Εἰ μέλλοις χήρα μένουσα τὸν αὐτὸν κόμπον ἔχειν, καὶ τὴν αὐτὴν φαντασίαν, καὶ τὴν αὐτὴν περιβολὴν, ἣν ζῶντος εἶχες τοῦ ἀνδρὸς, βέλτιον γαμῆσαι· οὐ γὰρ ἡ μίξις κακὸν, ἀλλ᾽ ἡ πολυπραγμοσύνη. Σὺ δὲ τὸ μὲν οὐκ ὂν κακὸν οὐ πράττεις, τὸ δὲ οὐκ ἀδιάφορον, ἀλλ᾽ ὑπὸ ἔγκλημα ὂν, τοῦτο ὑπομένεις. Διὰ τοῦτο ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ, ἐπειδὴ οὐκ ἔγνωσαν χηρεῦσαι καλῶς. Βούλει μαθεῖν τί ἐστι χήρα, καὶ τί τὸ τῆς χήρας ἀξίωμα; ἄκουε Παύλου λέγοντος· Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὅταν γὰρ τοῦ ἀνδρὸς τελευτήσαντος ᾖς πλούτου περιβεβλημένη πολὺν ὄγκον, εἰκότως οὐ φέρεις τὴν χηρείαν. Μετάθες τοίνυν τὸν πλοῦτον τοῦτον εἰς τὸν οὐρανὸν, καὶ ἔσται σοι φορητὸν τῆς χηρείας τὸ φορτίον. Τί οὖν, ἂν παῖδας ἔχω τοῦ πατρῴου κλήρου διαδόχους, φησί; Παίδευε κἀκείνους χρημάτων καταφρονεῖν· τὰ σαυτῆς μετάθες, ἐκείνοις ἀπονείμασα τοσοῦτον ὅσον ἀρκεῖ· παίδευε κἀκείνους εἶναι χρημάτων κρείττους. Τί οὖν, ἂν περιῤῥέῃ, φησὶν, ἀνδραπόδων πλῆθος; ἐὰν πραγμάτων ἐσμὸς, χρυσίον, ἀργύριον; πῶς ἱκανὴ πρὸς ταύτην ἔσομαι τὴν φυλακὴν, δεομένη ἀνδρὸς προστασίας; Σκῆψις ταῦτα καὶ πρόφασις· καὶ τοῦτο δῆλον πολλαχόθεν.