μοι, ἡμῖν οὐ πολεμεῖ; οὐ πλοῦτος, κάλλος, τρυφὴ, δυναστεία, ἐξουσία, βασκανία, δόξα, ἀπόνοια; Οὐ γὰρ μόνον ἡ ἡμετέρα δόξα πολεμεῖ κωλύουσα πρὸς ταπεινοφροσύνην καταπίπτειν, ἀλλὰ καὶ ἡ ἑτέρων εἰς φθόνον ἡμᾶς καὶ βασκανίαν ἐξάγουσα. Τί δὲ τὰ ἐναντία, πενία, ἀτιμία, τὸ καταφρονεῖσθαι, τὸ ἀπεῤῥῖφθαι, τὸ μηδεμίαν ἔχειν ἰσχύν; Ἀλλὰ ταῦτα μὲν ἐν ἡμῖν· τὰ δὲ παρὰ ἀνθρώπων, πονηρίαι, ἐπιβουλαὶ, δόλοι, συκοφαντίαι, περιστάσεις μυρίαι· ὁμοίως καὶ τὰ παρὰ τῶν δαιμόνων, ἀρχαὶ, ἐξουσίαι, κοσμοκράτορες τοῦ σκότους τοῦ αἰῶνος τούτου, τὰ πνευματικὰ τῆς πονηρίας. Ἄλλοι ἐσμὲν χαίροντες, ἄλλοι ἀλγοῦντες· ἀμφότερα παρεκτροπή. Ἀλλ᾽ ὑγεία, ἀλλ᾽ ἀσθένεια. Πόθεν οὐχ ἁμαρτήσεταί τις; Βούλεσθε καὶ ἀπὸ τοῦ Ἀδὰμ ἀρξάμενος ὑμῖν εἴπω εὐθέως ἀπὸ τῆς ἀρχῆς; Τί τὸν πρωτόπλαστον εἷλεν;