δʹ. Εἰπὲ δή μοι, εἴ τις εἰς ἰατρεῖον παραγένοιτο, καὶ μὴ χάριν αἰτεῖ τὸν ἰατρὸν, ἀλλὰ νομίζει χαρίζεσθαι ἐκείνῳ, καὶ ἀφεὶς φάρμακον αἰτῆσαι ἐπὶ τὸ τραῦμα, περὶ ἱμάτια ἀσχολοῖτο, ἆρα ἀπέλθοι τι ἂν ὁ τοιοῦτος λαβὼν ἀγαθόν; Οὐκ ἔγωγε οἶμαι. Τὸ δὲ αἴτιον τούτων ἁπάντων, εἰ βούλεσθε, ἐρῶ· νομίζουσι πρὸς ἡμᾶς εἰσιέναι, ὅταν εἰσίωσιν ἐνταῦθα· νομίζουσι παρ᾽ ἡμῶν ἀκούειν ἅπερ ἀκούουσιν· οὐ προσέχουσιν, οὐκ ἐννοοῦσιν ὅτι πρὸς τὸν Θεὸν εἰσέρχονται, ὅτι αὐτὸς αὐτοῖς διαλέγεται. Ὅταν γὰρ ἀναστὰς ὁ ἀναγινώσκων λέγῃ, Τάδε λέγει Κύριος, καὶ ὁ διάκονος ἑστὼς ἐπιστομίζῃ πάντας, οὐ τῷ ἀναγινώσκοντι τιμὴν ποιῶν τοῦτό φησιν, ἀλλὰ τῷ δι᾽ ἐκείνου πᾶσι διαλεγομένῳ. Εἰ ᾔδεσαν ὅτι Θεὸς ἦν ὁ ταῦτα λέγων διὰ τοῦ προφήτου, πάντα ἂν τὸν τῦφον ἔῤῥιψαν. Εἰ γὰρ ἀρχόντων αὐτοῖς διαλεγομένων οὐκ ἀνέχονται ἔξω προσέχειν, πολλῷ μᾶλλον τοῦ Θεοῦ. Ἡμεῖς ὑπηρέται ἐσμὲν, ἀγαπητοί· ἡμεῖς οὐ τὰ ἡμέτερα λέγομεν, ἀλλὰ τὰ τοῦ Θεοῦ· ἐπιστολαὶ καθ᾽ ἑκάστην ἡμέραν ἀπὸ τοῦ οὐρανοῦ ἥκουσαι ἀναγινώσκονται. Εἰπὲ δή μοι, παρακαλῶ, εἴ τις ἄρτι παρόντων ἡμῶν πάντων εἰσῆλθεν ἔχων ζώνην χρυσῆν, καὶ ἀνατεταμένος καὶ σοβῶν ἔφησε πεμφθῆναι παρὰ τοῦ βασιλέως τοῦ ἐπὶ τῆς γῆς, καὶ πρὸς τὴν πόλιν ἅπασαν τὴν ἐπιστολὴν κομίζειν περί τινων ἀναγκαίων, ἆρα οὐκ ἂν ἅπαντες συνεστράφητε;