Τί οὖν, φησὶν, ἂν ἔχων τὴν παρ᾽ ἡμῶν ἀφθονίαν ἐπιμένῃ ἀργῶν; Ἐπὶ τούτου φάρμακον προσηνὲς, φησὶν, εἶπον, ὅτι Στέλλεσθε ἀπ᾽ αὐτοῦ, τουτέστι, μὴ μεταδίδοτε αὐτῷ παῤῥησίας, ἐνδείκνυσθε ὅτι ὀργίζεσθε. Οὐ μικρὸν δὲ τοῦτο. Τοιαύτη γὰρ ἡ πρὸς τὸν ἀδελφὸν γίνεται ἐπιτίμησις, εἴ γε ὄντως διορθώσασθαι βουλόμεθα. Οὐκ ἀγνοοῦμεν τοὺς τρόπους τῆς ἐπιτιμήσεως. Εἰπὲ γάρ μοι, εἰ σαρκικὸν εἶχες ἀδελφὸν, ἆρα ἂν περιεῖδες αὐτὸν λιμῷ τηκόμενον· Οὐκ ἔγωγε οἶμαι· ἀλλ᾽ ἴσως κἂν ἐῤῥύθμισας αὐτόν. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς. Ὅρα ταπεινοφροσύνην τοῦ Παύλου· οὐκ εἶπεν, Ὁ παρακούων, ἐμοῦ παρακούει· ἀλλ᾽ ἠρέμα αἰνίττεται. Τοῦτον σημειοῦσθε. Ὥστε μὴ λανθάνειν τοῦτο ποιεῖν προτρέπει. Μὴ συναναμίγνυσθε αὐτῷ. Οὐ μικρὰ παίδευσις καὶ αὕτη. Εἶτα πάλιν· Ἵνα ἐντραπῇ, φησίν. Οὕτως οὐκ ἀφίησιν περαιτέρω προελθεῖν. Ὥσπερ γὰρ εἰπὼν, Εἴ τις μὴ ἐργάζεται, μηδὲ ἐσθιέτω, δεδοικὼς μὴ λιμῷ ἀπόλωνται, ἐπήγαγεν, Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε· οὕτως εἰπὼν, Στέλλεσθε, καὶ, Μὴ συναναμίγνυσθε αὐτῷ, εἶτα δείσας μὴ τοῦτο αὐτὸ ἐκκόψῃ αὐτὸν τῆς ἀδελφότητος (ὁ γὰρ ἀπογνοὺς ἑαυτοῦ ταχέως ἀπολεῖται μὴ μεταλαβὼν παῤῥησίας), ἐπήγαγε· Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. Διὰ τούτου δείκνυσιν ὅτι μεγάλην ὥρισε κατ᾽ αὐτοῦ τιμωρίαν, τῷ τῆς παῤῥησίας αὐτὸν ἀποστερεῖσθαι.