Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Θεσσαλονικεῖς δευτέραν ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Γ', Μέρος Α': Η αποστασία, ο Αντίχριστος και η αιώνια τιμωρία

Ανάλυση της αιώνιας τιμωρίας των ασεβών, ερμηνεία της αποστολικής προσευχής και προειδοποίηση για την αποστασία και την έλευση του Αντιχρίστου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 10

ΟΜΙΛΙΑ Γʹ. Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν. αʹ. Εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ τὰς ἐλπίδας τὰς χρηστὰς οὐκ ἐν τῷ τῶν ἁμαρτημάτων ἀπέχεσθαι ἔχουσιν, ἀλλ᾽ ἐν τῷ νομίζειν τὴν γέενναν μὴ σφοδρὰν εἶναι, καθὼς λέγεται, ἀλλ᾽ ἡμερωτέραν τῆς ἠπειλημένης, καὶ πρόσκαιρον, οὐκ αἰώνιον, καὶ πολλὰ περὶ τούτου φιλοσοφοῦσιν. Ἐγὼ μὲν οὖν οὐ μόνον ὅτι τῆς ἠπειλημένης οὐκ ἔστιν ἡμερωτέρα, ἀλλ᾽ ὅτι καὶ σφοδροτέρα πολλῷ, πολλαχόθεν ἔχω παραστῆσαι, καὶ ἐξ αὐτῶν συλλογίσασθαι τῶν περὶ γεέννης ῥημάτων.

Πλὴν ἀλλ᾽ οὐδένα περὶ τούτων κινῶ λόγον νῦν· ἀρκεῖ γὰρ ὁ καὶ ἀπὸ ψιλῶν ῥημάτων φόβος, κἂν μὴ τὸν νοῦν αὐτῶν ἀναπτύξωμεν. Ὅτι δὲ οὐκ ἔστι πρόσκαιρος, ἄκουσον τοῦ Παύλου λέγοντος νῦν περὶ τῶν μὴ εἰδότων τὸν Θεὸν, μηδὲ πιστευόντων ἐν τῷ Εὐαγγελίῳ, ὅτι δίκην τίσουσιν, ὄλεθρον αἰώνιον. Τὸ αἰώνιον οὖν πῶς πρόσκαιρον; Ἀπὸ προσώπου, φησὶ, τοῦ Κυρίου.

Τί ἐστι τοῦτο; Τί εὔκολον ἐνταῦθα βούλεται εἰπεῖν; Ἐπειδὴ γὰρ μέγα ἐφύσων τότε πλουτοῦντες, οὐ δεῖ, φησὶν, πολλῆς ἐργωδίας, ἀλλ᾽ ἀρκεῖ παραγενέσθαι μόνον καὶ ὀφθῆναι τὸν Θεὸν, καὶ πάντες ἐν κολάσει καὶ τιμωρίᾳ γίνονται. Ἡ παρουσία αὐτοῦ τοῖς μὲν φῶς ἔσται, τοῖς δὲ τιμωρία. Καὶ ἀπὸ τῆς δόξης, φησὶ, τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασι. Τί λέγεις; Θεὸς ἐνδοξάζεται; Ναὶ, Ἐν πᾶσι, φησὶ, τοῖς ἁγίοις αὐτοῦ. Πῶς; Ὅταν γὰρ ἴδωσιν οἱ μέγα φυσῶντες τοὺς μαστιζομένους ὑπ᾽ αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους, τούτους ἐγγὺς ὄντας αὐτοῦ, δόξα αὐτοῦ γίνεται· μᾶλλον δὲ τοῦτο δόξα ἐστὶ καὶ αὐτῶν καὶ αὐτοῦ· αὐτοῦ μὲν, ὅτι αὐτοὺς οὐκ ἐγκατέλιπεν, ἀλλὰ λαμπροὺς ἀπέδειξεν· αὐτῶν δὲ, ὅτι τοσαύτης κατηξιώθησαν τιμῆς. Ὥσπερ γὰρ πλοῦτος αὐτοῦ ἐστι τὸ εἶναι πιστοὺς, οὕτω καὶ δόξα αὐτοῦ ἐστι τὸ εἶναι τοὺς μέλλοντας ἀπολαύειν αὐτοῦ τῶν ἀγαθῶν. Δόξα ἐστὶ τοῦ ἀγαθοῦ τὸ ἔχειν οἷς τῆς εὐεργεσίας μεταδῷ.

Καὶ θαυμασθῆναι, φησὶν, ἐν πᾶσι τοῖς πιστεύσασι. Τουτέστι, διὰ τῶν πιστευσάντων. Ἰδοὺ πάλιν τὸ, ἐν, διὰ ἐστί. Δι᾽ ἐκείνων γὰρ θαυμαστὸς ἀποδείκνυται. Ὅταν γὰρ τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ, καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα, δείκνυται αὐτοῦ ἡ ἰσχὺς τότε, ὅτι εἰ καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ᾽ ὅμως ἐκεῖ πολλῆς ἀπολαύουσι δόξης· τότε μάλιστα πᾶσα ἡ δόξα τοῦ Θεοῦ δείκνυται καὶ ἡ ἰσχύς. Καὶ πῶς, ἄκουε· ἐπάγει γὰρ, Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν. Τουτέστιν, ὅταν παράγωνται εἰς μέσον οἱ μυρία παθόντες δεινὰ, ὥστε ἐκστῆναι τῆς πίστεως, καὶ μὴ ἐνδόντες, ἀλλὰ πιστοὶ μείναντες, δοξάζεται ὁ Θεός· τότε δείκνυται καὶ τούτων ἡ δόξα. Ἐπεὶ τοίνυν πολλοὶ τὴν πίστιν ὑποκρίνονται, μὴ μακάριζε μηδένα πρὸ τελευτῆς· καὶ γὰρ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δείκνυνται οἱ πιστεύσαντες.

Εἰς ὃ καὶ προσευχόμεθα, φησὶ, πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. Ἵνα ἀξιώσῃ, φησὶν, ὑμᾶς τῆς κλήσεως, δεικνὺς ὅτι πολλοὶ καὶ ἀπεβλήθησαν. Διὰ τοῦτο ἐπήγαγε, Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης. Ἐπεὶ καὶ ὁ τὰ ῥυπαρὰ ἱμάτια ἐνδεδυμένος ἐκλήθη, ἀλλ᾽ οὐκ ἔμεινεν ἐν τῇ κλήσει· διὰ τοῦτο καὶ μᾶλλον γέγονεν ἀπόβλητος τῆς κλήσεως τῆς εἰς τὸν νυμφῶνα. Ἐπεὶ καὶ αἱ πέντε παρθένοι ἐκλήθησαν· ἐγείρεσθε, φησὶν, ὁ νυμφίος ἔρχεται· καὶ παρεσκευάσαντο, ἀλλ᾽ οὐκ εἰσῆλθον. Δηλῶν οὖν ποίαν κλῆσιν, ἐπήγαγε· Καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. Ταύτην ζητοῦμεν τὴν κλῆσιν, φησίν. Ὅρα πῶς ἠρέμα αὐτοὺς καταστέλλει.

Ἵνα γὰρ μὴ τῇ τῶν ἐγκωμίων ὑπερβολῇ χαυνωθῶσιν, ὡς μεγάλα κατωρθωκότες, καὶ ῥᾴθυμοι γένωνται, δείκνυσιν ὅτι ἔτι αὐτοῖς λείπει, ἕως ἂν ὦσιν ἐν τῷ βίῳ τούτῳ· ὅπερ καὶ Ἑβραίοις γράφων ἔλεγεν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Εἰς πᾶσαν, φησὶν, εὐδοκίαν· τουτέστιν, ἀρέσκειαν, πεῖσμα, πληροφορίαν· ὡσεὶ ἔλεγεν, ἵνα τὸ πεῖσμα τοῦ Θεοῦ γένηται, ἵνα μηδὲν ὑμῖν λείπῃ, ἵνα ὡς βούλεται οὕτως ἦτε. Καὶ ἔργον, φησὶ, πίστεως ἐν δυνάμει.

Τί ἐστι τοῦτο; Ἡ ὑπομονὴ τῶν διωγμῶν, ἵνα μὴ ἐκλυώμεθα, φησίν. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. βʹ. Ὅρα· εἶπεν ἐκεῖ δόξαν, εἶπε καὶ ἐνταῦθα· εἶπεν ὅτι αὐτοὶ δοξάζονται, ὥστε καὶ καυχᾶσθαι· εἶπεν ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ τὸν Θεὸν δοξάζουσιν· εἶπεν ὅτι ἀπολήψονται τὴν δόξαν ἐκείνην· ἀλλὰ καὶ ἐνταῦθά φησι· τοῦ γὰρ δεσπότου δοξαζομένου, καὶ οἱ δοῦλοι δοξάζονται. Οἱ γὰρ τὸν δεσπότην δοξάζοντες, πολλῷ μᾶλλον αὐτοὶ δοξάζονται, καὶ τούτῳ αὐτῷ, καὶ χωρὶς τούτου. Δόξα γάρ ἐστιν ἡ θλῖψις ἡ διὰ Χριστὸν, καὶ πανταχοῦ δόξαν τὸ πρᾶγμα καλεῖ· καὶ ὅσῳ ἂν ἄτιμόν τι πάθωμεν, τοσούτῳ μᾶλλον γινόμεθα λαμπροί.

Εἶτα πάλιν δεικνὺς ὅτι καὶ τοῦτο αὐτὸ τοῦ Θεοῦ ἐστι, φησὶ, Κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· τουτέστι, ταύτην τὴν χάριν ἡμῖν αὐτὸς ἔδωκεν ὁ Θεὸς, ἵνα δοξάζηται ἐν ἡμῖν, καὶ δοξάζῃ ἡμᾶς ἐν αὐτῷ. Πῶς δοξάζεται ἐν ἡμῖν; Ὅτι οὐδὲν αὐτοῦ προτιμῶμεν. Πῶς δοξαζόμεθα ἐν αὐτῷ; Ὅτι δύναμιν εἰλήφαμεν παρ᾽ αὐτοῦ ὥστε μηδὲ ἐνδιδόναι τοῖς ἐπαγομένοις δεινοῖς. Ὁμοῦ γὰρ ὅταν πειρασμὸς συμβῇ, καὶ ὁ Θεὸς δοξάζεται, καὶ ἡμεῖς· αὐτὸν μὲν γὰρ δοξάζουσιν, ὅτι οὕτως ἡμᾶς ἐνεύρωσεν· ἡμᾶς δὲ θαυμάζουσιν, ὅτι ἀξίους ἑαυτοὺς παρεσκευάσαμεν. Πάντα δὲ ταῦτα ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ γίνεται. Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾽ αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός. Πότε μὲν ἔσται ἀνάστασις, οὐκ εἴρηκεν· ὅτι δὲ νῦν οὐκ ἔσται, εἴρηκε. Καὶ ἡμῶν, φησὶν, ἐπισυναγωγῆς ἐπ᾽ αὐτόν. Οὐ μικρὸν καὶ τοῦτο. Ὁρᾷς πῶς καὶ ἡ παραίνεσις πάλιν μετ᾽ ἐγκωμίου καὶ προτροπῆς, τῷ πάντως μεθ᾽ ἡμῶν αὐτῶν φαίνεσθαι τὸν Κύριον καὶ τοὺς ἁγίους πάντας; Περὶ τῆς παρουσίας τοῦ Χριστοῦ ἐνταῦθα διαλέγεται, καὶ περὶ τῆς ἐπισυναγωγῆς τῆς ἡμῶν· ὁμοῦ γὰρ ταῦτα ἔσται.

Ἐπαίρει τὴν διάνοιαν αὐτῶν· εἰς τὸ μὴ σαλεύεσθαι, φησὶ, ταχέως ὑμᾶς. Μήτε θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι᾽ ἐπιστολῆς, ὡς δι᾽ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου. Ἐνταῦθα δοκεῖ μοι αἰνίττεσθαι περιιέναι τινὰς ἐπιστολὴν πλάσαντας δῆθεν ἀπὸ τοῦ Παύλου, καὶ ταύτην ἐπιδεικνυμένους λέγειν, ὡς ἄρα ἐφέστηκε τοῦ Κυρίου ἡ ἡμέρα, ἵνα πολλοὺς ἐντεῦθεν πλανήσωσιν. Ὥστε οὖν μὴ ἀπατηθῆναι, ἀσφαλίζεται αὐτοὺς ὁ Παῦλος, δι᾽ ὧν γράφει καί φησι· Μὴ θροεῖσθε, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου. Ὃ δὲ λέγει, τοῦτό ἐστι· κἄν τις πνεῦμα προφητείας ἔχων τοῦτο εἴπῃ, μὴ πιστεύσητε. Ὅτε γὰρ ἤμην πρὸς ὑμᾶς, ταῦτα εἶπον ὑμῖν· ὥστε οὐ δεῖ μεταπείθεσθαι, ἀφ᾽ ὧν ἐδιδάχθητε. Ἢ διὰ πνεύματος. Τοὺς ψευδοπροφήτας οὕτω καλεῖ πνεύματι ἀκαθάρτῳ λαλοῦντας, ἅπερ ἐλάλουν. Βουλόμενοι γὰρ οὗτοι μᾶλλον πιστεύεσθαι, οὐ μόνον διὰ πιθανολογίας ἐπεχείρουν ἀπατᾷν· τοῦτο γὰρ ἐμφαίνει εἰπὼν, Μήτε διὰ λόγου· ἀλλὰ καὶ πεπλασμένην ἐπιστολὴν ἐπεδείκνυον ὡς ἀπὸ τοῦ Παύλου, τὸ αὐτὸ τοῦτο δηλοῦσαν. Διὰ τοῦτο καὶ αὐτὸ ἐμφαίνων ἐπήγαγε τὸ, Μήτε δι᾽ ἐπιστολῆς, ὡς δι᾽ ἡμῶν.

Πανταχόθεν τοίνυν αὐτοὺς ἀσφαλισάμενος, οὕτω τὴν οἰκείαν γνώμην ἐκτίθεται, καὶ λέγει· Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς Θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός. Περὶ τοῦ ἀντιχρίστου ἐνταῦθα διαλέγεται, καὶ μεγάλα ἀποκαλύπτει μυστήρια.

Τί ἐστιν ἡ ἀποστασία; Αὐτὸν καλεῖ τὸν ἀντίχριστον ἀποστασίαν, ὡς πολλοὺς μέλλοντα ἀπολλύναι καὶ ἀφιστᾷν· Ὥστε, φησὶ, σκανδαλισθῆναι, εἰ δυνατὸν, καὶ τοὺς ἐκλεκτούς. Καὶ ἄνθρωπον ἁμαρτίας αὐτὸν καλεῖ· μυρία γὰρ ἐργάσεται καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. Υἱὸν δὲ τῆς ἀπωλείας φησὶν αὐτὸν διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι.

Τίς δὲ οὗτός ἐστιν; ἆρα ὁ σατανᾶς; Οὐδαμῶς· ἀλλ᾽ ἄνθρωπός τις πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέργειαν· Καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος, φησὶν, ὁ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα. Οὐ γὰρ εἰς εἰδωλολατρείαν ἄξει ἐκεῖνος, ἀλλ᾽ ἀντίθεός τις ἔσται, καὶ πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, καὶ καθεσθήσεται εἰς τὸν ναὸν τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσολύμοις μόνον, ἀλλὰ καὶ εἰς τὰς πανταχοῦ Ἐκκλησίας.

Ἀποδεικνύντα, φησὶν, ἑαυτὸν Θεόν. Οὐκ εἶπε, λέγοντα, ἀλλὰ, πειρώμενον ἀποδεικνύναι· καὶ γὰρ ἔργα μεγάλα ἐργάσεται, καὶ σημεῖα ἐπιδείξεται θαυμαστά. Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;