Μὴ οὖν ἐπαισχυνθῇς, φησὶ, τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ Εὐαγγελίῳ. Τουτέστι, κἂν αὐτὸς ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς. Ὅτι γὰρ τοῦτο ᾐνίξατο, καὶ διὰ τῶν ἀνωτέρω εἰρημένων δῆλον, διὰ τοῦ εἰπεῖν, Ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ· καὶ διὰ τῶν μετὰ ταῦτα πάλιν. Ἀλλὰ συγκακοπάθησον, φησί· τουτέστι, μὴ ἁπλῶς μὴ ἐπαισχυνθῇς, ἀλλὰ τῇ πείρᾳ μὴ ἐπαισχυνθῇς. Καὶ οὐκ εἶπε, Μὴ φοβηθῇς μηδὲ δείσῃς, ἀλλὰ μᾶλλον αὐτὸν θαῤῥύνων φησὶ, Μὴ ἐπαισχυνθῇς, ὡς οὐκ ὄντος λοιπὸν κινδύνου, εἰ τῆς αἰσχύνης τις περιγένοιτο. Τοῦτο γὰρ μόνον ἔχει φορτικὸν αἰσχύνη, τὸ ἡττᾶσθαι αὐτῆς. Μὴ τοίνυν ἐπαισχυνθῇς, εἰ ἐγὼ ὁ νεκροὺς ἐγείρων, ὁ μυρία ἐργαζόμενος σημεῖα, ὁ τὴν οἰκουμένην περιδραμὼν, δέδεμαι νῦν· οὐ γὰρ ὡς κακοῦργός εἰμι δεσμώτης, ἀλλὰ τοῦ σταυρωθέντος ἕνεκεν. Εἰ σταυρὸν οὐκ ἐπῃσχύνθη μου ὁ Δεσπότης, οὐδὲ τὰ δεσμὰ ἐγώ. Καὶ καλῶς παρακαλῶν αὐτὸν μὴ ἐπαισχυνθῆναι, πρότερον αὐτὸν τοῦ σταυροῦ ἀνέμνησεν. Εἰ τὸν σταυρὸν οὐκ ἐπαισχύνῃ, φησὶ, μηδὲ δεσμά· εἰ ὁ Δεσπότης ἡμῶν καὶ διδάσκαλος σταυρὸν ὑπέμεινε, πολλῷ μᾶλλον ἡμεῖς τὰ δεσμά. Ἅπερ γὰρ αὐτὸς ὑπέμεινεν ὁ αἰσχυνόμενος, καὶ τὸν σταυρωθέντα ἐπαισχύνεται. Οὐ γὰρ δι᾽ ἐμαυτὸν, φησὶ, φέρω ταῦτα τὰ δεσμά.