Ἰδοὺ κολάζει καὶ τιμᾷ μετὰ αὐθεντίας ἁπάσης, καὶ εὐχῆς οὐδεμιᾶς δεῖται. Πάλιν, ὅταν διορθῶσαι σῶμα δέῃ διαλελυμένον. Ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει· ὅταν ἀπαλλάξαι θανάτου, Ταλιθὰ κοῦμι, ἀνάστηθι· ὅταν ἐλευθερῶσαι ἁμαρτημάτων, Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· ὅταν ἐπιτιμῆσαι δαίμοσι, Σοὶ λέγω, τὸ πονηρὸν δαιμόνιον, ἔξελθε ἀπ᾽ αὐτοῦ· ὅταν καταστεῖλαι τὴν θάλασσαν, Σιώπα, πεφίμωσο· ὅταν καθᾶραί τινα λέπρᾳ κατεχόμενον, Θέλω, καθαρίσθητι· ὅταν νομοθετῆσαι, Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, Ὃς ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Εἶδες πάντα μετὰ αὐθεντίας ποιοῦντα δεσποτικῆς, καὶ εἰς γέενναν ἐκβάλλοντα, καὶ εἰς βασιλείαν εἰσάγοντα, καὶ παράλυσιν διορθούμενον, καὶ εἰς θάνατον ἀπελαύνοντα, καὶ ἁμαρτίας ἀφιέντα, καὶ δαίμοσιν ἐπιτιμῶντα, καὶ τὴν θάλατταν καταστέλλοντα; Καίτοι τί μεῖζον, εἰπέ μοι, εἰς βασιλείαν εἰσαγαγεῖν, καὶ εἰς γέενναν ἐμβαλεῖν, καὶ ἁμαρτίας ἀφιέναι, καὶ νόμους θεῖναι μετὰ αὐθεντίας, ἢ ἄρτους ποιῆσαι; οὐκ εὔδηλον καὶ ὡμολογημένον ἅπασιν, ὅτι ταῦτα ἐκείνων μείζω; Ἀλλ᾽ ὅμως ἐπὶ τῶν μειζόνων οὐκ εὔχεται, δεικνὺς ὅτι καὶ ἐπὶ τῶν ἐλαττόνων οὐ δι᾽ ἀσθένειαν δυνάμεως τοῦτο ἐποίει, ἀλλὰ διὰ διδασκαλίαν τῶν τότε παρόντων.