βʹ. Ἵνα κριθῶσιν. Οὐκ εἶπεν, Ἵνα κολασθῶσι· καὶ γὰρ καὶ χωρὶς τούτου ἔμελλον κολάζεσθαι, ἀλλ᾽, Ἵνα κριθῶσι, τουτέστι, κατακριθῶσιν ἐπὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Τίνες δέ εἰσιν οὗτοι; Αὐτὸς ἡρμήνευσεν ἐπάγων, Οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. Ἀγάπην δὲ ἀληθείας τὸν Χριστὸν καλεῖ· ἀνθ᾽ ὧν γὰρ, φησὶ, τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο· ἀμφότερα γὰρ ἦν, καὶ δι᾽ ἀμφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους καὶ ὑπὲρ ἀληθῶν πραγμάτων. Ἀλλ᾽ εὐδοκήσαντες, φησὶν, ἐν τῇ ἀδικίᾳ· ἐπὶ γὰρ λύμῃ τῶν ἀνθρώπων ἦλθε, καὶ ἀδικήσων αὐτούς. Τί γὰρ οὐκ ἐργάσεται τότε; πάντα κινήσει, πάντα ταράξει, καὶ ἐπιταγμάτων ἕνεκεν καὶ φόβου. Φοβερὸς ἔσται πάντοθεν, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς ὠμότητος, ἀπὸ τῶν παρανόμων ἐπιταγμάτων. Ἀλλὰ μὴ δείσῃς· ἐν τοῖς ἀπολλυμένοις, φησὶν, ἕξει τὴν ἰσχύν. Καὶ γὰρ καὶ ὁ Ἠλίας ἥξει τότε τοὺς πιστοὺς ἀσφαλιζόμενος. Καὶ τοῦτο ὁ Χριστός φησιν, Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα. Διὰ τοῦτο εἴρηται περὶ Ἰωάννου τὸ, Ἐν δυνάμει καὶ πνεύματι Ἡλίου. Οὔτε γὰρ σημεῖα εἰργάσατο, καθάπερ Ἠλίας, οὔτε θαύματα· Ἰωάννης μὲν γὰρ, φησὶ, σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ, ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.