Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν πρὸς Θεσσαλονικεῖς δευτέραν ἐπιστολήν

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Δ', Μέρος Α': Το «κατέχον», η καταστροφή του Αντιχρίστου και οι παραδόσεις

Ερμηνεία του ανασταλτικού παράγοντα της ρωμαϊκής εξουσίας, η εξολόθρευση του Αντιχρίστου, ο αγιασμός του Πνεύματος και η προσήλωση στις παραδόσεις της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 10

ΟΜΙΛΙΑ Δʹ. Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ σατανᾶ.

αʹ. Ζητήσειεν ἄν τις πρῶτον εἰκότως, τί ποτέ ἐστι, Τὸ κατέχον, καὶ μετὰ ταῦτα μαθεῖν, τί δήποτε ἀσαφῶς οὕτως αὐτὸ τίθησιν ὁ Παῦλος. Τί δήποτ᾽ οὖν ἐστι Τὸ κατέχον ἀποκαλυφθῆναι αὐτὸν, τουτέστι, τὸ κωλύον; Οἱ μὲν τοῦ Πνεύματος τὴν χάριν φασὶν, οἱ δὲ τὴν Ῥωμαϊκὴν ἀρχήν· οἷς ἔγωγε μάλιστα τίθεμαι.

Διὰ τί; Ὅτι εἰ τὸ πνεῦμα ἐβούλετο εἰπεῖν, οὐκ ἂν εἶπεν ἀσαφῶς, ἀλλὰ φανερῶς, ὅτι καὶ νῦν αὐτὸν κατέχει ἡ τοῦ Πνεύματος χάρις, τουτέστι, τὰ χαρίσματα. Ἄλλως δὲ ἔδει ἤδη παραγενέσθαι, εἴ γε ἔμελλε τῶν χαρισμάτων ἐκλειπόντων παραγενέσθαι· καὶ γὰρ πάλαι ἐκλέλοιπεν. Ἐπειδὴ δὲ περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς τοῦτό φησιν, εἰκότως ᾐνίξατο, καὶ τέως φησὶ συνεσκιασμένως· οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας ἀναδέχεσθαι καὶ ἀνονήτους κινδύνους. Εἰ γὰρ εἶπεν ὅτι μικρὸν ὕστερον καταλυθήσεται ἡ Ῥωμαίων ἀρχὴ, ἤδη εὐθέως ἂν αὐτὸν καὶ κατώρυξαν ὡς λυμεῶνα, καὶ τοὺς πιστοὺς ἅπαντας, ὡς ἐπὶ τούτῳ ζῶντας καὶ στρατευομένους.

Διὰ τοῦτο οὐκ εἶπεν οὕτως, οὐδ᾽ ὅτι ταχέως ἔσται, καίτοιγε ἀεὶ αὐτὸ λέγει· ἀλλὰ τί; Εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ, φησί. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Νέρωνα ἐνταῦθά φησιν, ὡσανεὶ τύπον ὄντα τοῦ ἀντιχρίστου· καὶ γὰρ οὗτος ἐβούλετο νομίζεσθαι θεός. Καὶ καλῶς εἶπε τὸ μυστήριον· οὐ γὰρ φανερῶς, ὡς ἐκεῖνος, οὐδὲ ἀπηρυθριασμένως. Εἰ γὰρ πρὸ τοῦ χρόνου ἐκείνου ἀνευρέθη, φησὶν, ὃς οὐ πολὺ τοῦ ἀντιχρίστου ἐλείπετο κατὰ τὴν κακίαν, τί θαυμαστὸν, εἰ ἤδη ἔσται; Οὕτω δὴ συνεσκιασμένως εἶπε, καὶ φανερὸν αὐτὸν οὐκ ἠθέλησε ποιῆσαι, οὐ διὰ δειλίαν, ἀλλὰ παιδεύων ἡμᾶς μὴ περιττὰς ἔχθρας ἀναδέχεσθαι, ὅταν μηδὲν ᾖ τὸ κατεπεῖγον. Οὕτω δὴ καὶ ἐνταῦθά φησι· Μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· τουτέστιν, ἡ ἀρχὴ ἡ Ῥωμαϊκὴ ὅταν ἀρθῇ ἐκ μέσου, τότε ἐκεῖνος ἥξει. Καὶ εἰκότως. Ἕως γὰρ ἂν ὁ ταύτης ᾖ τῆς ἀρχῆς φόβος, οὐδεὶς ταχέως ὑποταγήσεται· ὅταν δὲ αὕτη καταλυθῇ, ἐπιθήσεται τῇ ἀναρχίᾳ, καὶ τὴν τῶν ἀνθρώπων καὶ τὴν τοῦ Θεοῦ ἐπιχειρήσει ἁρπάσαι ἀρχήν. Ὥσπερ γὰρ αἱ πρὸ τούτου κατελύθησαν βασιλεῖαι, οἷον ἡ Μήδων ὑπὸ τῶν Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μακεδόνων ὑπὸ Ῥωμαίων· οὕτω καὶ αὕτη ὑπὸ τοῦ ἀντιχρίστου, κἀκεῖνος ὑπὸ τοῦ Χριστοῦ, καὶ οὐκέτι καθέξει. Καὶ ταῦτα μετὰ πολλῆς τῆς σαφηνείας ὁ Δανιὴλ ἡμῖν παρακατατίθεται.

Καὶ τότε, φησὶν, ἀποκαλυφθήσεται ὁ ἄνομος. Καὶ τί μετὰ ταῦτα; Ἐγγὺς ἡ παραμυθία· ἐπάγει γάρ· Ὃν ὁ Κύριος Ἰησοῦς, φησὶν, ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ σατανᾶ. Καθάπερ γὰρ πῦρ ἐπελθὸν ἁπλῶς τὰ μικρὰ ζωΰφια καὶ πρὸ τῆς παρουσίας αὐτῆς πόῤῥωθεν ὄντα ναρκᾷν ποιεῖ καὶ ἀναλίσκει· οὕτω καὶ ὁ Χριστὸς τῷ ἐπιτάγματι μόνον καὶ τῇ παρουσίᾳ τὸν ἀντίχριστον ἀναλώσει. Ἀρκεῖ παρεῖναι αὐτὸν, καὶ ταῦτα πάντα ἀπόλωλε· στήσει τὴν ἀπάτην καὶ φανεὶς μόνον. Εἶτα δηλῶν τίς ἐστιν οὗτος, Οὗ ἡ παρουσία κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ· Ἐν πάσῃ δυνάμει, φησὶ, καὶ σημείοις καὶ τέρασι ψεύδους.

Τουτέστι, πᾶσαν ἐπιδείξεται δύναμιν, ἀλλ᾽ οὐδὲν ἀληθὲς ἀλλὰ πρὸς ἀπάτην τὰ πάντα. Ταῦτα προεῖπεν, ἵνα μὴ ἀπατηθῶσιν οἱ τότε. Καὶ τέρασι, φησὶ, ψεύδους· ἤτοι διεψευσμένοις, ἢ εἰς ψεῦδος ἄγουσι. Καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Τί οὖν συνεχώρησε, φησὶν, ὁ Θεὸς τοῦτο γενέσθαι, καὶ ποία αὕτη οἰκονομία; τί δὲ τὸ κέρδος τῆς ἐκείνου παρουσίας ἐπὶ λύμῃ ἡμῶν παραγενομένου;

Μὴ φοβηθῇς, ἀγαπητὲ, ἀλλ᾽ ἄκουε λέγοντος αὐτοῦ· Ἐν τοῖς ἀπολλυμένοις ἰσχύει, οἳ, εἰ καὶ μὴ παρεγένετο ἐκεῖνος, οὐκ ἂν ἐπείσθησαν. Τί οὖν τὸ κέρδος, φησίν; Ὅτι αὐτοὶ οὗτοι οἱ ἀπολλύμενοι ἐπιστομισθήσονται. Πῶς; Ὅτι εἰ καὶ μὴ ἦλθεν ἐκεῖνος, οὐκ ἂν ἐπίστευσαν τῷ Χριστῷ· ἔρχεται οὖν ἐλέγξων αὐτούς. Ἵνα γὰρ μὴ μέλλωσι λέγειν, ὅτι Ἐπειδὴ Θεὸν ἔλεγεν ἑαυτὸν ὁ Χριστὸς, καίτοι γε οὐδαμοῦ εἶπε φανερῶς, πλὴν ἀλλ᾽ ἐπειδὴ οἱ μετὰ ταῦτα ἐκήρυξαν, οὐκ ἐπιστεύσαμεν· ἐπειδὴ ἠκούσαμεν ὅτι εἷς Θεὸς ἐξ οὗ τὰ πάντα, διὰ τοῦτο οὐκ ἐπιστεύσαμεν· ταύτην οὖν αὐτῶν τὴν πρόφασιν ὁ Ἀντίχριστος ἀναιρήσει.

Ὅταν γὰρ ἔλθῃ ἐκεῖνος, καὶ οὐδὲν ἐπιτάττων ὑγιὲς, ἀλλὰ πάντα παράνομα, ἀπὸ σημείων μόνων ψευδῶν πιστεύηται, ἀποῤῥάψει τὸ στόμα αὐτοῖς. Εἰ γὰρ τῷ Χριστῷ οὐ πιστεύεις, πολλῷ μᾶλλον οὐκ ἐχρῆν τῷ Ἀντιχρίστῳ πιστεῦσαι· ἐκεῖνος μὲν γὰρ ἔλεγε παρὰ τοῦ Πατρὸς πεπέμφθαι, οὗτος δὲ τοὐναντίον.

Διὰ τοῦτο ἔλεγεν ὁ Χριστὸς, Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ἀλλὰ σημεῖα εἴδομεν, φησίν. Ἀλλὰ καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε πολλὰ καὶ μεγάλα. Οὐκοῦν πολλῷ μᾶλλον αὐτῷ πιστεῦσαι ἐχρῆν. Καίτοι περὶ μὲν τούτου πολλὰ προεῤῥήθη, ὅτι ὁ ἄνομος, ὅτι ὁ υἱὸς τῆς ἀπωλείας, ὅτι παρουσία αὐτοῦ κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ· περὶ δὲ ἐκείνου τὰ ἐναντία, ὅτι Σωτὴρ, ὅτι μυρία ἀγαθὰ κομίζει. Ἀνθ᾽ ὧν γὰρ τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.

βʹ. Ἵνα κριθῶσιν. Οὐκ εἶπεν, Ἵνα κολασθῶσι· καὶ γὰρ καὶ χωρὶς τούτου ἔμελλον κολάζεσθαι, ἀλλ᾽, Ἵνα κριθῶσι, τουτέστι, κατακριθῶσιν ἐπὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Τίνες δέ εἰσιν οὗτοι; Αὐτὸς ἡρμήνευσεν ἐπάγων, Οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ᾽ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. Ἀγάπην δὲ ἀληθείας τὸν Χριστὸν καλεῖ· ἀνθ᾽ ὧν γὰρ, φησὶ, τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο· ἀμφότερα γὰρ ἦν, καὶ δι᾽ ἀμφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους καὶ ὑπὲρ ἀληθῶν πραγμάτων. Ἀλλ᾽ εὐδοκήσαντες, φησὶν, ἐν τῇ ἀδικίᾳ· ἐπὶ γὰρ λύμῃ τῶν ἀνθρώπων ἦλθε, καὶ ἀδικήσων αὐτούς. Τί γὰρ οὐκ ἐργάσεται τότε; πάντα κινήσει, πάντα ταράξει, καὶ ἐπιταγμάτων ἕνεκεν καὶ φόβου. Φοβερὸς ἔσται πάντοθεν, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς ὠμότητος, ἀπὸ τῶν παρανόμων ἐπιταγμάτων. Ἀλλὰ μὴ δείσῃς· ἐν τοῖς ἀπολλυμένοις, φησὶν, ἕξει τὴν ἰσχύν. Καὶ γὰρ καὶ ὁ Ἠλίας ἥξει τότε τοὺς πιστοὺς ἀσφαλιζόμενος. Καὶ τοῦτο ὁ Χριστός φησιν, Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα. Διὰ τοῦτο εἴρηται περὶ Ἰωάννου τὸ, Ἐν δυνάμει καὶ πνεύματι Ἡλίου. Οὔτε γὰρ σημεῖα εἰργάσατο, καθάπερ Ἠλίας, οὔτε θαύματα· Ἰωάννης μὲν γὰρ, φησὶ, σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ, ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν.

Πῶς οὖν Ἐν δυνάμει καὶ πνεύματι Ἠλίου; Τουτέστι, τὴν αὐτὴν ἀναλήψεται διακονίαν. Καθάπερ οὗτος πρόδρομος τῆς προτέρας παρουσίας, οὕτω κἀκεῖνος πρόδρομος τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ παρουσίας, καὶ εἰς τοῦτο φυλάττεται. Μὴ τοίνυν δείσωμεν· κατέσεισε τῶν ἀκροατῶν τὴν διάνοιαν, οὐκέτι ἐποίησε δεινὰ τὰ παρόντα νομίζειν, ἀλλ᾽ εὐχαριστίας ἄξια. Διόπερ ἐπήγαγεν· Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ᾽ ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας. Πῶς εἰς σωτηρίαν εἵλετο;

Δείκνυσιν εἰπὼν, Ἐν ἁγιασμῷ πνεύματος, τουτέστιν, ἁγιάσαι διὰ πνεύματος καὶ πίστεως ἀληθοῦς. Ταῦτα γὰρ ἡμῶν ἐστι τὰ συνεκτικὰ τῆς σωτηρίας· οὐδαμοῦ ἀπὸ ἔργων, οὐδαμοῦ ἀπὸ κατορθωμάτων, ἀλλὰ διὰ πίστεως ἀληθείας. Ἰδοὺ τὸ, ἐν, πάλιν διὰ ἐστίν. Ἐν ἁγιασμῷ πνεύματος, φησίν. Εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Οὐ μικρὸν καὶ τοῦτο, εἰ αὑτοῦ δόξαν τὴν ἡμετέραν σωτηρίαν ἡγεῖται ὁ Χριστός. Δόξα γὰρ τοῦ φιλανθρώπου τὸ πολλοὺς εἶναι τοὺς σωζομένους. Ἄρα μέγας ἡμῶν ὁ Κύριος, εἰ οὕτως ἐφίεται τῆς σωτηρίας ἡμῶν· μέγα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐργαζόμενον ἡμῖν τὸν ἁγιασμόν. Διὰ τί οὐ πρότερον εἶπε τὴν πίστιν, ἀλλὰ τὸν ἁγιασμόν; Ὅτι καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς ἔτι δεόμεθα, ὥστε μὴ παρασαλευθῆναι.

Ὁρᾷς πῶς οὐδὲν αὐτῶν δείκνυσιν ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ; Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι᾽ ἐπιστολῆς ἡμῶν. Ἐντεῦθεν δῆλον ὅτι οὐ πάντα δι᾽ ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ πολλὰ καὶ ἀγράφως· ὁμοίως δὲ κἀκεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα.

Ὥστε καὶ τὴν παράδοσιν τῆς Ἐκκλησίας ἀξιόπιστον ἡγώμεθα. Παράδοσίς ἐστι, μηδὲν πλέον ζήτει. Δείκνυσιν ἐνταῦθα πολλοὺς ὄντας τοὺς παρασαλευομένους. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Πάλιν εὐχὴ μετὰ παραίνεσιν· τοῦτο γάρ ἐστιν ὄντως βοηθεῖν.

Ὁ ἀγαπήσας ἡμᾶς, φησὶ, καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ποῦ νῦν εἰσιν οἱ τὸν Υἱὸν ἐλαττοῦντες, ἐπειδὴ μετὰ τὸν Πατέρα ἐν τῇ χάριτι τοῦ λουτροῦ ὀνομάζεται; ἰδοὺ γὰρ ἐνταῦθα τοὐναντίον ἐστίν· αὐτός φησι πρῶτον, Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· εἶτα, Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν. Ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον. Ποίαν δὴ ταύτην; Τὴν ἐλπίδα τῶν μελλόντων. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ τεκμήρια; Παρακαλέσαι, φησὶν, ὑμῶν τὰς καρδίας ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ· τουτέστι, διὰ παντὸς ἔργου καὶ λόγου ἀγαθοῦ. Χριστιανῶν γὰρ αὕτη παράκλησις, τὸ μὴ μόνον ποιῆσαί τι χρηστὸν βούλεσθαι, ἀλλὰ καὶ τῷ Θεῷ δοκοῦν. Ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα. Ὁ δοὺς παράκλησιν, φησὶ, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ἅμα καὶ εὐέλπιδας ὑπὲρ τῶν μελλόντων ποιεῖ. Εἰ γὰρ τοσαῦτα χάριτι ἔδωκε, πολλῷ μᾶλλον τὰ μέλλοντα. Ἐγὼ μέντοι οὕτως εἶπον, φησὶ, τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι. Στηρίξαι· βεβαιώσαι, ὥστε μὴ σαλεύεσθαι μηδὲ παρακλίνεσθαι· καὶ γὰρ ἡμῶν καὶ αὐτοῦ τοῦτό ἐστιν. Ὥστε καὶ δογμάτων καὶ πράξεων ἕνεκεν. Τοῦτο γάρ ἐστι παράκλησις, τὸ ἐστηρίχθαι.

Ὅταν γάρ τις μὴ παραφέρηται, πάντα, ὅσαπερ ἂν πάθῃ, μετὰ πολλῆς φέρει τῆς μακροθυμίας· ὡς ἐὰν παρασαλευθῇ ἡ διάνοια, οὐδὲν λοιπὸν ἐργάσεται τῶν ἀγαθῶν καὶ γενναίων πράξεων, ἀλλ᾽ ὡς ἄν τις τὰς χεῖρας ἐκλυθῇ, οὕτω καὶ ψυχὴ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἐπί τι χρηστὸν ἀπαντᾷ τέλος. Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοὶ, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς.

γʹ. Αὐτὸς μὲν οὖν προσηύξατο περὶ αὐτῶν, ὥστε στηριχθῆναι· αἰτεῖ δὲ νῦν παρ᾽ αὐτῶν, προσεύξασθαι ὑπὲρ αὐτοῦ ἀξιῶν, οὐχ ἵνα μὴ κινδυνεύῃ (εἰς τοῦτο γὰρ ἔκειτο), ἀλλ᾽, Ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς. Καὶ μετ᾽ ἐγκωμίου ἡ αἴτησις· Καθάπερ, φησὶ, καὶ πρὸς ὑμᾶς. Καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις.

Τοῦτο δηλοῦντός ἐστι καὶ τοὺς αὐτοῦ κινδύνους· διὸ μάλιστα αὐτοὺς παρεκάλει. Ἀπὸ τῶν ἀτόπων, φησὶ, καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις. Ἄρα περὶ τῶν ἀντιλεγόντων τῷ κηρύγματι λέγει, περὶ τῶν ἀνθισταμένων καὶ μαχομένων τοῖς δόγμασι.

Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Οὐ γὰρ πάντων ἡ πίστις. Οὐ κινδύνους ἐνταῦθά μοι δοκεῖ αἰνίττεσθαι, ἀλλὰ τοὺς ἀντιλέγοντας καὶ ἐμποδίζοντας αὐτοῦ τῷ λόγῳ, ὥσπερ ἦν ὁ Ὑμεναῖος, ὥσπερ Ἀλέξανδρος ὁ χαλκεύς. Λίαν γὰρ, φησὶν, ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις· ὡς ἂν περὶ κλήρου εἰ ἔλεγέ τις πατρικοῦ, ὅτι οὐ πάντων ἐστὶ τὸ στρατεύεσθαι ἐν τοῖς βασιλείοις, οὕτω καὶ αὐτὸς ἀφ᾽ ὧν βούλεται ῥυσθῆναι πονηρῶν, εἰσὶ τοιοῦτοι, φησὶν, οἷς δέδοται τὸ μὴ πιστεύειν. Ἅμα δὲ τοῦτο λέγων καὶ διανίστησιν αὐτούς. Ἄρα μεγάλοι τινὲς ἦσαν, εἴ γε τοσαύτην ἔχουσι παῤῥησίαν, ὡς δύνασθαι καὶ τὸν διδάσκαλον κινδύνων ἀπαλλάττειν, καὶ ἐξευμαρίζειν αὐτῷ τὸ κήρυγμα. Οὐκοῦν καὶ ἡμεῖς τὰ αὐτὰ πρὸς ὑμᾶς λέγομεν. Μηδεὶς ἡμῶν ἀπόνοιαν καταγινωσκέτω· μηδεὶς ὑμῶν ἐξ ἀμέτρου ταπεινοφροσύνης ἀποστερείτω ἡμᾶς τοσαύτης βοηθείας. Οὔτε γὰρ ἀπὸ τῆς αὐτῆς διανοίας λέγομεν, ἀφ᾽ ἧς Παῦλος ἔλεγεν· ἐκεῖνος μὲν γὰρ παρακαλέσαι τοὺς μαθητὰς βουλόμενος, ταῦτα ἔλεγεν· ἡμεῖς δὲ καρποῦσθαί τι μέγα καὶ χρηστόν· καὶ σφόδρα πιστεύομεν ὅτι πάντα κατορθώσομεν, ἂν ἐθελήσητε πάντες ὁμοθυμαδὸν τὰς χεῖρας ἐκτείνειν πρὸς τὸν Θεὸν ὑπὲρ τῆς ἡμετέρας σμικρότητος. Οὕτω πολεμῶμεν τοῖς ἐχθροῖς εὐχαῖς καὶ ἱκετηρίαις. Εἰ γὰρ τοῖς ἐνόπλοις οὕτως ἐπολέμουν οἱ παλαιοὶ, πολλῷ μᾶλλον τοῖς χωρὶς ὅπλων οὕτω δεῖ πολεμεῖν.