Καὶ ἕτερον δέ τι κατασκευάζει· βουλόμενος γὰρ αὐτὸς πρὸς τὰ μέλλοντα τῆς ἐπιστολῆς εὐγνώμονας καταστῆσαι· ἵνα, κἂν ἐπιτιμᾷ, κἂν ἐπιπλήττῃ, μὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων αὐτῶν τὴν καρδίαν, ἵνα, κἂν θλῖψις ᾖ, ἀναμιμνησκόμενοι τῆς χάριτος, ἀφ᾽ ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων, ἐν τοῖς ἐλάττοσι μὴ ἀπογινώσκωσιν, ἀλλ᾽ ἐκεῖθεν ἔχωσι τὴν παραμυθίαν· καθάπερ καὶ ἀλλαχοῦ γράφων ἔλεγεν· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Χάρις ὑμῖν, φησὶ, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ, καθὼς ἄξιόν ἐστιν. Ὅρα ταπεινοφροσύνης ὑπερβολήν· εἰπὼν, Εὐχαριστεῖν ὀφείλομεν, δίδωσιν αὐτοῖς συλλογίζεσθαι καὶ ἐννοεῖν, ὅτι εἰ ἄλλοι ὑπὲρ τῶν ὑμετέρων κατορθωμάτων οὐχ ὑμᾶς πρῶτον θαυμάζουσιν, ἀλλὰ τὸν Θεὸν, πολλῷ μᾶλλον καὶ ἡμᾶς. Ἄλλως δὲ καὶ ἐπαίρει αὐτῶν τὰ φρονήματα, ὅτι τοιαῦτα πάσχουσιν, οὐ δακρύων ἄξια οὐδὲ θρήνων, ἀλλ᾽ εὐχαριστίας τῆς εἰς τὸν Θεόν. Εἰ δὲ Παῦλος εὐχαριστεῖ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς, τί πείσονται οἱ μὴ μόνον μὴ εὐχαριστοῦντες, ἀλλὰ καὶ τηκόμενοι; Ὅτι ὑπεραυξάνει ἡ πίστις ἡμῶν, καὶ πλεονάζει ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους. Καὶ πῶς ἔνι πίστιν αὐξῆσαι, φησί; Πῶς;